Βιβλίο Α'

ΚΕΦΑΛΑΙΟN 1. Ὅτι ἀκατάληπτον τὸ θεῖον καὶ ὅτι οὐ δεῖ ζητεῖν καὶ περιεργάζεσθαι τὰ μὴ παραδεδομένα ἡμῖν ὑπὸ τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν

«Θεὸν οὐδεὶς ἑώρακε πώποτε

Ὁ μονογενὴς υἱὸς ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός, αὐτὸς ἐξηγήσατο». Ἄρρητον οὖν τὸ θεῖον καὶ ἀκατάληπτον. «Οὐδεὶς γὰρ ἐπιγινώσκει τὸν πατέρα εἰ μὴ ὁ υἱός, οὐδὲ τὸν υἱὸν εἰ μὴ ὁ πατήρ». Καὶ τὸ πνεῦμα δὲ τὸ ἅγιον οὕτως οἶδε τὰ τοῦ θεοῦ, ὡς τὸ πνεῦμα τοῦ ἀνθρώπου οἶδε τὰ ἐν αὐτῷ. Μετὰ δὲ τὴν πρώτην καὶ μακαρίαν φύσιν οὐδεὶς ἔγνω ποτὲ τὸν Θεόν, εἰ μὴ ᾧ αὐτὸς ἀπεκάλυψεν, οὐκ ἀνθρώπων μόνον ἀλλ ̓ οὐδὲ τῶν ὑπερκοσμίων δυνάμεων καὶ αὐτῶν, φημί, τῶν Χερουβὶμ καὶ Σεραφίμ. Οὐκ ἀφῆκε μέντοι ἡμᾶς ὁ Θεὸς ἐν παντελεῖ ἀγνωσίᾳ· πᾶσι γὰρ ἡ γνῶσις τοῦ εἶναι Θεὸν ὑπ ̓ αὐτοῦ φυσικῶς ἐγκατέσπαρται. Καὶ αὐτὴ δὲ ἡ κτίσις καὶ ἡ ταύτης συνοχή τε καὶ κυβέρνησις, τὸ μεγαλεῖον τῆς θείας ἀνακηρύττει φύσεως. Καὶ διὰ νόμου μέν καὶ προφητῶν πρότερον, ἔπειτα δὲ καὶ διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, κατὰ τὸ ἐφικτὸν ἡμῖν τὴν ἑαυτοῦ ἐφανέρωσε γνῶσιν. Πάντα τοίνυν τὰ παραδεδομένα ἡμῖν διά τε νόμου καὶ προφητῶν καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν δεχόμεθα καὶ γινώσκομεν καὶ σέβομεν οὐδὲν περαιτέρῳ τούτων ἐπιζητοῦντες· ἀγαθὸς γὰρ ὢν ὁ Θεὸς παντὸς ἀγαθοῦ παρεκτικός ἐστιν οὐ φθόνῳ οὐδὲ πάθει τινὶ ὑποκείμενος· «μακρὰν γὰρ τῆς θείας φύσεως φθόνος τῆς γε ἀπαθοῦς καὶ μόνης ἀγαθῆς». Ὡς οὖν πάντα εἰδὼς καὶ τὸ συμφέρον ἑκάστῳ προμηθούμενος, ὅπερ συνέφερεν ἡμῖν γνῶναι ἀπεκάλυψεν, ὅπερ δὲ οὐκ ἐδυνάμεθα φέρειν, ἀπεσιώπησε. Ταῦτα ἡμεῖς στέρξωμεν καὶ ἐν αὐτοῖς μείνωμεν μὴ μεταίροντες ὅρια αἰώνια, μηδὲ ὑπερβαίνοντες τὴν θείαν παράδοσιν.

ΚΕΦΑΛΑΙΟN 2. Περὶ ῥητῶν καὶ ἀρρήτων καὶ γνωστῶν καὶ ἀγνώστων

Χρὴ οὖν τὸν περὶ Θεοῦ λέγειν ἢ ἀκούειν βουλόμενον σαφῶς εἰδέναι, ὡς οὐδὲ πάντα ἄρρητα οὐδὲ πάντα ῥητά, τά τε τῆς θεολογίας τά τε τῆς οἰκονομίας· οὔτε μὴν πάντα ἄγνωστα, οὔτε πάντα γνωστά· ἕτερον δέ ἐστι τὸ γνωστὸν καὶ ἕτερον τὸ ῥητόν, ὥσπερ ἄλλο τὸ λαλεῖν καὶ ἄλλο τὸ γινώσκειν. Πολλὰ τοίνυν τῶν περὶ Θεοῦ ἀμυδρῶς νοουμένων οὐ καιρίως ἐκφρασθῆναι δύναται, ἀλλὰ τὰ καθ ̓ ἡμᾶς ἀναγκαζόμεθα ἐπὶ τῶν ὑπὲρ ἡμᾶς λέγειν· ὥσπερ ἐπὶ Θεοῦ λέγομεν ὕπνον καὶ ὀργὴν καὶ ἀμέλειαν χεῖράς τε καὶ πόδας καὶ τὰ τοιαῦτα. Ὅτι μὲν οὖν ἐστι Θεὸς ἄναρχος, ἀτελεύτητος, αἰώνιός τε καὶ ἀΐδιος, ἄκτιστος, ἄτρεπτος, ἀναλλοίωτος, ἁπλοῦς, ἀσύνθετος, ἀσώματος, ἀόρατος, ἀναφής, ἀπερίγραπτος, ἄπειρος, ἀπερίληπτος, ἀκατάληπτος, ἀπερινόητος, ἀγαθός, δίκαιος, παντοδύναμος, πάντων κτισμάτων δημιουργός,παντοκράτωρ, παντεπόπτης, πάντων προνοητής, ἐξουσιαστής, κριτής, καὶ γινώσκομεν καὶ ὁμολογοῦμεν. Καὶ ὅτι εἷς ἐστι Θεὸς, ἤγουν μία οὐσία, καὶ ὅτι ἐν τρισὶν ὑποστάσεσι γνωρίζεταί τε καὶ ἔστιν, Πατρί φημι καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ ὅτι ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον κατὰ πάντα ἕν εἰσι, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως· καὶ ὅτι ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Θεὸς διὰ σπλάγχνα ἐλέους αὐτοῦ, διὰ τὴν ἡμετέραν σωτηρίαν, εὐδοκίᾳ τοῦ Πατρὸς καὶ συνεργίᾳ τοῦ Ἁγίου Πνεύματος ἀσπόρως συλληφθεὶς ἀφθόρως ἐκ τῆς Ἁγίας Παρθένου καὶ Θεοτόκου Μαρίας γεγέννηται διὰ Πνεύματος Ἁγίου καὶ ἄνθρωπος τέλειος ἐξ αὐτῆς γέγονε· καὶ ὅτι ὁ αὐτὸς Θεὸς τέλειός ἐστιν ὁμοῦ καὶ ἄνθρωπος τέλειος, ἐκ δύο φύσεων,θεότητός τε καὶ ἀνθρωπότητος, καὶ ἐν δύο φύσεσι νοεραῖς θελητικαῖς τε καὶ ἐνεργητικαῖς καὶ αὐτεξουσίοις καὶ ἁπλῶς εἰπεῖν, τελείως ἐχούσαις κατὰ τὸν ἑκάστῃ πρέποντα ὅρον τε καὶ λόγον, θεότητί τε καὶ ἀνθρωπότητί φημι, μιᾷ δὲ συνθέτῳ ὑποστάσει· ὅτι τε ἐπείνησε καὶ ἐδίψησε καὶ ἐκοπίασε καὶ ἐσταυρώθη καὶ θανάτου καὶ ταφῆς πεῖραν ἐδέξατο καὶ ἀνέστη τριήμερος καὶ εἰς οὐρανοὺς ἀνεφοίτησεν, ὅθεν καὶ πρὸς ἡμᾶς παραγέγονε καὶ παραγενήσεται πάλιν εἰς ὕστερον, καὶ ἡ θεία Γραφὴ μάρτυς καὶ πᾶς ὁ τῶν ἁγίων χορός. Τί δέ ἐστι Θεοῦ οὐσία ἢ πῶς ἐστιν ἐν πᾶσιν ἢ πῶς ἐκ Θεοῦ Θεὸς γεγέννηται ἢ ἐκπεπόρευται ἢ πῶς ἑαυτὸν κενώσας ὁ μονογενὴς Υἱὸς καὶ Θεὸς ἄνθρωπος γέγονεν ἐκ παρθενικῶν αἱμάτων ἑτέρῳ παρὰ τὴν φύσιν θεσμῷ πλαστουργηθεὶς ἢ πῶς ἀβρόχοις ποσὶ τοῖς ὕδασιν ἐπεπόρευτο, καὶ ἀγνοοῦμεν καὶ λέγειν οὐ δυνάμεθα. Οὐ δυνατὸν οὖν τι παρὰ τὰ θειωδῶς ὑπὸ τῶν θείων λογίων τῆς τε Παλαιᾶς καὶ Καινῆς Διαθήκης ἡμῖν ἐκπεφασμένα, ἤτοι εἰρημένα καὶ πεφανερωμένα, εἰπεῖν τι περὶ Θεοῦ ἢ ὅλως ἐννοῆσαι.

ΚΕΦΑΛΑΙΟN 3. Ἀπόδειξις, ὅτι ἔστι Θεός

Ὅτι μὲν οὖν ἔστι Θεός, τοῖς μὲν τὰς Ἁγίας Γραφὰς δεχομένοις, τήν τε Παλαιὰν καὶ Καινὴν Διαθήκην φημί, οὐκ ἀμφιβάλλεται, οὔτε δὲ τοῖς τῶν Ἑλλήνων πλείστοις· ὡς γὰρ ἔφημεν, ἡ γνῶσις τοῦ εἶναι Θεὸν φυσικῶς ἡμῖν ἐγκατέσπαρται. Ἐπειδὴ δὲ τοσοῦτον ἴσχυσεν ἡ τοῦ πονηροῦ κακία κατά τῆς τῶν ἀνθρώπων φύσεως, ὥστε καί τινας εἰς τὸ ἀλογώτατον καὶ πάντων κακῶν κάκιστον καταγαγεῖν τῆς ἀπωλείας βάραθρον, τὸ λέγειν μὴ εἶναι Θεόν, ὧν τὴν ἀφροσύνην ἐμφαίνων ὁ ἱεροφάντης ἔφη Δαυίδ· «Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἔστιν Θεός», οἱ μὲν οὖν τοῦ Κυρίου μαθηταὶ καὶ ἀπόστολοι τῷ Παναγίῳ σοφισθέντες Πνεύματι καὶ τῇ αὐτοῦ δυνάμει καὶ χάριτι τὰς θεοσημίας ἐργαζόμενοι τῇ τῶν θαυμάτων σαγήνῃ πρὸς τὸ φῶς τῆς θεογνωσίας ἐκ τοῦ βυθοῦ τῆς ἀγνωσίας αὐτοὺς ζωγροῦντες ἀνῆγον. Ὁμοίως καὶ οἱ τούτων τῆς χάριτος καὶ τῆς ἀξίας διάδοχοι, ποιμένες τε καὶ διδάσκαλοι, τὴν φωτιστικὴν τοῦ Πνεύματος χάριν δεξάμενοι τῇ τε τῶν θαυμάτων δυνάμει τῷ τε λόγῳ τῆς χάριτος τοὺς ἐσκοτισμένους ἐφώτιζον καὶ τοὺς πεπλανημένους ἐπέστρεφον. Ἡμεῖς δὲ οἱ μηδὲ τὸ τῶν θαυμάτων μηδὲ τὸ τῆς διδασκαλίας δεξάμενοι χάρισμα (ἀναξίους γὰρ ἑαυτοὺς τῇ πρὸς τὰς ἡδονὰς προσπαθείᾳ πεποιήκαμεν) φέρε ὀλίγα τῶν παραδεδομένων ἡμῖν ὑπὸ τῶν ὑποφητῶν τῆς χάριτος περὶ τούτου διαλεξώμεθα τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ἐπικαλεσάμενοι. Πάντα τὰ ὄντα ἢ κτιστά ἐστιν ἢ ἄκτιστα. Εἰ μὲν οὖν κτιστά, πάντως καὶ τρεπτά· ὧν γὰρ τὸ εἶναι ἀπὸ τροπῆς ἤρξατο, ταῦτα τῇ τροπῇ ὑποκείσεται πάντως ἢ φθειρόμενα ἢ κατὰ προαίρεσιν ἀλλοιούμενα. Εἰ δὲ ἄκτιστα, κατὰ τὸν τῆς ἀκολουθίας λόγον, πάντως καὶ ἄτρεπτα· ὧν γὰρ τὸ εἶναι ἐναντίον, τούτων καὶ ὁ τοῦ πῶς εἶναι λόγος ἐναντίος, ἤγουν αἱ ἰδιότητες. Τίς οὖν οὐ συνθήσεται πάντα τὰ ὄντα, ὅσα ὑπὸ τὴν ἡμετέραν αἴσθησιν, ἀλλὰ μὴν καὶ ἀγγέλους τρέπεσθαι καὶ ἀλλοιοῦσθαι καὶ πολυτρόπως κινεῖσθαι καὶ μεταβάλλεσθαι; Τὰ μὲν νοητά, ἀγγέλους φημὶ καὶ ψυχὰς καὶ δαίμονας, κατὰ προαίρεσιν τήν τε ἐν τῷ καλῷ προκοπὴν καὶ τὴν ἐκ τοῦ καλοῦ ἀποφοίτησιν, ἐπιτεινομένην τε καὶ ὑφιεμένην, τὰ δὲ λοιπὰ κατά τε γένεσιν καὶ φθορὰν αὔξησίν τε καὶ μείωσιν καὶ τὴν κατὰ ποιότητα μεταβολὴν καὶ τὴν τοπικὴν κίνησιν. Τρεπτὰ τοίνυν ὄντα πάντως καὶ κτιστά. Κτιστὰ δὲ ὄντα πάντως ὑπό τινος ἐδημιουργήθησαν. Δεῖ δὲ τὸν δημιουργὸν ἄκτιστον εἶναι· εἰ γὰρ κἀκεῖνος ἐκτίσθη, πάντως ὑπό τινος ἐκτίσθη, ἕως ἂν ἔλθωμεν εἴς τι ἄκτιστον. Ἄκτιστος οὖν ὢν ὁ δημιουργὸς πάντως καὶ ἄτρεπτός ἐστι. Τοῦτο δὲ τί ἂν ἄλλο εἴη ἢ Θεός; Καὶ αὐτὴ δὲ ἡ τῆς κτίσεως συνοχὴ καὶ συντήρησις καὶ κυβέρνησις διδάσκει ἡμᾶς, ὅτι ἔστι Θεὸς ὁ τόδε τὸ πᾶν συστησάμενος καὶ συνέχων καὶ συντηρῶν καὶ ἀεὶ προνοούμενος· πῶς γὰρ ἂν αἱ ἐναντίαι φύσεις, πυρὸς λέγω καὶ ὕδατος, ἀέρος καὶ γῆς, εἰς ἑνὸς κόσμου συμπλήρωσιν ἀλλήλοις συνεληλύθασι καὶ ἀδιάλυτοι μένουσιν, εἰ μή τις παντοδύναμος δύναμις ταῦτα καὶ συνεβίβασε καὶ ἀεὶ τηρεῖ ἀδιάλυτα; Τί τὸ τάξαν τὰ οὐράνια καὶ ἐπίγεια, ὅσα τε δι ̓ ἀέρος καὶ ὅσα καθ ̓ ὕδατος, μᾶλλον δὲ τὰ πρὸ τούτων, οὐρανὸν καὶ γῆν καὶ ἀέρα καὶ φύσιν πυρός τε καὶ ὕδατος; Τίς ταῦτα ἔμιξε καὶ ἐμέρισε; Τί τὸ ταῦτα κινῆσαν καὶ ἄγον τὴν ἄληκτον φορὰν καὶ ἀκώλυτον; Ἆρ ̓ οὐχ ὁ τεχνίτης τούτων καὶ λόγον ἐνθεὶς πᾶσι, καθ ̓ ὃν τὸ πᾶν φέρεταί τε καὶ διεξάγεται; Τίς δὲ ὁ τεχνίτης τούτων; Ἆρ ̓ οὐχ ὁ πεποιηκὼς ταῦτα καὶ εἰς τὸ εἶναι παραγαγών; Οὐ γὰρ τῷ αὐτομάτῳ δώσομεν τοιαύτην δύναμιν. Ἔστω γὰρ τὸ γενέσθαι τοῦ αὐτομάτου· τίνος τὸ τάξαι; Καὶ τοῦτο, εἰ δοκεῖ, δῶμεν· τίνος τὸ τηρῆσαι καὶ φυλάξαι καθ ̓ οὓς πρῶτον ὑπέστη λόγους; Ἑτέρου δηλαδὴ παρὰ τὸ αὐτόματον. Τοῦτο δὲ τί ἄλλο ἐστὶν εἰ μὴ Θεός;

ΚΕΦΑΛΑΙΟN 4. Περὶ τοῦ τί ἐστι Θεός; ὅτι ἀκατάληπτον Ὅτι μὲν οὖν ἔστι Θεός, δῆλον

Τί δέ ἐστι κατ ̓ οὐσίαν καὶ φύσιν, ἀκατάληπτον τοῦτο παντελῶς καὶ ἄγνωστον. Ὅτι μὲν γὰρ ἀσώματον, δῆλον. Πῶς γὰρ σῶμα τὸ ἄπειρον καὶ ἀόριστον καὶ ἀσχημάτιστον καὶ ἀναφὲς καὶ ἀόρατον καὶ ἁπλοῦν καὶ ἀσύνθετον; Πῶς γὰρ ἄτρεπτον, εἰ περιγραπτὸν καὶ παθητόν; Καὶ πῶς ἀπαθὲς τὸ ἐκ στοιχείων συγκείμενον καὶ εἰς αὐτὰ πάλιν ἀναλυόμενον; Σύνθεσις γὰρ ἀρχὴ μάχης, μάχη δὲ διαστάσεως, διάστασις δὲ λύσεως· λύσις δὲ ἀλλότριον Θεοῦ παντελῶς. Πῶς δὲ καὶ σταθήσεται τὸ «διὰ πάντων ἥκειν καὶ πληροῦν τὰ πάντα Θεόν», ὥς φησιν ἡ Γραφή· «Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος»; Ἀδύνατον γὰρ σῶμα διὰ σωμάτων διήκειν μὴ τέμνον καὶ τεμνόμενον καὶ πλεκόμενον καὶ ἀντιπαρατιθέμενον, ὥσπερ ὅσα τῶν ὑγρῶν μίγνυται καὶ συγκιρνᾶται. Εἰ δὲ καί τινές φασιν ἄυλον σῶμα, ὡς τὸ παρὰ τοῖς τῶν Ἑλλήνων σοφοῖς πέμπτον σῶμα λεγόμενον, ὅπερ ἀδύνατον, κινούμενον ἔσται πάντως, ὥσπερ ὁ οὐρανός· τοῦτον γὰρ πέμπτον σῶμά φασι. Τίς οὖν ὁ τοῦτον κινῶν; Πᾶν γὰρ κινούμενον ὑφ ̓ ἑτέρου κινεῖται. Κἀκεῖνον τίς; Καὶ τοῦτο ἐπ ̓ ἄπειρον, ἕως ἂν καταντήσωμεν εἴς τι ἀκίνητον· τὸ γὰρ πρῶτον κινοῦν ἀκίνητον, ὅπερ ἐστὶ τὸ θεῖον. Πῶς δὲ οὐκ ἐν τόπῳ περιγραπτὸν τὸ κινούμενον; Μόνον οὖν τὸ θεῖον ἀκίνητον, δι ̓ ἀκινησίας τὰ πάντα κινοῦν. Ἀσώματον τοίνυν ὑποληπτέον τὸ θεῖον. Ἀλλ ̓ οὐδὲ τοῦτο τῆς οὐσίας παραστατικόν ἐστιν ὥσπερ οὐδὲ τὸ ἀγέννητον καὶ τὸ ἄναρχον καὶ τὸ ἀναλλοίωτον καὶ τὸ ἄφθαρτον καὶ ὅσα περὶ Θεοῦ ἢ περὶ Θεὸν εἶναι λέγεται· ταῦτα γὰρ οὐ τὸ τί ἐστι σημαίνει, ἀλλὰ τί οὐκ ἔστι. Χρὴ δὲ τὸν βουλόμενον τήν τινος οὐσίαν εἰπεῖν, τί ἐστι, φράσαι, οὐ τό τί οὐκ ἔστι· ὅμως ἐπὶ Θεοῦ, τί ἐστιν, εἰπεῖν ἀδύνατον κατ ̓ οὐσίαν. Οἰκειότερον δὲ μᾶλλον ἐκ τῆς πάντων ἀφαιρέσεως ποιεῖσθαι τὸν λόγον· οὐδὲν γὰρ τῶν ὄντων ἐστὶν οὐχ ὡς μὴ ὤν, ἀλλ ̓ ὡς ὑπὲρ πάντα τὰ ὄντα καὶ ὑπὲρ αὐτό τὸ εἶναι ὤν. Εἰ γὰρ τῶν ὄντων αἱ γνώσεις, τὸ ὑπὲρ γνῶσιν πάντως καὶ ὑπὲρ οὐσίαν ἔσται, καὶ τὸ ἀνάπαλιν τὸ ὑπὲρ οὐσίαν καὶ ὑπὲρ γνῶσιν ἔσται. Ἄπειρον οὖν τὸ θεῖον καὶ ἀκατάληπτον, καὶ τοῦτο μόνον αὐτοῦ καταληπτόν, ἡ ἀπειρία καὶ ἡ ἀκαταληψία. Ὅσα δὲ λέγομεν ἐπὶ Θεοῦ καταφατικῶς, οὐ τὴν φύσιν ἀλλὰ τὰ περὶ τὴν φύσιν δηλοῖ. Κἂν ἀγαθόν, κἂν δίκαιον, κἂν σοφόν, κἂν ὅ τι ἂν εἴπῃς, οὐ φύσιν λέγεις Θεοῦ, ἀλλὰ τὰ περὶ τὴν φύσιν. Εἰσὶ δὲ καί τινα καταφατικῶς ἐπὶ Θεοῦ λεγόμενα δύναμιν ὑπεροχικῆς ἀποφάσεως ἔχοντα, οἷον σκότος λέγοντες ἐπὶ Θεοῦ οὐ σκότος νοοῦμεν, ἀλλ ̓ ὅτι οὐκ ἔστι φῶς ἀλλ ̓ ὑπὲρ τὸ φῶς· καί φῶς ὅτι οὐκ ἔστι σκότος.

ΚΕΦΑΛΑΙΟN 5. Ἀπόδειξις, ὅτι εἷς ἐστι θεὸς καὶ οὐ πολλοί

Ὅτι μέν ἐστι Θεός, ἱκανῶς ἀποδέδεικται, καὶ ὅτι ἀκατάληπτός ἐστιν ἡ αὐτοῦ οὐσία. Ὅτι δὲ εἷς ἐστι καὶ οὐ πολλοί, τοῖς μὲν τῇ θείᾳ πειθομένοις Γραφῇ οὐκ ἀμφιβάλλεται. Φησὶ γὰρ ὁ Κύριος ἐν τῇ τῆς νομοθεσίας ἀρχῇ· «Ἐγὼ Κύριος ὁ Θεός σου ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου. Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ», καὶ πάλιν· «Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι». Καὶ διὰ Ἡσαΐου τοῦ προφήτου· «Ἐγὼ γάρ, φησί, Θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ πλὴν ἐμοῦ οὐκ ἔστι Θεός. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ ̓ ἐμὲ οὐκ ἔσται καὶ πλὴν ἐμοῦ οὐκ ἔστι». Καὶ ὁ Κύριος δὲ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις οὕτω φησὶ πρὸς τὸν Πατέρα· «Αὕτη ἐστὶν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν». Τοῖς δὲ τῇ θείᾳ Γραφῇ μὴ πειθομένοις οὕτω διαλεξόμεθα. Τὸ θεῖον τέλειόν ἐστι καὶ ἀνελλιπὲς κατά τε ἀγαθότητα κατά τε σοφίαν κατά τε δύναμιν, ἄναρχον, ἀτελεύτητον, ἀΐδιον, ἀπερίγραπτον καὶ ἁπλῶς εἰπεῖν κατὰ πάντα τέλειον. Εἰ οὖν πολλοὺς ἐροῦμεν θεούς, ἀνάγκη διαφορὰν ἐν τοῖς πολλοῖς θεωρεῖσθαι. Εἰ γὰρ οὐδεμία διαφορὰ ἐν αὐτοῖς, εἷς μᾶλλόν ἐστι καὶ οὐ πολλοί. Εἰ δὲ διαφορὰ ἐν αὐτοῖς, ποῦ ἡ τελειότης; Εἴτε γὰρ κατὰ ἀγαθότητα, εἴτε κατὰ δύναμιν, εἴτε κατὰ σοφίαν, εἴτε κατὰ χρόνον, εἴτε κατὰ τόπον ὑστερήσει τοῦ τελείου, οὐκ ἂν εἴη Θεός. Ἡ δὲ διὰ πάντων ταυτότης ἕνα μᾶλλον δείκνυσι καὶ οὐ πολλούς. Πῶς δὲ καὶ πολλοῖς οὖσι τὸ ἀπερίγραπτον φυλαχθήσεται; Ἔνθα γὰρ ἂν εἴη ὁ εἷς, οὐκ ἂν εἴη ὁ ἕτερος. Πῶς δὲ ὑπὸ πολλῶν κυβερνηθήσεται ὁ κόσμος καὶ οὐ διαλυθήσεται καὶ διαφθαρήσεται μάχης ἐν τοῖς κυβερνῶσι θεωρουμένης; Ἡ γὰρ διαφορὰ ἐναντίωσιν εἰσάγει. Εἰ δὲ εἴποι τις, ὅτι ἕκαστος μέρους ἄρχει, τί τὸ τάξαν καὶ τὴν διανομὴν αὐτοῖς ποιησάμενον; Ἐκεῖνο γὰρ ἂν εἴη μᾶλλον Θεός. Εἷς τοίνυν ἐστὶ Θεός, τέλειος, ἀπερίγραπτος, τοῦ παντὸς ποιητὴς συνοχεύς τε καὶ κυβερνήτης, ὑπερτελὴς καὶ προτέλειος. Πρὸς δὲ καὶ φυσικὴ ἀνάγκη μονάδα εἶναι δυάδος ἀρχήν.

ΚΕΦΑΛΑΙΟN 6. Περὶ Λόγου Θεοῦ

Οὗτος τοίνυν ὁ εἷς καὶ μόνος Θεὸς οὐκ ἄλογός ἐστι. Λόγον δὲ ἔχων οὐκ ἀνυπόστατον ἕξει, οὐκ ἀρξάμενον τοῦ εἶναι οὐδὲ παυσόμενον· οὐ γὰρ ἦν, ὅτε ἦν ποτε ὁ Θεὸς Λόγος. Ἀεὶ δὲ ἔχει τὸν ἑαυτοῦ Λόγον ἐξ αὐτοῦ γεννώμενον, οὐ κατὰ τὸν ἡμέτερον λόγον ἀνυπόστατον καὶ εἰς ἀέρα χεόμενον, ἀλλ ̓ ἐνυπόστατον, ζῶντα, τέλειον, οὐκ ἔξω αὐτοῦ χωροῦντα, ἀλλ ̓ ἐν αὐτῷ ἀεὶ ὄντα· ποῦ γὰρ ἔσται ἔξω αὐτοῦ γινόμενος; Ἐπειδὴ γὰρ ἡ ἡμετέρα φύσις ἐπίκηρός ἐστι καὶ εὐδιάλυτος, διὰ τοῦτο καὶ ὁ λόγος ἡμῶν ἐστιν ἀνυπόστατος. Ὁ δὲ Θεὸς ἀεὶ ὢν καὶ τέλειος ὢν τέλειον καὶ ἐνυπόστατον ἕξει τὸν ἑαυτοῦ Λόγον καὶ ἀεὶ ὄντα καὶ ζῶντα καὶ πάντα ἔχοντα, ὅσα ὁ γεννήτωρ ἔχει. Ὥσπερ γὰρ ὁ ἡμέτερος λόγος ἐκ τοῦ νοῦ προερχόμενος οὔτε δι ̓ ὅλου ὁ αὐτός ἐστι τῷ νῷ οὔτε παντάπασιν ἕτερος –ἐκ τοῦ νοῦ μὲν γὰρ ὢν ἄλλος ἐστὶ παρ ̓ αὐτόν, αὐτὸν δὲ τὸν νοῦν εἰς τὸ ἐμφανὲς ἄγων οὐκέτι παντάπασιν ἕτερός ἐστι παρὰ τὸν νοῦν, ἀλλὰ κατὰ τὴν φύσιν ἓν ὢν ἕτερόν ἐστι τῷ ὑποκειμένῳ– οὕτω καὶ ὁ τοῦ Θεοῦ Λόγος, τῷ μὲν ὑφεστάναι καθ ̓ ἑαυτὸν διῄρηται πρὸς ἐκεῖνον, παρ ̓ οὗ τὴν ὑπόστασιν ἔχει, τῷ δὲ ταῦτα δεικνύειν ἐν ἑαυτῷ, ἃ περὶ τὸν Θεὸν καθορᾶται, ὁ αὐτός ἐστι κατὰ τὴν φύσιν ἐκείνῳ· ὥσπερ γὰρ τὸ ἐν ἅπασι τέλειον ἐπὶ τοῦ Πατρὸς θεωρεῖται, οὕτως καὶ ἐπὶ τοῦ ἐξ αὐτοῦ γεγεννημένου Λόγου θεωρηθήσεται.

ΚΕΦΑΛΑΙΟN 7. Περὶ τοῦ Ἁγίου Πνεύματος συλλογιστική ἀπόδειξις

Δεῖ δὲ τὸν Λόγον καὶ Πνεῦμα ἔχειν· καὶ γὰρ καὶ ὁ ἡμέτερος λόγος οὐκ ἄμοιρός ἐστι τοῦ πνεύματος. Ἀλλ ̓ ἐφ ̓ ἡμῶν μὲν τὸ πνεῦμα ἀλλότριον τῆς ἡμετέρας ἐστὶν οὐσίας· τοῦ ἀέρος γάρ ἐστιν ὁλκὴ καὶ φορὰ εἰσελκομένου καὶ προχεομένου πρὸς τὴν τοῦ σώματος σύστασιν, ὅπερ ἐν τῷ καιρῷ τῆς ἐκφωνήσεως φωνὴ τοῦ λόγου γίνεται τὴν τοῦ λόγου δύναμιν ἐν ἑαυτῇ φανεροῦσα. Ἐπὶ δὲ τῆς θείας φύσεως τῆς ἁπλῆς καὶ ἀσυνθέτου τὸ μὲν εἶναι Πνεῦμα Θεοῦ εὐσεβῶς ὁμολογητέον διὰ τὸ μὴ εἶναι τὸν τοῦ Θεοῦ Λόγον ἐλλιπέστερον τοῦ ἡμετέρου λόγου, οὐκ ἔστι δὲ εὐσεβὲς ἀλλότριόν τι ἔξωθεν ἐπεισερχόμενον τῷ Θεῷ τὸ Πνεῦμα λογίζεσθαι ὡς καὶ ἐφ ̓ ἡμῶν τῶν συνθέτων. Ἀλλ ̓ ὥσπερ Θεοῦ Λόγον ἀκούσαντες οὐκ ἀνυπόστατον οὐδὲ ἐκ μαθήσεως προσγινόμενον οὐδὲ διὰ φωνῆς προφερόμενον οὐδὲ εἰς ἀέρα χεόμενον καὶ λυόμενον ᾠήθημεν, ἀλλ ̓ οὐσιωδῶς ὑφεστῶτα προαιρετικόν τε καὶ ἐνεργὸν καὶ παντοδύναμον, οὕτω καὶ Πνεῦμα μεμαθηκότες Θεοῦ τὸ συμπαρομαρτοῦν τῷ Λόγῳ καὶ φανεροῦν αὐτοῦ τὴν ἐνέργειαν οὐ πνοὴν ἀνυπόστατον ἐννοοῦμεν –οὕτω γὰρ ἂν καθαιρεῖται πρὸς ταπεινότητα τὸ μεγαλεῖον τῆς θείας φύσεως, εἰ καθ ̓ ὁμοιότητα τοῦ ἡμετέρου πνεύματος καὶ τὸ ἐν αὐτῷ Πνεῦμα ὑπονοοῖτο– ἀλλὰ δύναμιν οὐσιώδη, αὐτὴν ἐφ ̓ ἑαυτῆς ἐν ἰδιαζούσῃ ὑποστάσει θεωρουμένην, ἐκ τοῦ Πατρὸς προερχομένην καὶ ἐν τῷ Λόγῳ ἀναπαυομένην καὶ αὐτοῦ οὖσαν ἐκφαντικήν, οὔτε χωρισθῆναι τοῦ Θεοῦ, ἐν ᾧ ἐστι, καὶ τοῦ Λόγου, ᾧ συμπαρομαρτεῖ, δυναμένην οὔτε πρὸς τὸ ἀνύπαρκτον ἀναχεομένην, ἀλλὰ καθ ̓ ὁμοιότητα τοῦ Λόγου καθ ̓ ὑπόστασιν οὖσαν, ζῶσαν, προαιρετικήν, αὐτοκίνητον, ἐνεργόν, πάντοτε τὸ ἀγαθὸν θέλουσαν καὶ πρὸς πᾶσαν πρόθεσιν σύνδρομον ἔχουσαν τῇ βουλήσει τὴν δύναμιν, μήτε ἀρχὴν ἔχουσαν μήτε τέλος. Οὔτε γὰρ ἐνέλειψέ ποτε τῷ Πατρὶ Λόγος οὔτε τῷ Λόγῳ Πνεῦμα. Οὕτως διὰ μὲν τῆς κατὰ φύσιν ἑνότητος ἡ πολύθεος τῶν Ἑλλήνων ἐξαφανίζεται πλάνη, διὰ δὲ τῆς τοῦ Λόγου παραδοχῆς καὶ τοῦ Πνεύματος τῶν Ἰουδαίων καθαιρεῖται τὸ δόγμα, ἑκατέρας τε αἱρέσεως παραμένει τὸ χρήσιμον, ἐκ μὲν τῆς Ἰουδαϊκῆς ὑπολήψεως ἡ τῆς φύσεως ἑνότης, ἐκ δὲ τοῦ Ἑλληνισμοῦ ἡ κατὰ τὰς ὑποστάσεις διάκρισις μόνη. Εἰ δὲ ἀντιλέγοι ὁ Ἰουδαῖος πρὸς τὴν τοῦ Λόγου παραδοχὴν καὶ τοῦ Πνεύματος, ὑπὸ τῆς θείας Γραφῆς ἐλεγχέσθω τε καὶ ἐπιστομιζέσθω. Περὶ μὲν γὰρ τοῦ Λόγου φησὶν ὁ Δαυίδ· «Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ», καὶ πάλιν· «Ἀπέστειλε τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς». Λόγος δὲ προφορικὸς οὐκ ἀποστέλλεται οὐδὲ εἰς τὸν αἰῶνα διαμένει. Περὶ δὲ τοῦ Πνεύματος ὁ αὐτὸς Δαυίδ· «Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται», καὶ πάλιν· «Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν», καὶ ὁ Ἰώβ· «Πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ παντοκράτορος ἡ συνέχουσά με.» Πνεῦμα δὲ ἀποστελλόμενον καὶ ποιοῦν καὶ στερεοῦν καὶ συνέχον οὐκ ἄσθμα ἐστὶ λυόμενον, ὥσπερ οὐδὲ σωματικὸν μέλος τὸ τοῦ Θεοῦ στόμα· ἀμφότερα γὰρ θεοπρεπῶς νοητέον.

ΚΕΦΑΛΑΙΟN 8. Περὶ τῆς Ἁγίας Τριάδος

Πιστεύομεν τοιγαροῦν εἰς ἕνα Θεόν, μίαν ἀρχὴν ἄναρχον, ἄκτιστον, ἀγέννητον ἀνόλεθρόν τε καὶ ἀθάνατον, αἰώνιον, ἄπειρον, ἀπερίγραπτον, ἀπεριόριστον, ἀπειροδύναμον, ἁπλῆν, ἀσύνθετον, ἀσώματον, ἄρρευστον, ἀπαθῆ, ἄτρεπτον, ἀναλλοίωτον, ἀόρατον, πηγὴν ἀγαθότητος καὶ δικαιοσύνης, φῶς νοερόν, ἀπρόσιτον, δύναμιν οὐδενὶ μέτρῳ γνωριζομένην, μόνῳ δὲ τῷ οἰκείῳ βουλήματι μετρουμένην –πάντα γάρ, ὅσα θέλει, δύναται– πάντων κτισμάτων ὁρατῶν τε καὶ ἀοράτων ποιητικήν, πάντων συνεκτικὴν καὶ συντηρητικήν, πάντων προνοητικήν, πάντων κρατοῦσαν καὶ ἄρχουσαν καὶ βασιλεύουσαν ἀτελευτήτῳ καὶ ἀθανάτῳ βασιλείᾳ, μηδὲν ἐναντίον ἔχουσαν, πάντα πληροῦσαν, ὑπ ̓ οὐδενὸς περιεχομένην, αὐτὴν δὲ μᾶλλον περιέχουσαν τὰ σύμπαντα καὶ συνέχουσαν καὶ προέχουσαν· ἀχράντως ταῖς ὅλαις οὐσίαις ἐπιβατεύουσαν καὶ πάντων ἐπέκεινα καὶ πάσης οὐσίας ἐξῃρημένην ὡς ὑπερούσιον καὶ ὑπὲρ τὰ ὄντα οὖσαν, ὑπέρθεον, ὑπεράγαθον, ὑπερπλήρη, τὰς ὅλας ἀρχὰς καὶ τάξεις ἀφορίζουσαν καὶ πάσης ἀρχῆς καὶ τάξεως ὑπεριδρυμένην ὑπὲρ οὐσίαν καὶ ζωὴν καὶ λόγον καὶ ἔννοιαν, αὐτοφῶς, αὐτοαγαθότητα, αὐτοζωήν, αὐτοουσίαν ὡς μὴ παρ ̓ ἑτέρου τὸ εἶναι ἔχουσαν ἤ τι τῶν ὅσα ἐστίν, αὐτὴν δὲ πηγὴν οὖσαν τοῦ εἶναι τοῖς οὖσι, τοῖς ζῶσι τῆς ζωῆς, τοῖς λόγου μετέχουσι τοῦ λόγου, τοῖς πᾶσι πάντων ἀγαθῶν αἰτίαν· πάντα εἰδυῖαν πρὶν γενέσεως αὐτῶν· μίαν οὐσίαν, μίαν θεότητα, μίαν δύναμιν, μίαν θέλησιν, μίαν ἐνέργειαν, μίαν ἀρχήν, μίαν ἐξουσίαν, μίαν κυριότητα, μίαν βασιλείαν, ἐν τρισὶ τελείαις ὑποστάσεσι γνωριζομένην τε καὶ προσκυνουμένην μιᾷ προσκυνήσει πιστευομένην τε καὶ λατρευομένην ὑπὸ πάσης λογικῆς κτίσεως ἀσυγχύτως ἡνωμέναις καὶ ἀδιαστάτως διαιρουμέναις· ὃ καὶ παράδοξον· εἰς Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα, εἰς ἃ καὶ βεβαπτίσμεθα· οὕτω γὰρ ὁ Κύριος τοῖς ἀποστόλοις βαπτίζειν ἐνετείλατο· «Βαπτίζοντες αὐτούς», φάσκων, «εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος». Εἰς ἕνα Πατέρα, τὴν πάντων ἀρχὴν καὶ αἰτίαν, οὐκ ἔκ τινος γεννηθέντα, ἀναίτιον δὲ καὶ ἀγέννητον μόνον ὑπάρχοντα, πάντων μὲν ποιητήν, ἑνὸς δὲ μόνου Πατέρα φύσει τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ, Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ προβολέα τοῦ Παναγίου Πνεύματος. Καὶ εἰς ἕνα Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι ̓ οὗ τὰ πάντα ἐγένετο. «Πρὸ πάντων τῶν αἰώνων» λέγοντες δείκνυμεν, ὅτι ἄχρονος καὶ ἄναρχος αὐτοῦ ἡ γέννησις· οὐ γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη ὁ Υἱὸς τοῦ Θεοῦ, τὸ ἀπαύγασμα τῆς δόξης, ὁ χαρακτὴρ τῆς τοῦ Πατρὸς ὑποστάσεως, ἡ ζῶσα σοφία καὶ δύναμις, ὁ λόγος ὁ ἐνυπόστατος, ἡ οὐσιώδης καὶ τελεία καὶ ζῶσα εἰκὼν τοῦ ἀοράτου Θεοῦ, ἀλλ ̓ ἀεὶ ἦν σὺν τῷ Πατρὶ καὶ ἐν αὐτῷ ἀιδίως καὶ ἀνάρχως ἐξ αὐτοῦ γεγεννημένος· οὐ γὰρ ἦν ποτε ὁ Πατήρ, ὅτε οὐκ ἦν ὁ Υἱός, ἀλλ ̓ ἅμα Πατήρ, ἅμα Υἱὸς ἐξ αὐτοῦ γεγεννημένος· Πατὴρ γὰρ ἐκτὸς Υἱοῦ οὐκ ἂν κληθείη. Εἰ δὲ ἦν μὴ ἔχων Υἱόν, οὐκ ἦν Πατήρ, καὶ εἰ μετὰ ταῦτα ἔσχεν Υἱόν, μετὰ ταῦτα ἐγένετο Πατὴρ μὴ ὢν πρὸ τούτου Πατὴρ καὶ ἐτράπη ἐκ τοῦ μὴ εἶναι Πατὴρ εἰς τὸ γενέσθαι Πατήρ, ὅπερ πάσης βλασφημίας ἐστὶ χαλεπώτερον. Ἀδύνατον γὰρ τὸν Θεὸν εἰπεῖν ἔρημον τῆς φυσικῆς γονιμότητος· ἡ δὲ γονιμότης τὸ ἐξ αὐτοῦ ἤγουν ἐκ τῆς ἰδίας οὐσίας ὅμοιον κατὰ φύσιν γεννᾶν. Ἐπὶ μὲν οὖν τῆς τοῦ Υἱοῦ γεννήσεως ἀσεβὲς λέγειν χρόνον μεσιτεῦσαι ἢ μετὰ τὸν Πατέρα τὴν τοῦ Υἱοῦ γενέσθαι ὕπαρξιν. Ἐξ αὐτοῦ γὰρ, ἤγουν τῆς τοῦ Πατρὸς φύσεώς φαμεν τὴν τοῦ Υἱοῦ γέννησιν. Καὶ εἰ μὴ ἐξ ἀρχῆς δῶμεν τὸν Υἱὸν συνυπάρχειν τῷ Πατρὶ ἐξ αὐτοῦ γεγεννημένον, τροπὴν τῆς τοῦ Πατρὸς ὑποστάσεως παρεισάγομεν· ὅτι μὴ ὢν Πατὴρ ὕστερον ἐγένετο Πατήρ· ἡ γὰρ κτίσις, εἰ καὶ μετὰ ταῦτα γέγονεν, ἀλλ ̓ οὐκ ἐκ τῆς τοῦ Θεοῦ οὐσίας, ἐκ δὲ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι βουλήσει καὶ δυνάμει αὐτοῦ παρήχθη, καὶ οὐχ ἅπτεται τροπὴ τῆς τοῦ Θεοῦ φύσεως. Γέννησις μὲν γάρ ἐστι τὸ ἐκ τῆς οὐσίας τοῦ γεννῶντος προάγεσθαι τὸ γεννώμενον ὅμοιον κατ ̓ οὐσίαν, κτίσις δὲ καὶ ποίησις τὸ ἔξωθεν καὶ οὐκ ἐκ τῆς οὐσίας τοῦ κτίζοντος καὶ ποιοῦντος γίνεσθαι τὸ κτιζόμενον καὶ ποιούμενον ἀνόμοιον παντελῶς. Ἐπὶ μὲν οὖν τοῦ μόνου ἀπαθοῦς καὶ ἀναλλοιώτου καὶ ἀτρέπτου καὶ ἀεὶ ὡσαύτως ἔχοντος Θεοῦ καὶ τὸ γεννᾶν καὶ τὸ κτίζειν ἀπαθές· φύσει γὰρ ὢν ἀπαθὴς καὶ ἄρρευστος ὡς ἁπλοῦς καὶ ἀσύνθετος, οὐ πέφυκεν ὑπομένειν πάθος ἢ ῥεῦσιν οὔτε ἐν τῷ γεννᾶν οὔτε ἐν τῷ κτίζειν οὐδέ τινος συνεργίας δεῖται, ἀλλ ̓ ἡ μὲν γέννησις ἄναρχος καὶ ἀΐδιος φύσεως ἔργον οὖσα καὶ ἐκ τῆς οὐσίας αὐτοῦ προάγουσα, ἵνα τροπὴν ὁ γεννῶν μὴ ὑπομείνῃ καὶ ἵνα μὴ Θεὸς πρῶτος καὶ Θεὸς ὕστερος εἴη καὶ προσθήκην δέξηται. Ἡ δὲ κτίσις ἐπὶ Θεοῦ θελήσεως ἔργον οὖσα οὐ συναΐδιός ἐστι τῷ Θεῷ, ἐπειδὴ οὐ πέφυκε τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγόμενον συναΐδιον εἶναι τῷ ἀνάρχῳ καὶ ἀεὶ ὄντι. Ὥσπερ τοίνυν οὐχ ὁμοίως ποιεῖ ἄνθρωπος καὶ Θεός –ὁ μὲν γὰρ ἄνθρωπος οὐδὲν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει, ἀλλ ̓ ὅπερ ποιεῖ ἐκ προϋποκειμένης ὕλης ποιεῖ, οὐ θελήσας μόνον ἀλλὰ καὶ προεπινοήσας, καὶ ἐν τῷ νῷ ἀνατυπώσας τὸ γενησόμενον, εἶτα καὶ χερσὶν ἐργασάμενος καὶ κόπον ὑπομείνας καὶ κάματον, πολλάκις δὲ καὶ ἀστοχήσας μὴ ἀποβάντος, καθὰ βούλεται τοῦ ἐπιτηδεύματος· ὁ δὲ Θεὸς θελήσας μόνον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα παρήγαγεν– οὕτως οὐδὲ ὁμοίως γεννᾷ Θεὸς καὶ ἄνθρωπος. Ὁ μὲν γὰρ Θεὸς ἄχρονος ὢν καὶ ἄναρχος καὶ ἀπαθὴς καὶ ἄρρευστος καὶ ἀσώματος καὶ μόνος καὶ ἀτελεύτητος ἀχρόνως καὶ ἀνάρχως καὶ ἀπαθῶς καὶ ἀρρεύστως γεννᾷ καὶ ἐκτὸς συνδυασμοῦ· καὶ οὔτε ἀρχὴν ἔχει ἡ ἀκατάληπτος αὐτοῦ γέννησις, οὔτε τέλος. Καὶ ἀνάρχως μὲν διὰ τὸ ἄτρεπτον, ἀρρεύστως δὲ διὰ τὸ ἀπαθὲς καὶ ἀσώματον· ἐκτὸς δὲ συνδυασμοῦ διά τε τὸ ἀσώματον πάλιν καὶ ἕνα μόνον εἶναι Θεὸν ἀπροσδεῆ ἑτέρου· ἀτελευτήτως δὲ καὶ ἀκαταπαύστως διά τε τὸ ἄναρχον καὶ ἄχρονον καὶ ἀτελεύτητον καὶ ἀεὶ ὡσαύτως ἔχειν· τὸ γὰρ ἄναρχον ἀτελεύτητον, τὸ δὲ χάριτι ἀτελεύτητον οὐ πάντως ἄναρχον ὥσπερ οἱ ἄγγελοι. Γεννᾷ τοίνυν ὁ ἀεὶ ὢν Θεὸς τὸν ἑαυτοῦ Λόγον τέλειον ὄντα ἀνάρχως καὶ ἀτελευτήτως, ἵνα μὴ ἐν χρόνῳ τίκτῃ Θεὸς ὁ χρόνου ἀνωτέραν ἔχων τήν τε φύσιν καὶ τὴν ὕπαρξιν. Ὁ δὲ ἄνθρωπος δῆλον ὡς ἐναντίως γεννᾷ ὑπὸ γένεσιν τελῶν καὶ φθορὰν καὶ ῥεῦσιν καὶ πληθυσμὸν καὶ σῶμα περικείμενος καὶ τὸ ἄρρεν καὶ τὸ θῆλυ ἐν τῇ φύσει κεκτημένος· ἐνδεὲς γὰρ τὸ ἄρρεν τῆς τοῦ θήλεος βοηθείας. Ἀλλ ̓ ἵλεως εἴη ὁ πάντων ἐπέκεινα καὶ πᾶσαν νόησιν καὶ κατάληψιν ὑπερκείμενος.

Διδάσκει οὖν ἡ Ἁγία Καθολικὴ καὶ Ἀποστολικὴ Ἐκκλησία ἅμα Πατέρα καὶ ἅμα τὸν μονογενῆ αὐτοῦ Υἱὸν ἐξ αὐτοῦ γεγεννημένον ἀχρόνως καὶ ἀρρεύστως καὶ ἀπαθῶς καὶ ἀκαταλήπτως, ὡς μόνος ὁ τῶν ὅλων οἶδε Θεός. Ὥσπερ ἅμα τὸ πῦρ καὶ ἅμα τὸ ἐξ αὐτοῦ φῶς, καὶ οὐ πρῶτον τὸ πῦρ καὶ μετὰ ταῦτα τὸ φῶς ἀλλ ̓ ἅμα· καὶ ὥσπερ τὸ φῶς ἐκ τοῦ πυρὸς ἀεὶ γεννώμενον ἀεὶ ἐν αὐτῷ ἐστι μηδαμῶς αὐτοῦ χωριζόμενον, οὕτω καὶ ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς γεννᾶται μηδαμῶς αὐτοῦ χωριζόμενος, ἀλλ ̓ ἀεὶ ἐν αὐτῷ ἐστιν. Ἀλλὰ τὸ μὲν φῶς ἐκ τοῦ πυρὸς γεννώμενον ἀχωρίστως, καὶ ἐν αὐτῷ ἀεὶ μένον οὐκ ἔχει ἰδίαν ὑπόστασιν παρὰ τὸ πῦρ –ποιότης γάρ ἐστι φυσικὴ τοῦ πυρός–, ὁ δὲ Υἱὸς τοῦ Θεοῦ ὁ μονογενὴς ἐκ Πατρὸς γεννηθεὶς ἀχωρίστως καὶ ἀδιαστάτως καὶ ἐν αὐτῷ μένων ἀεὶ ἔχει ἰδίαν ὑπόστασιν παρὰ τὴν τοῦ Πατρός. Λόγος μὲν οὖν καὶ ἀπαύγασμα λέγεται διὰ τὸ ἄνευ συνδυασμοῦ καὶ ἀπαθῶς καὶ ἀχρόνως καὶ ἀρρεύστως καὶ ἀχωρίστως γεγεννῆσθαι ἐκ τοῦ Πατρός, Υἱὸς δὲ καὶ χαρακτὴρ τῆς πατρικῆς ὑποστάσεως διὰ τὸ τέλειον καὶ ἐνυπόστατον καὶ κατὰ πάντα ὅμοιον τῷ Πατρὶ εἶναι πλὴν τῆς ἀγεννησίας, μονογενὴς δέ, ὅτι μόνος ἐκ μόνου τοῦ Πατρὸς μόνως ἐγεννήθη. Οὐδὲ γὰρ ὁμοιοῦται ἑτέρα γέννησις τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ γεννήσει, οὐδὲ γάρ ἐστιν ἄλλος Υἱὸς τοῦ Θεοῦ. Εἰ γὰρ καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, ἀλλ ̓ οὐ γεννητῶς ἀλλ ̓ ἐκπορευτῶς. Ἄλλος τρόπος ὑπάρξεως οὗτος ἄληπτός τε καὶ ἄγνωστος, ὥσπερ καὶ ἡ τοῦ Υἱοῦ γέννησις. Διὸ καὶ πάντα, ὅσα ἔχει ὁ Πατήρ, αὐτοῦ εἰσι πλὴν τῆς ἀγεννησίας, ἥτις οὐ σημαίνει οὐσίας διαφορὰν οὐδὲ ἀξίωμα, ἀλλὰ τρόπον ὑπάρξεως· ὥσπερ καὶ ὁ Ἀδὰμ ἀγέννητος ὤν –πλάσμα γάρ ἐστι Θεοῦ– καὶ ὁ Σὴθ γεννητός –υἱὸς γάρ ἐστιν τοῦ Ἀδάμ– καὶ ἡ Εὔα ἐκ τῆς τοῦ Ἀδὰμ πλευρᾶς ἐκπορευθεῖσα –οὐ γὰρ ἐγεννήθη αὕτη– οὐ φύσει διαφέρουσιν ἀλλήλων –ἄνθρωποι γάρ εἰσιν–, ἀλλὰ τῷ τῆς ὑπάρξεως τρόπῳ. Χρὴ γὰρ εἰδέναι, ὅτι τὸ ἀγένητον διὰ τοῦ ἑνὸς Νῦ γραφόμενον τὸ ἄκτιστον, ἤτοι τὸ μὴ γενόμενον σημαίνει· τὸ δὲ ἀγέννητον διὰ τῶν δύο Νῦ γραφόμενον δηλοῖ τὸ μὴ γεννηθέν. Κατὰ μὲν οὖν τὸ πρῶτον σημαινόμενον διαφέρει οὐσία οὐσίας· ἄλλη γὰρ οὐσία ἡ ἄκτιστος, ἤτοι ἀγένητος διὰ τοῦ ἑνὸς Νῦ, καὶ ἄλλη ἡ γενητὴ, ἤτοι κτιστή. Κατὰ δὲ τὸ δεύτερον σημαινόμενον οὐ διαφέρει οὐσία οὐσίας· παντὸς γὰρ εἴδους ζῴων ἡ πρώτη ὑπόστασις ἀγέννητός ἐστιν, ἀλλ ̓ οὐκ ἀγένητος· ἐκτίσθησαν μὲν γὰρ ὑπὸ τοῦ δημιουργοῦ τῷ Λόγῳ αὐτοῦ παραχθέντα εἰς γένεσιν, οὐ μὴν ἐγεννήθησαν μὴ προϋπάρχοντος ἑτέρου ὁμοειδοῦς, ἐξ οὗ γεννηθῶσι. Κατὰ μὲν οὖν τὸ πρῶτον σημαινόμενον κοινωνοῦσιν αἱ τρεῖς τῆς ἁγίας θεότητος ὑπέρθεοι ὑποστάσεις· ὁμοούσιοι γὰρ καὶ ἄκτιστοι ὑπάρχουσι. Κατὰ δὲ τὸ δεύτερον σημαινόμενον οὐδαμῶς· μόνος γὰρ ὁ Πατὴρ ἀγέννητος· οὐ γὰρ ἐξ ἑτέρας ἐστὶν αὐτῷ ὑποστάσεως τὸ εἶναι. Καὶ μόνος ὁ Υἱὸς γεννητός· ἐκ τῆς τοῦ Πατρὸς γὰρ οὐσίας ἀνάρχως καὶ ἀχρόνως γεγέννηται. Καὶ μόνον τὸ Πνεῦμα τὸ Ἅγιον ἐκπορευτὸν ἐκ τῆς οὐσίας τοῦ Πατρός, οὐ γεννώμενον ἀλλ ̓ ἐκπορευόμενον. Οὕτω μὲν τῆς θείας διδασκούσης Γραφῆς, τοῦ δὲ τρόπου τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως ἀκαταλήπτου ὑπάρχοντος. Καὶ τοῦτο δὲ ἰστέον, ὡς οὐκ ἐξ ἡμῶν μετηνέχθη ἐπὶ τὴν μακαρίαν θεότητα τὸ τῆς πατρότητος καὶ υἱότητος καὶ ἐκπορεύσεως ὄνομα· τοὐναντίον δὲ ἐκεῖθεν ἡμῖν μεταδέδοται, ὥς φησιν ὁ θεῖος ἀπόστολος· «Διὰ τοῦτο κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς». Εἰ δὲ λέγομεν τὸν Πατέρα ἀρχὴν εἶναι τοῦ Υἱοῦ καὶ μείζονα, οὐ προτερεύειν αὐτὸν τοῦ Υἱοῦ χρόνῳ ἢ φύσει ὑποφαίνομεν, «δι ̓ αὐτοῦ γὰρ τοὺς αἰῶνας ἐποίησεν», οὐδὲ καθ ̓ ἕτερόν τι, εἰ μὴ κατὰ τὸ αἴτιον, τουτέστιν ὅτι ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς ἐγεννήθη καὶ οὐχ ὁ Πατὴρ ἐκ τοῦ Υἱοῦ καὶ ὅτι ὁ Πατὴρ αἴτιός ἐστι τοῦ Υἱοῦ φυσικῶς, ὥσπερ οὐκ ἐκ τοῦ φωτὸς τὸ πῦρ φαμεν προέρχεσθαι, ἀλλὰ τὸ φῶς μᾶλλον ἐκ τοῦ πυρός. Ὅτε οὖν ἀκούσωμεν ἀρχὴν καὶ μείζονα τοῦ Υἱοῦ τὸν Πατέρα, τῷ αἰτίῳ νοήσωμεν. Καὶ ὥσπερ οὐ λέγομεν ἑτέρας οὐσίας τὸ πῦρ καὶ ἑτέρας τὸ φῶς, οὕτως οὐχ οἷόν τε φάναι ἑτέρας οὐσίας τὸν Πατέρα καὶ τὸν Υἱὸν ἑτέρας, ἀλλὰ μιᾶς καὶ τῆς αὐτῆς. Καὶ καθάπερ φαμὲν διὰ τοῦ ἐξ αὐτοῦ προερχομένου φωτὸς φαίνειν τὸ πῦρ καὶ οὐ τιθέμεθα ὄργανον ὑπουργικὸν εἶναι τοῦ πυρὸς τὸ ἐξ αὐτοῦ φῶς, δύναμιν δὲ μᾶλλον φυσικήν, οὕτω λέγομεν τὸν Πατέρα πάντα, ὅσα ποιεῖ, διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ ποιεῖν οὐχ ὡς δι ̓ ὀργάνου λειτουργικοῦ, ἀλλὰ φυσικῆς καὶ ἐνυποστάτου δυνάμεως. Καὶ ὥσπερ λέγομεν τὸ πῦρ φωτίζειν καὶ πάλιν φαμὲν τὸ φῶς τοῦ πυρὸς φωτίζειν, οὕτω «πάντα, ὅσα ποιεῖ ὁ Πατήρ, ὁμοίως καὶ ὁ Υἱὸς ποιεῖ». Ἀλλὰ τὸ μὲν φῶς οὐκ ἰδίαν ὑπόστασιν παρὰ τὸ πῦρ κέκτηται, ὁ δὲ Υἱὸς τελεία ὑπόστασίς ἐστι τῆς πατρικῆς ἀχώριστος ὑποστάσεως, ὡς ἀνωτέρω παρεστήσαμεν. Ἀδύνατον γὰρ εὑρεθῆναι ἐν τῇ κτίσει εἰκόνα ἀπαραλλάκτως ἐν ἑαυτῇ τὸν τρόπον τῆς Ἁγίας Τριάδος παραδεικνύουσαν. Τὸ γὰρ κτιστὸν καὶ σύνθετον καὶ ῥευστὸν καὶ τρεπτὸν καὶ περιγραπτὸν καὶ σχῆμα ἔχον καὶ φθαρτόν, πῶς σαφῶς δηλώσει τὴν πάντων τούτων ἀπηλλαγμένην ὑπερούσιον θείαν οὐσίαν; Πᾶσα δὲ ἡ κτίσις δῆλον ὡς τοῖς πλείοσι τούτων ἐνέχεται καὶ πᾶσα κατὰ τὴν ἑαυτῆς φύσιν τῇ φθορᾷ ὑπόκειται. Ὁμοίως πιστεύομεν καὶ εἰς ἓν Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον καὶ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον καὶ ἐν Υἱῷ ἀναπαυόμενον, τὸ τῷ Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον ὡς ὁμοούσιόν τε καὶ συναΐδιον, τὸ τοῦ Θεοῦ Πνεῦμα, τὸ εὐθές, τὸ ἡγεμονικόν, τὴν πηγὴν τῆς ζωῆς καὶ τοῦ ἁγιασμοῦ, Θεὸν σὺν Πατρὶ καὶ Υἱῷ ὑπάρχον καὶ προσαγορευόμενον, ἄκτιστον, πλῆρες, δημιουργόν, παντοκρατορικόν, παντουργόν, παντοδύναμον, ἀπειροδύναμον, δεσπόζον πάσης τῆς κτίσεως οὐ δεσποζόμενον, πληροῦν οὐ πληρούμενον, μετεχόμενον οὐ μετέχον, ἁγιάζον οὐχ ἁγιαζόμενον, παράκλητον ὡς τὰς τῶν ὅλων παρακλήσεις δεχόμενον, κατὰ πάντα ὅμοιον τῷ Πατρὶ καὶ τῷ Υἱῷ, ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον καὶ δι ̓ Υἱοῦ μεταδιδόμενον καὶ μεταλαμβανόμενον ὑπὸ πάσης τῆς κτίσεως καὶ δι ̓ ἑαυτοῦ κτίζον καὶ οὐσιοῦν τὰ σύμπαντα καὶ ἁγιάζον καὶ συνέχον, ἐνυπόστατον ἤτοι ἐν ἰδίᾳ ὑποστάσει ὑπάρχον, ἀχώριστον καὶ ἀνεκφοίτητον Πατρὸς καὶ Υἱοῦ καὶ πάντα ἔχον, ὅσα ἔχει ὁ Πατὴρ καὶ ὁ Υἱός, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως. Ὁ μὲν γὰρ Πατὴρ ἀναίτιος καὶ ἀγέννητος –οὐ γὰρ ἔκ τινος· ἐξ ἑαυτοῦ γάρ τὸ εἶναι ἔχει, οὐδέ τι τῶν ὅσα περ ἐξ ἑτέρου ἔχει, αὐτὸς δὲ μᾶλλόν ἐστιν ἀρχὴ καὶ αἰτία τοῦ εἶναι καὶ τοῦ πῶς εἶναι φυσικῶς τοῖς πᾶσιν. Ὁ δὲ Υἱὸς ἐκ τοῦ Πατρὸς γεννητῶς· τὸ δὲ Πνεῦμα τὸ Ἅγιον καὶ αὐτὸ μὲν ἐκ τοῦ Πατρός, ἀλλ ̓ οὐ γεννητῶς ἀλλ ̓ ἐκπορευτῶς. Καὶ ὅτι μὲν ἔστι διαφορὰ γεννήσεως καὶ ἐκπορεύσεως, μεμαθήκαμεν· τίς δὲ ὁ τρόπος τῆς διαφορᾶς, οὐδαμῶς. Ἅμα δὲ καὶ ἡ Υἱοῦ ἐκ τοῦ Πατρὸς γέννησις, καὶ ἡ τοῦ Ἁγίου Πνεύματος ἐκπόρευσις. Πάντα οὖν, ὅσα ἔχει ὁ Υἱός, καὶ τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς ἔχει καὶ αὐτὸ τὸ εἶναι. Καὶ εἰ μὴ ὁ Πατήρ ἐστιν, οὐδὲ ὁ Υἱός ἐστιν οὐδὲ τὸ Πνεῦμα. Καὶ εἰ μὴ ὁ Πατὴρ ἔχει τι, οὐδὲ ὁ Υἱὸς ἔχει, οὐδὲ τὸ Πνεῦμα. Καὶ διὰ τὸν Πατέρα, τουτέστιν διὰ τὸ εἶναι τὸν Πατέρα, ἔστιν ὁ Υἱὸς καὶ τὸ Πνεῦμα. Καὶ διὰ τὸν Πατέρα ἔχει ὁ Υἱὸς καὶ τὸ Πνεῦμα πάντα, ἃ ἔχει, τουτέστι διὰ τὸ τὸν Πατέρα ἔχειν αὐτά, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως. Ἐν ταύταις γὰρ μόναις ταῖς ὑποστατικαῖς ἰδιότησι διαφέρουσιν ἀλλήλων αἱ ἅγιαι τρεῖς ὑποστάσεις οὐκ οὐσίᾳ, τῷ δὲ χαρακτηριστικῷ τῆς οἰκείας ὑποστάσεως ἀδιαιρέτως διαιρούμεναι. Φαμὲν δὲ ἕκαστον τῶν τριῶν τελείαν ἔχειν ὑπόστασιν, ἵνα μὴ ἐκ τριῶν ἀτελῶν μίαν σύνθετον φύσιν τελείαν γνωρίσωμεν, ἀλλ ̓ ἐν τρισὶ τελείαις ὑποστάσεσι μίαν ἁπλῆν οὐσίαν, ὑπερτελῆ καὶ προτέλειον· πᾶν γὰρ ἐξ ἀτελῶν συγκείμενον σύνθετον πάντως ἐστίν, ἐκ δὲ τελείων ὑποστάσεων, ἀδύνατον σύνθεσιν γενέσθαι. Ὅθεν οὐδὲ λέγομεν τὸ εἶδος ἐξ ὑποστάσεων, ἀλλ ̓ ἐν ὑποστάσεσιν. Ἀτελῶν δὲ εἴπομεν τῶν μὴ σῳζόντων τὸ εἶδος τοῦ ἐξ αὐτῶν ἀποτελουμένου πράγματος. Λίθος μὲν γὰρ καὶ ξύλον καὶ σίδηρος, ἕκαστον καθ ̓ ἑαυτὸ τέλειόν ἐστι κατὰ τὴν ἰδίαν φύσιν, πρὸς δὲ τὸ ἐξ αὐτῶν ἀποτελούμενον οἴκημα ἀτελὲς ἕκαστον αὐτῶν ὑπάρχει· οὐδὲ γάρ ἐστιν ἕκαστον αὐτῶν καθ ̓ ἑαυτὸ οἶκος. Τελείας μὲν οὖν τὰς ὑποστάσεις φαμέν, ἵνα μὴ σύνθεσιν ἐπὶ τῆς θείας νοήσωμεν φύσεως· «σύνθεσις γὰρ ἀρχὴ διαστάσεως». Καὶ πάλιν ἐν ἀλλήλαις τὰς τρεῖς ὑποστάσεις λέγομεν, ἵνα μὴ πλῆθος καὶ δῆμον θεῶν εἰσαγάγωμεν. Διὰ μὲν τῶν τριῶν ὑποστάσεων τὸ ἀσύνθετον καὶ ἀσύγχυτον, διὰ δὲ τοῦ ὁμοουσίου καὶ ἐν ἀλλήλαις εἶναι τὰς ὑποστάσεις καὶ τῆς ταυτότητος τοῦ θελήματός τε καὶ τῆς ἐνεργείας καὶ τῆς δυνάμεως καὶ τῆς ἐξουσίας καὶ τῆς κινήσεως, ἵν ̓ οὕτως εἴπω, τὸ ἀδιαίρετον καὶ τὸ εἶναι ἕνα Θεὸν γνωρίζομεν. Εἷς γὰρ ὄντως Θεὸς ὁ Θεὸς καὶ ὁ Λόγος καὶ τὸ Πνεῦμα αὐτοῦ. Χρὴ δὲ εἰδέναι, ὅτι ἕτερόν ἐστι τὸ πράγματι θεωρεῖσθαι καὶ ἄλλο τὸ λόγῳ καὶ ἐπινοίᾳ. Ἐπὶ μὲν οὖν πάντων τῶν κτισμάτων ἡ μὲν τῶν ὑποστάσεων διαίρεσις πράγματι θεωρεῖται· πράγματι γὰρ ὁ Πέτρος τοῦ Παύλου κεχωρισμένος θεωρεῖται. Ἡ δὲ κοινότης καὶ ἡ συνάφεια καὶ τὸ ἓν λόγῳ καὶ ἐπινοίᾳ θεωρεῖται. Νοοῦμεν γὰρ τῷ νῷ, ὅτι ὁ Πέτρος καὶ ὁ Παῦλος τῆς αὐτῆς εἰσι φύσεως καὶ κοινὴν μίαν ἔχουσι φύσιν· ἕκαστος γὰρ αὐτῶν ζῷόν ἐστι λογικὸν θνητόν, καὶ ἕκαστος σάρξ ἐστιν ἐμψυχωμένη ψυχῇ λογικῇ τε καὶ νοερᾷ. Αὕτη οὖν ἡ κοινὴ φύσις τῷ λόγῳ ἐστὶ θεωρητή. Οὐδὲ γὰρ αἱ ὑποστάσεις ἐν ἀλλήλαις εἰσίν· ἰδίᾳ δὲ ἑκάστη καὶ ἀναμέρος, ἤγουν καθ ̓ ἑαυτὴν κεχώρισται, πλεῖστα τὰ διαιροῦντα αὐτὴν ἐκ τῆς ἑτέρας ἔχουσα· καὶ γὰρ καὶ τόπῳ διεστήκασι καὶ χρόνῳ διαφέρουσι καὶ γνώμῃ μερίζονται καὶ ἰσχύι καὶ μορφῇ, ἤγουν σχήματι καὶ ἕξει καὶ κράσει καὶ ἀξίᾳ καὶ ἐπιτηδεύματι καὶ πᾶσι τοῖς χαρακτηριστικοῖς ἰδιώμασι· πλέον δὲ πάντων τῷ μὴ ἐν ἀλλήλαις ἀλλὰ κεχωρισμένως εἶναι. Ὅθεν καὶ δύο καὶ τρεῖς ἄνθρωποι λέγονται καὶ πολλοί. Τοῦτο δὲ καὶ ἐπὶ πάσης ἔστιν ἰδεῖν τῆς κτίσεως. Ἐπὶ δὲ τῆς Ἁγίας καὶ ὑπερουσίου καὶ πάντων ἐπέκεινα καὶ ἀλήπτου Τριάδος τὸ ἀνάπαλιν. Ἐκεῖ γὰρ τὸ μὲν κοινὸν καὶ ἓν πράγματι θεωρεῖται διά τε τὸ συναΐδιον καὶ τὸ ταυτὸν τῆς οὐσίας καὶ τῆς ἐνεργείας καὶ τοῦ θελήματος καὶ τὴν τῆς γνώμης σύμπνοιαν τήν τε τῆς ἐξουσίας καὶ τῆς δυνάμεως καὶ τῆς ἀγαθότητος ταυτότητα –οὐκ εἶπον ὁμοιότητα, ἀλλὰ ταυτότητα– καὶ τὸ ἓν ἔξαλμα τῆς κινήσεως· μία γὰρ οὐσία, μία ἀγαθότης, μία δύναμις, μία θέλησις, μία ἐνέργεια, μία ἐξουσία, μία καὶ ἡ αὐτὴ οὐ τρεῖς ὅμοιαι ἀλλήλαις, ἀλλὰ μία καὶ ἡ αὐτὴ κίνησις τῶν τριῶν ὑποστάσεων. Ἓν γὰρ ἕκαστον αὐτῶν ἔχει πρὸς τὸ ἕτερον οὐχ ἧττον ἢ πρὸς ἑαυτόν, τουτέστιν ὅτι κατὰ πάντα ἕν εἰσιν ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Ἅγιον Πνεῦμα πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως· ἐπινοίᾳ δὲ τὸ διῃρημένον. Ἕνα γὰρ Θεὸν γινώσκομεν, ἐν μόναις δὲ ταῖς ἰδιότησι τῆς τε πατρότητος καὶ τῆς υἱότητος καὶ τῆς ἐκπορεύσεως κατά τε τὸ αἴτιον καὶ αἰτιατὸν καὶ τὸ τέλειον τῆς ὑποστάσεως, ἤτοι τὸν τῆς ὑπάρξεως τρόπον τὴν διαφορὰν ἐννοοῦμεν. Οὔτε γὰρ τοπικὴν διάστασιν ὡς ἐφ ̓ ἡμῶν δυνάμεθα ἐπὶ τῆς ἀπεριγράπτου λέγειν θεότητος–ἐν ἀλλήλαις γὰρ αἱ ὑποστάσεις εἰσίν, οὐχ ὥστε συγχεῖσθαι, ἀλλ ̓ ὥστε ἔχεσθαι κατὰ τὸν τοῦ Κυρίου λόγον· «Ἐγὼ ἐν τῷ Πατρί, καὶ ὁ Πατὴρ ἐν ἐμοί», φήσαντος οὔτε θελήματος διαφορὰν ἢ γνώμης ἢ ἐνεργείας ἢ δυνάμεως ἤ τινος ἑτέρου, ἅτινα τὴν πραγματικὴν καὶ δι ̓ ὅλου ἐν ἡμῖν γεννῶσι διαίρεσιν. Διὸ οὐδὲ τρεῖς Θεοὺς λέγομεν τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα, ἕνα δὲ μᾶλλον Θεόν, τὴν Ἁγίαν Τριάδα, εἰς ἓν αἴτιον Υἱοῦ καὶ Πνεύματος ἀναφερομένων, οὐ συντιθεμένων οὐδὲ συναλειφομένων κατὰ τὴν Σαβελλίου συναίρεσιν –ἑνοῦνται γάρ, ὡς ἔφημεν, οὐχ ὥστε συγχεῖσθαι, ἀλλ ̓ ὥστε ἔχεσθαι ἀλλήλων· καὶ τὴν ἐν ἀλλήλαις περιχώρησιν ἔχουσι δίχα πάσης συναλοιφῆς καὶ συμφύρσεως– οὐδὲ ἐξισταμένων ἢ κατ ̓ οὐσίαν τεμνομένων κατὰ τὴν Ἀρείου διαίρεσιν. Ἀμέριστος γὰρ ἐν μεμερισμένοις, εἰ δεῖ συντόμως εἰπεῖν, ἡ θεότης καὶ οἷον ἐν ἡλίοις τρισὶν ἐχομένοις ἀλλήλων καὶ ἀδιαστάτοις οὖσι μία τοῦ φωτὸς σύγκρασίς τε καὶ συνάφεια. Ὅταν μὲν οὖν πρὸς τὴν θεότητα βλέψωμεν καὶ τὴν πρώτην αἰτίαν καὶ τὴν μοναρχίαν καὶ τὸ ἓν καὶ ταὐτὸν τῆς θεότητος, ἵν ̓ οὕτως εἴπω, κίνημά τε καὶ βούλημα καὶ τὴν τῆς οὐσίας καὶ δυνάμεως καὶ ἐνεργείας καὶ κυριότητος ταυτότητα, ἓν ἡμῖν τὸ φανταζόμενον. Ὅταν δὲ πρὸς τὰ ἐν οἷς ἡ θεότης, ἤ, τό γε ἀκριβέστερον εἰπεῖν, ἃ ἡ θεότης καὶ τὰ ἐκ τῆς πρώτης αἰτίας ἀχρόνως ἐκεῖθεν ὄντα καὶ ὁμοδόξως καὶ ἀδιαστάτως, τουτέστι τὰς ὑποστάσεις τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, τρία τὰ προσκυνούμενα. Εἷς Πατὴρ ὁ Πατὴρ καὶ ἄναρχος, τουτέστιν ἀναίτιος· οὐ γὰρ ἔκ τινος. Εἷς Υἱὸς ὁ Υἱὸς καὶ οὐκ ἄναρχος, τουτέστιν οὐκ ἀναίτιος· ἐκ τοῦ Πατρὸς γάρ. Εἰ δὲ τὴν ἀπὸ χρόνου λάβοις ἀρχήν, καὶ ἄναρχος· ποιητὴς γὰρ χρόνων οὐχ ὑπὸ χρόνον. Ἓν Πνεῦμα τό Ἅγιον Πνεῦμα, προϊὸν μὲν ἐκ τοῦ Πατρός, οὐχ υἱϊκῶς δὲ ἀλλ ̓ ἐκπορευτῶς· οὔτε τοῦ Πατρὸς ἐκστάντος τῆς ἀγεννησίας, διότι γεγέννηκεν, οὔτε τοῦ Υἱοῦ τῆς γεννήσεως, ὅτι ἐκ τοῦ ἀγεννήτου· πῶς γάρ; Οὔτε τοῦ Πνεύματος ἢ εἰς Πατέρα μεταπίπτοντος ἢ εἰς Υἱόν, ὅτι ἐκπεπόρευται καὶ ὅτι Θεός· ἡ γὰρ ἰδιότης ἀκίνητος. Ἢ πῶς ἂν ἰδιότης μένοι, κινουμένη καὶ μεταπίπτουσα; εἰ γὰρ Υἱὸς ὁ Πατήρ, οὐ Πατὴρ κυρίως· εἷς γὰρ κυρίως Πατήρ. Καὶ εἰ Πατὴρ ὁ Υἱός, οὐ κυρίως Υἱός· εἷς γὰρ κυρίως Υἱὸς καὶ ἓν Πνεῦμα Ἅγιον. Χρὴ γινώσκειν, ὅτι τὸν Πατέρα οὐ λέγομεν ἔκ τινος· λέγομεν δὲ αὐτὸν τοῦ Υἱοῦ Πατέρα. Τὸν δὲ Υἱὸν οὐ λέγομεν αἴτιον οὐδὲ Πατέρα· λέγομεν δὲ αὐτὸν καὶ ἐκ τοῦ Πατρὸς καὶ Υἱὸν τοῦ Πατρός. Τὸ δὲ Πνεῦμα τὸ Ἅγιον καὶ ἐκ τοῦ Πατρὸς λέγομεν καὶ Πνεῦμα Πατρὸς ὀνομάζομεν. Ἐκ τοῦ Υἱοῦ δὲ τὸ Πνεῦμα οὐ λέγομεν. Πνεῦμα δὲ Υἱοῦ ὀνομάζομεν· «εἴ τις γὰρ Πνεῦμα Χριστοῦ οὐκ ἔχει», φησὶν ὁ θεῖος ἀπόστολος, «οὗτος οὐκ ἔστιν αὐτοῦ». Καὶ δι ̓ Υἱοῦ πεφανερῶσθαι καὶ μεταδίδοσθαι ἡμῖν ὁμολογοῦμεν· «Ἐνεφύσησε» γὰρ, φησί, καὶ εἶπε τοῖς μαθηταῖς αὐτοῦ· «Λάβετε Πνεῦμα Ἅγιον»· ὥσπερ ἐκ τοῦ ἡλίου μὲν ἥ τε ἀκτὶς καὶ ἡ ἔλλαμψις –αὐτὸς γάρ ἐστιν ἡ πηγὴ τῆς τε ἀκτῖνος καὶ τῆς ἐλλάμψεως–, διὰ δὲ τῆς ἀκτῖνος ἡ ἔλλαμψις ἡμῖν μεταδίδοται καὶ αὕτη ἐστὶν ἡ φωτίζουσα ἡμᾶς καὶ μετεχομένη ὑφ ̓ ἡμῶν. Τὸν δὲ Υἱὸν οὔτε τοῦ Πνεύματος λέγομεν οὔτε μὴν ἐκ τοῦ Πνεύματος.

ΚΕΦΑΛΑΙΟN 9. Περὶ τῶν ἐπὶ Θεοῦ λεγομένων

Τὸ θεῖον ἁπλοῦν ἐστι καὶ ἀσύνθετον. Τὸ δὲ ἐκ πολλῶν καὶ διαφόρων συγκείμενον σύνθετόν ἐστιν. Εἰ οὖν τὸ ἄκτιστον καὶ ἄναρχον καὶ ἀσώματον καὶ ἀθάνατον καὶ αἰώνιον καὶ ἀγαθὸν καὶ δημιουργικὸν καὶ τὰ τοιαῦτα οὐσιώδεις διαφορὰς εἴπομεν ἐπὶ Θεοῦ ἐκ τοσούτων συγκείμενον, οὐχ ἁπλοῦν ἔσται, ἀλλὰ σύνθετον, ὅπερ ἐσχάτης ἀσεβείας ἐστίν. Χρὴ τοίνυν ἕκαστον τῶν ἐπὶ Θεοῦ λεγομένων οὐ τί κατ ̓ οὐσίαν ἐστί σημαίνειν οἴεσθαι, ἀλλ ̓ ἤ, τί οὐκ ἔστι, δηλοῦν ἢ σχέσιν τινὰ πρός τι τῶν ἀντιδιαστελλομένων ἤ τι τῶν παρεπομένων τῇ φύσει ἢ ἐνέργειαν. Δοκεῖ μὲν οὖν κυριώτερον πάντων τῶν ἐπὶ Θεοῦ λεγομένων ὀνομάτων εἶναι ὁ ὤν, καθὼς αὐτὸς χρηματίζων τῷ Μωσεῖ ἐπὶ τοῦ ὄρους φησίν· «Εἶπον τοῖς υἱοῖς Ἰσραήλ· Ὁ ὢν ἀπέσταλκέ με». Ὅλον γὰρ ἐν ἑαυτῷ συλλαβὼν ἔχει τὸ εἶναι οἷόν τι πέλαγος οὐσίας ἄπειρον καὶ ἀόριστον. Ὡς δέ ὁ ἅγιος Διονύσιος φησίν, ὁ ἀγαθός. Οὐ γάρ ἔστιν ἐπί Θεοῦ εἰπεῖν, πρῶτον τό εἶναι, καί τότε τό ἀγαθόν. Δεύτερον δὲ τὸ Θεὸς ὄνομα, ὃ λέγεται ἢ ἐκ τοῦ θέειν καὶ περιέπειν τὰ σύμπαντα ἢ ἐκ τοῦ αἴθειν ὅ ἐστι καίειν –«ὁ γὰρ Θεὸς πῦρ καταναλίσκον» πᾶσαν κακίαν ἐστίν– ἢ ἀπὸ τοῦ θεᾶσθαι τὰ πάντα· ἀλάθητος γάρ ἐστι καὶ πάντων ἐπόπτης. Ἐθεάσατο γὰρ «τὰ πάντα πρὶν γενέσεως αὐτῶν» ἀχρόνως ἐννοήσας καὶ ἕκαστον κατὰ τὴν θελητικὴν αὐτοῦ ἄχρονον ἔννοιαν, ἥτις ἐστὶ προορισμὸς καὶ εἰκὼν καὶ παράδειγμα, ἐν τῷ προορισθέντι, καιρῷ γίνεται. Τὸ μὲν οὖν πρότερον αὐτοῦ τοῦ εἶναι παραστατικόν ἐστι καὶ τοῦ τί εἶναι, τὸ δὲ δεύτερον ἐνεργείας· τὸ δὲ ἄναρχον καὶ ἄφθαρτον καὶ ἀγένητον, ἤτοι ἄκτιστον καὶ ἀσώματον καὶ ἀόρατον καὶ τὰ τοιαῦτα, τί οὐκ ἔστι, δηλοῖ, τουτέστιν ὅτι οὐκ ἤρξατο τοῦ εἶναι, οὐδὲ φθείρεται, οὐδὲ ἔκτισται, οὐδέ ἐστι σῶμα, οὐδὲ ὁρᾶται. Τὸ δὲ ἀγαθὸν καὶ δίκαιον καὶ ὅσιον καὶ τὰ τοιαῦτα παρέπονται τῇ φύσει, οὐκ αὐτὴν δὲ τὴν οὐσίαν δηλοῖ. Τὸ δὲ Κύριος βασιλεύς τε καὶ τὰ τοιαῦτα σχέσιν πρὸς τὰ ἀντιδιαστελλόμενα δηλοῖ· τῶν γὰρ κυριευομένων λέγεται Κύριος καὶ τῶν βασιλευομένων βασιλεύς, τῶν δημιουργουμένων δημιουργὸς καὶ τῶν ποιμαινομένων ποιμήν.

ΚΕΦΑΛΑΙΟN 10. Περὶ θείας ἑνώσεως καὶ διακρίσεως

Πάντα μὲν οὖν ταῦτα κοινῶς ἐπὶ πάσης τῆς θεότητος ἐκληπτέον καὶ ταυτῶς καὶ ἁπλῶς καὶ ἀμερῶς καὶ ἡνωμένως, διακεκριμένως δὲ τὸ Πατὴρ καὶ τὸ Υἱὸς καὶ τὸ Πνεῦμα καὶ τὸ ἀναίτιον καὶ τὸ αἰτιατὸν καὶ τὸ ἀγέννητον καὶ τὸ γεννητὸν καὶ ἐκπορευτόν, ἅτινα οὐκ οὐσίας εἰσὶ δηλωτικά, ἀλλὰ τῆς πρὸς ἄλληλα σχέσεως καὶ τοῦ τῆς ὑπάρξεως τρόπου. Ταῦτα οὖν εἰδότες καὶ ἐκ τούτων ἐπὶ τὴν θείαν οὐσίαν χειραγωγούμενοι οὐκ αὐτὴν τὴν οὐσίαν καταλαμβάνομεν, ἀλλὰ τὰ περὶ τὴν οὐσίαν· ὥσπερ οὐδέ, ἐὰν γνῶμεν ὅτι ἡ ψυχὴ ἀσώματός ἐστι καὶ ἄποσος καὶ ἀσχημάτιστος, ἤδη καὶ τὴν οὐσίαν αὐτῆς κατειλήφαμεν, οὐδὲ τοῦ σώματος, εἴπερ γνῶμεν, ὅτι λευκὸν ἢ μέλαν ἐστίν, ἀλλὰ τὰ περὶ τὴν οὐσίαν. Ὁ δὲ ἀληθὴς λόγος διδάσκει ἁπλοῦν εἶναι τὸ θεῖον καὶ μίαν ἁπλῆν ἔχειν ἐνέργειαν, ἀγαθήν, πᾶσι τὰ πάντα ἐνεργοῦσαν κατὰ τὴν τοῦ ἡλίου ἀκτῖνα, ἥτις πάντα θάλπει καὶ ἐν ἑκάστῳ κατὰ τὴν φυσικὴν ἐπιτηδειότητα καὶ δεκτικὴν δύναμιν ἐνεργεῖ ἐκ τοῦ δημιουργήσαντος Θεοῦ τὴν τοιαύτην εἰληφὼς ἐνέργειαν. Διακέκριται δὲ καί, ὅσα τῆς θείας καὶ φιλανθρώπου τοῦ Θεοῦ Λόγου σαρκώσεως· ἐν τούτοις γὰρ οὔτε ὁ Πατὴρ οὔτε τὸ Πνεῦμα κατ ̓ οὐδένα λόγον κεκοινώνηκεν, εἰ μὴ κατ ̓ εὐδοκίαν καὶ κατὰ τὴν ἄρρητον θαυματουργίαν, ἣν καὶ καθ ̓ ἡμᾶς ἄνθρωπος ὁ Θεὸς Λόγος γενόμενος εἰργάζετο ὡς ἀναλλοίωτος Θεὸς καὶ Θεοῦ Υἱός.

ΚΕΦΑΛΑΙΟN 11. Περὶ τῶν σωματικῶς ἐπὶ Θεοῦ λεγομένων

Ἐπεὶ δὲ πλεῖστα περὶ Θεοῦ σωματικώτερον ἐν τῇ θείᾳ Γραφῇ συμβολικῶς εἰρημένα εὑρίσκομεν, εἰδέναι χρή, ὡς ἀνθρώπους ὄντας ἡμᾶς καὶ τὸ παχὺ τοῦτο σαρκίον περικειμένους τὰς θείας καὶ ὑψηλὰς καὶ ἀΰλους τῆς θεότητος ἐνεργείας νοεῖν ἢ λέγειν ἀδύνατον, εἰ μὴ εἰκόσι καὶ τύποις καὶ συμβόλοις τοῖς καθ ̓ ἡμᾶς χρησαίμεθα. Ὅσα τοίνυν περὶ Θεοῦ σωματικώτερον εἴρηται, συμβολικῶς ἐστι λελεγμένα, ἔχει δέ τινα ὑψηλοτέραν διάνοιαν· ἁπλοῦν γὰρ τὸ θεῖον καὶ ἀσχημάτιστον. Ὀφθαλμοὺς μὲν οὖν Θεοῦ καὶ βλέφαρα καὶ ὅρασιν τὴν τῶν ἁπάντων ἐποπτικὴν αὐτοῦ δύναμιν καὶ τὸ ἀλάθητον τῆς αὐτοῦ γνώσεως ἐννοήσωμεν ἀπὸ τοῦ παρ ̓ ἡμῖν διὰ ταύτης τῆς αἰσθήσεως ἐντελεστέραν γνῶσίν τε καὶ πληροφορίαν ἐγγίνεσθαι. Ὦτα δὲ καὶ ἀκοὴν τὸ ἐξιλεωτικὸν αὐτοῦ καὶ τῆς ἡμετέρας δεκτικὸν δεήσεως· καὶ γὰρ ἡμεῖς τοῖς τὰς ἱκεσίας ποιουμένοις διὰ ταύτης τῆς αἰσθήσεως εὐμενεῖς γινόμεθα γνησιώτερον αὐτοῖς τὸ οὖς ἐπικλίνοντες. Στόμα δὲ καὶ λαλιὰν τὸ ἐνδεικτικὸν τῆς βουλήσεως αὐτοῦ ἐκ τοῦ παρ ̓ ἡμῖν διὰ στόματος καὶ λαλιᾶς σημαίνεσθαι τὰ ἐγκάρδια νοήματα. Βρῶσιν δὲ καὶ πόσιν τὴν ἡμετέραν πρὸς τὸ αὐτοῦ θέλημα συνδρομήν· καὶ γὰρ ἡμεῖς διὰ τῆς γευστικῆς αἰσθήσεως τὴν τῆς φύσεως ἀναπληροῦμεν ὄρεξιν ἀναγκαίαν. Ὄσφρησιν δέ, τὸ ἀποδεκτικὸν τῆς πρὸς αὐτὸν ἡμῶν ἐννοίας τε καὶ εὐνοίας ἐκ τοῦ παρ ̓ ἡμῖν διὰ ταύτης αἰσθήσεως τὴν τῆς εὐωδίας ἀποδοχὴν ἐγγίνεσθαι. Πρόσωπον δὲ τὴν δι ̓ ἔργων αὐτοῦ ἔνδειξίν τε καὶ ἐμφάνειαν ἐκ τοῦ τὴν ἡμετέραν ἐμφάνειαν διὰ προσώπου γίνεσθαι. Χεῖρας δὲ τὸ ἀνυστικὸν τῆς ἐνεργείας αὐτοῦ· καὶ γὰρ ἡμεῖς τὰ χρειώδη καὶ μάλιστα τιμιώτερα διὰ τῶν οἰκείων κατορθοῦμεν χειρῶν. Δεξιὰν δὲ τὴν ἐπὶ τοῖς αἰσίοις αὐτοῦ βοήθειαν ἐκ τοῦ καὶ ἡμᾶς μᾶλλον ἐπὶ τῶν εὐσχημοτέρων καὶ τιμιωτέρων καὶ πλείστης ἰσχύος δεομένων τῇ δεξιᾷ κεχρῆσθαι. Ψηλάφησιν δὲ τὴν ἀκριβεστέραν αὐτοῦ καὶ τῶν λίαν λεπτῶν τε καὶ κρυπτῶν διάγνωσίν τε καὶ εἴσπραξιν ἐκ τοῦ παρ ̓ ἡμῖν μὴ δύνασθαι τοὺς ψηλαφωμένους ἐν ἑαυτοῖς τι κρύπτειν. Πόδας δὲ καὶ βάδισιν τὴν πρὸς ἐπικουρίαν τῶν δεομένων ἢ ἐχθρῶν ἄμυναν ἢ ἄλλην τινὰ πρᾶξιν ἔλευσίν τε καὶ παρουσίαν ἐκ τοῦ παρ ̓ ἡμῖν διὰ τῆς τῶν ποδῶν χρήσεως ἀποτελεῖσθαι τὴν ἄφιξιν. Ὅρκον δὲ τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐκ τοῦ παρ ̓ ἡμῖν δι ̓ ὅρκου τὰς πρὸς ἀλλήλους βεβαιοῦσθαι συνθήκας. Ὀργὴν δὲ καὶ θυμὸν τὴν πρὸς τὴν κακίαν ἀπέχθειάν τε καὶ ἀποστροφήν· καὶ γὰρ ἡμεῖς τὰ ἐναντία τῆς γνώμης μισοῦντες ὀργιζόμεθα. Λήθην δὲ καὶ ὕπνον καὶ νυσταγμὸν τὴν ὑπέρθεσιν τῆς κατὰ τῶν ἐχθρῶν ἀμύνης καὶ τὴν τῆς συνήθους πρὸς τοὺς οἰκείους βοηθείας ἀναβολήν. Καὶ ἁπλῶς εἰπεῖν πάντα τὰ σωματικῶς εἰρημένα ἐπὶ Θεοῦ κεκρυμμένην ἔχει τινὰ ἔννοιαν ἐκ τῶν καθ ̓ ἡμᾶς τὰ ὑπὲρ ἡμᾶς ἐκδιδάσκουσαν, εἰ μή τι περὶ τῆς σωματικῆς τοῦ Θεοῦ Λόγου ἐπιδημίας εἴρηται· αὐτὸς γὰρ πάντα τὸν ἄνθρωπον διὰ τὴν ἡμετέραν σωτηρίαν ἀνεδέξατο, ψυχὴν νοερὰν καὶ σῶμα καὶ τὰ τῆς ἀνθρωπίνης φύσεως ἰδιώματα τά τε φυσικὰ καὶ ἀδιάβλητα πάθη.

ΚΕΦΑΛΑΙΟN 12. Ἔτι περὶ τῶν αὐτῶν

Ταῦτα μὲν οὖν ἐκ τῶν ἱερῶν μεμυήμεθα λογίων, ὡς ὁ θεῖος ἔφη Διονύσιος ὁ Ἀρεοπαγίτης, «ὅτι ὁ Θεὸς πάντων ἐστὶν αἰτία καὶ ἀρχή, τῶν ὄντων οὐσία, τῶν ζώντων ζωή, τῶν λογικῶς ὄντων λόγος, τῶν νοερῶς ὄντων νοῦς· καὶ τῶν μὲν ἀποπιπτόντων αὐτῆς ἀνάκλησίς τε καὶ ἀνάστασις, τῶν δὲ παραφθειρόντων τὸ κατὰ φύσιν ἀνακαινισμὸς καὶ ἀναμόρφωσις· τῶν κινουμένων κατά τινα ἀνίερον σάλον ἵδρυσις ἱερὰ καὶ τῶν ἑστηκότων ἀσφάλεια καὶ τῶν ἐπ ̓ αὐτὴν ἀναγομένων ὁδὸς καὶ ἀνατατικὴ χειραγωγία. »Προσθήσω δέ, ὅτι καὶ τῶν ὑπ ̓ αὐτοῦ πεποιημένων Πατήρ, κυριώτερον γὰρ ὁ Θεὸς ἡμῶν ἐστι Πατὴρ, ὁ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παραγαγὼν ἢ οἱ γεννήσαντες οἱ ἐξ αὐτοῦ καὶ τὸ εἶναι καὶ τὸ γεννᾶν εἰληφότες· τῶν ἑπομένων καὶ ὑπ ̓ αὐτοῦ ποιμαινομένων ποιμήν, τῶν φωτιζομένων ἔλλαμψις, τῶν τελουμένων τελεταρχία, τῶν θεουμένων θεαρχία, τῶν διεστώτων εἰρήνη καὶ τῶν ἁπλουμένων ἁπλότης καὶ τῶν ἑνιζομένων ἑνότης· ἀρχῆς ἁπάσης ὑπερούσιος καὶ ὑπάρχιος ἀρχὴ καὶ τοῦ κρυφίου, ἤτοι τῆς αὐτοῦ γνώσεως κατὰ τὸ θεμιτὸν καὶ ἐφικτὸν ἑκάστῳ ἀγαθὴ μετάδοσις». Ἔτι περὶ θείων ὀνομάτων ἀκριβέστερον. Τὸ θεῖον ἀκατάληπτον ὂν πάντως καὶ ἀνώνυμον ἔσται. Ἀγνοοῦντες οὖν τὴν οὐσίαν αὐτοῦ τῆς οὐσίας αὐτοῦ μὴ ἐκζητήσωμεν ὄνομα· δηλωτικὰ γὰρ τῶν πραγμάτων ἐστὶ τὰ ὀνόματα. Ἀλλ ̓ ἀγαθὸς ὢν ὁ Θεὸς καὶ ἐπὶ μεθέξει τῆς ἀγαθότητος αὐτοῦ παραγαγὼν ἡμᾶς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι καὶ γνωστικοὺς ποιήσας ἡμᾶς, ὥσπερ οὐ τῆς οὐσίας αὐτοῦ μετέδωκεν ἡμῖν, οὕτως οὐδὲ τῆς γνώσεως τῆς οὐσίας αὐτοῦ· ἀδύνατον γὰρ φύσιν τελείως γνῶναι τὴν ὑπερκειμένην φύσιν. Εἰ δὲ καὶ τῶν ὄντων αἱ γνώσεις, τὸ ὑπερούσιον πῶς γνωσθήσεται; Δι ̓ ἄφατον οὖν ἀγαθότητα ηὐδόκησεν ἐκ τῶν καθ ̓ ἡμᾶς ὀνομάζεσθαι, ἵνα μὴ ἀμέτοχοι παντελῶς ὦμεν τῆς αὐτοῦ ἐπιγνώσεως, ἀλλ ̓ ἔχωμεν κἂν ἀμυδρὰν αὐτοῦ ἔννοιαν. Καθὸ μὲν οὖν ἀκατάληπτός ἐστι, καὶ ἀκατονόμαστος· ὡς δὲ πάντων αἴτιος καὶ πάντων τῶν ὄντων τοὺς λόγους καὶ τὰς αἰτίας ἐν ἑαυτῷ προέχων, ἐκ πάντων τῶν ὄντων κατονομάζεται, καὶ ἐκ τῶν ἐναντίων οἷον φωτὸς καὶ σκότους, ὕδατος καὶ πυρός, ἵνα γνῶμεν, ὅτι οὐ ταῦτα κατ ̓ οὐσίαν ἐστίν· ἀλλ ̓ ἔστι μὲν ὑπερούσιος, διὸ καὶ ἀκατονόμαστος, ὡς δὲ πάντων τῶν ὄντων αἴτιος ἐκ πάντων τῶν αἰτιατῶν ὀνομάζεται. Διὸ τῶν θείων ὀνομάτων τὰ μὲν ἀποφατικῶς λέγεται δηλοῦντα τὸ ὑπερούσιον, οἷον ἀνούσιος, ἄχρονος, ἄναρχος, ἀόρατος, οὐχ ὅτι τινὸς ἥττων ἐστὶν ἤ τινος ἐστέρηται –αὐτοῦ γάρ ἐστι τὰ πάντα καὶ ἐξ αὐτοῦ καὶ δι ̓ αὐτοῦ γέγονε καὶ ἐν αὐτῷ συνέστηκεν–, ἀλλ ̓ ὅτι πάντων ὑπεροχικῶς τῶν ὄντων ἐξῄρηται –οὐδὲν γὰρ τῶν ὄντων, ἀλλ ̓ ὑπὲρ πάντα ἐστί. Τὰ δὲ καταφατικῶς λεγόμενα ὡς αἰτίου τῶν πάντων κατηγορεῖται· ὡς γὰρ αἴτιος πάσης οὐσίας καὶ πάντων τῶν ὄντων λέγεται καὶ ὢν καὶ οὐσία, καὶ ὡς αἴτιος λόγου παντὸς καὶ σοφίας λογικοῦ τε καὶ σοφοῦ λέγεται λόγος καὶ λογικός, σοφία καὶ σοφός· ὁμοίως καὶ νοῦς καὶ νοερός, ζωὴ καὶ ζῶν, δύναμις καὶ δυνατός· καὶ ἐπὶ πάντων τῶν λοιπῶν ὁμοίως, μᾶλλον δὲ ἐκ τῶν τιμιωτέρων καὶ πλησιαζόντων αὐτῷ οἰκειοτέρως ὀνομασθήσεται. Τιμιώτερα δὲ τὰ ἄυλα τῶν ὑλικῶν καὶ τὰ καθαρὰ τῶν ῥυπαρῶν καὶ τὰ ἅγια τῶν ἐναγῶν, καὶ μᾶλλον αὐτῷ πλησιάζοντα, ἐπεὶ καὶ πλέον μετέχουσιν αὐτοῦ. Οἰκειότερον οὖν μᾶλλον ὀνομασθήσεται ἥλιος καὶ φῶς ἤπερ σκότος, καὶ ἡμέρα ἤπερ νύξ, καὶ ζωὴ ἤπερ θάνατος, καὶ πῦρ καὶ πνεῦμα καὶ ὕδωρ ὡς ζωτικὰ ἤπερ γῆ· καὶ πρὸ πάντων καὶ πλέον ἀγαθότης ἤπερ κακία. Ταὐτὸν δὲ εἰπεῖν «ὄν» ἤπερ «μὴ ὄν»· τὸ γὰρ ἀγαθὸν ὕπαρξις καὶ ὑπάρξεως αἴτιον, τὸ δὲ κακὸν ἀγαθοῦ ἤτοι ὑπάρξεως στέρησις. Καὶ αὗται μὲν αἱ ἀποφάσεις καί καταφάσεις· γλυκυτάτη δὲ καὶ ἡ ἐξ ἀμφοῖν συνάφεια, οἷον «ἡ ὑπερούσιος οὐσία, ἡ ὑπέρθεος θεότης, ἡ ὑπεράρχιος ἀρχὴ» καὶ τὰ τοιαῦτα. Εἰσὶ δὲ καί τινα καταφατικῶς ἐπὶ Θεοῦ λεγόμενα δύναμιν ὑπεροχικῆς ἀποφάσεως ἔχοντα, οἷον «σκότος»· οὐχ ὅτι ὁ Θεὸς σκότος ἐστίν, ἀλλ ̓ ὅτι οὐκ ἔστι φῶς ἀλλ ̓ ὑπὲρ τὸ φῶς. Λέγεται μὲν οὖν ὁ Θεὸς νοῦς καὶ λόγος καὶ πνεῦμα σοφία τε καὶ δύναμις ὡς τούτων αἴτιος καὶ ὡς ἄυλος καὶ ὡς παντουργὸς καὶ παντοδύναμος. Καὶ ταῦτα κοινῶς ἐπὶ πάσης λέγεται τῆς θεότητος τά τε ἀποφατικῶς καὶ καταφατικῶς λεγόμενα. Καὶ ἐφ ̓ ἑκάστης τῶν τῆς Ἁγίας Τριάδος ὑποστάσεων ὁμοίως καὶ ὡσαύτως καὶ ἀπαραλείπτως· ὅταν γὰρ ἐννοήσω μίαν τῶν ὑποστάσεων, τέλειον Θεὸν αὐτὴν οἶδα, τελείαν οὐσίαν. Ὅταν δὲ συνάψω καὶ συναριθμήσω τὰ τρία, ἕνα Θεὸν οἶδα τέλειον· οὐ σύνθετόν ἐστιν ἡ θεότης, ἀλλ ̓ ἐν τρισὶ τελείοις ἓν τέλειον ἀμερὲς καὶ ἀσύνθετον. Ὅταν δὲ τὴν πρὸς ἄλληλα σχέσιν τῶν ὑποστάσεων ἐννοήσω, οἶδα, ὅτι ἐστὶν ὁ Πατὴρ ὑπερούσιος ἥλιος, πηγὴ ἀγαθότητος, ἄβυσσος οὐσίας, λόγου, σοφίας, δυνάμεως, φωτός, θεότητος, πηγὴ γεννητικὴ καὶ προβλητικὴ τοῦ ἐν αὐτῇ κρυφίου ἀγαθοῦ. Αὐτὸς μὲν οὖν ἐστι νοῦς, Λόγου ἄβυσσος, Λόγου γεννήτωρ καὶ διὰ Λόγου προβολεὺς ἐκφαντορικοῦ Πνεύματος· καὶ ἵνα μὴ πολλὰ λέγω, οὐκ ἔστι τῷ Πατρὶ λόγος, σοφία, δύναμις, θέλησις, εἰ μὴ ὁ Υἱός, ὅς ἐστιν ἡ μόνη δύναμις τοῦ Πατρὸς ἡ προκαταρκτικὴ τῆς τῶν πάντων ποιήσεως. Οὗτος ὡς τελεία ὑπόστασις γεννωμένη, ὡς οἶδεν αὐτός, Υἱός ἐστι τε καὶ λέγεται. Τὸ δὲ Πνεῦμα τὸ Ἅγιον ἐκφαντορικὴ τοῦ κρυφίου τῆς θεότητος δύναμις τοῦ Πατρός, ἐκ Πατρὸς μὲν δι ̓ Υἱοῦ ἐκπορευομένη, ὡς οἶδεν αὐτός, οὐ γεννητῶς· διὸ καὶ Πνεῦμα Ἅγιον τὸ τελεσιουργὸν τῆς τῶν ἁπάντων ποιήσεως. Ὅσα οὖν ἁρμόζει αἰτίῳ Πατρί, πηγῇ, γεννήτορι, τῷ Πατρὶ μόνῳ προσαρμοστέον· ὅσα δὲ αἰτιατῷ, γεννητῷ Υἱῷ, Λόγῳ, δυνάμει προκαταρκτικῇ, θελήσει, σοφίᾳ, τῷ Υἱῷ· ὅσα δὲ αἰτιατῷ, ἐκπορευτῷ, ἐκφαντορικῷ, τελεσιουργικῇ δυνάμει, τῷ Ἁγίῳ Πνεύματι. Ὁ Πατὴρ πηγὴ καὶ αἰτία Υἱοῦ καὶ Πνεύματος, Πατὴρ δὲ μόνου Υἱοῦ καὶ προβολεὺς τοῦ Ἁγίου Πνεύματος· ὁ Υἱὸς Υἱός, Λόγος, σοφία καὶ δύναμις, εἰκών, ἀπαύγασμα, χαρακτὴρ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Πατρός, οὐχ Υἱὸς δὲ τοῦ Πνεύματος. Τὸ Πνεῦμα τὸ Ἅγιον Πνεῦμα τοῦ Πατρὸς ὡς ἐκ Πατρὸς ἐκπορευόμενον –οὐδεμία γὰρ ὁρμὴ ἄνευ Πνεύματος– καὶ Υἱοῦ δὲ Πνεῦμα οὐχ ὡς ἐξ αὐτοῦ, ἀλλ ̓ ὡς δι ̓ αὐτοῦ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον· μόνος γὰρ αἴτιος ὁ Πατήρ.

ΚΕΦΑΛΑΙΟN 13. Περὶ τόπου θεοῦ καὶ ὅτι μόνον τὸ θεῖον ἀπερίγραπτον

Τόπος ἐστὶ σωματικὸς πέρας τοῦ περιέχοντος, καθ ̓ ὃ περιέχεται τὸ περιεχόμενον· οἷον ὁ ἀὴρ περιέχει, τό δέ σῶμα περιέχεται. Οὐχ ὅλος ὁ περιέχων ἀὴρ τόπος ἐστὶ τοῦ περιεχομένου σώματος, ἀλλὰ τὸ τέλος τοῦ περιέχοντος ἀέρος, τὸ ἐφαπτόμενον τοῦ περιεχομένου σώματος. Πάντως δέ, ὅτι τὸ περιέχον οὐκ ἔστιν ἐν τῷ περιεχομένῳ. Ἔστι δὲ καὶ νοητὸς τόπος, ἔνθα νοεῖται καὶ ἔστιν ἡ νοητὴ καὶ ἀσώματος φύσις· ἔνθαπερ πάρεστι καὶ ἐνεργεῖ καὶ οὐ σωματικῶς περιέχεται ἀλλὰ νοητῶς· οὐ γὰρ ἔχει σχῆμα, ἵνα σωματικῶς περισχεθῇ. Ὁ μὲν οὖν Θεὸς ἄυλος ὢν καὶ ἀπερίγραπτος ἐν τόπῳ οὐκ ἔστιν· αὐτὸς γὰρ ἑαυτοῦ τόπος ἐστὶ, τὰ πάντα πληρῶν καὶ ὑπὲρ τὰ πάντα ὢν καὶ αὐτὸς συνέχων τὰ πάντα. Λέγεται δὲ ἐν τόπῳ εἶναι. Καὶ λέγεται τόπος Θεοῦ, ἔνθα ἔκδηλος ἡ ἐνέργεια αὐτοῦ γίνεται. Αὐτὸς μὲν γὰρ διὰ πάντων ἀμιγῶς διήκει καὶ πᾶσι μεταδίδωσι τῆς ἑαυτοῦ ἐνεργείας κατὰ τὴν ἑκάστου ἐπιτηδειότητα καὶ δεκτικὴν δύναμιν, φημὶ δὴ τήν τε φυσικὴν καὶ προαιρετικὴν καθαρότητα· καθαρώτερα γὰρ τὰ ἄυλα τῶν ὑλικῶν καὶ τὰ ἐνάρετα τῶν κακίᾳ συνεζευγμένων. Λέγεται τοιγαροῦν Θεοῦ τόπος ὁ πλέον μετέχων τῆς ἐνεργείας καὶ τῆς χάριτος αὐτοῦ. Διὰ τοῦτο ὁ οὐρανὸς αὐτοῦ θρόνος –ἐν αὐτῷ γάρ εἰσιν οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ ἄγγελοι καὶ ἀεὶ δοξάζοντες αὐτόν· αὕτη γὰρ αὐτῷ ἀνάπαυσις– καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ –ἐν αὐτῇ γὰρ διὰ σαρκὸς τοῖς ἀνθρώποις συνανεστράφη–. Ποὺς δὲ τοῦ Θεοῦ ἡ ἁγία σὰρξ αὐτοῦ διαφόρως ὠνόμασται. Λέγεται καὶ ἡ Ἐκκλησία τόπος Θεοῦ· τοῦτον γὰρ εἰς δοξολογίαν αὐτοῦ ὥσπερ τι τέμενος ἀφωρίσαμεν, ἐν ᾧ καὶ τὰς πρὸς αὐτὸν ἐντεύξεις ποιούμεθα. Ὁμοίως καὶ οἱ τόποι, ἐν οἷς ἔκδηλος ἡμῖν ἡ αὐτοῦ ἐνέργεια εἴτε διὰ σαρκὸς εἴτε ἄνευ σώματος γέγονε, τόποι Θεοῦ λέγονται. Ἰστέον δέ, ὅτι τὸ θεῖον ἀμερές ἐστιν, ὅλον ὁλικῶς πανταχοῦ ὂν καὶ οὐ μέρος ἐν μέρει σωματικῶς διαιρούμενον, ἀλλ ̓ ὅλον ἐν πᾶσι καὶ ὅλον ὑπὲρ τὸ πᾶν. Περί τόπου ἀγγέλου καί τῆς ψυχῆς καί περί τοῦ ἀπεριγράπτου. Ὁ δὲ ἄγγελος σωματικῶς μὲν ἐν τόπῳ οὐ περιέχεται ὥστε τυποῦσθαι καὶ σχηματίζεσθαι, ὅμως λέγεται εἶναι ἐν τόπῳ διὰ τὸ παρεῖναι νοητῶς καὶ ἐνεργεῖν κατὰ τὴν ἑαυτοῦ φύσιν καὶ μὴ εἶναι ἀλλαχοῦ, ἀλλ ̓ ἐκεῖσε νοητῶς περιγράφεσθαι, ἔνθα καὶ ἐνεργεῖ· οὐ γὰρ δύναται κατὰ ταὐτὸν ἐν διαφόροις τόποις ἐνεργεῖν, μόνου γὰρ Θεοῦ ἐστι τὸ πανταχοῦ κατὰ ταὐτὸν ἐνεργεῖν. Ὁ μὲν γὰρ ἄγγελος τάχει φύσεως καὶ τῷ ἑτοίμως, ἤγουν ταχέως, μεταβαίνειν ἐνεργεῖ ἐν διαφόροις τόποις, τὸ δὲ θεῖον πανταχῇ ὂν καὶ ὑπὲρ τὸ πᾶν κατὰ ταὐτὸν διαφόρως ἐνεργεῖ μιᾷ καὶ ἁπλῇ ἐνεργείᾳ. Ἡ δὲ ψυχὴ συνδέδεται τῷ σώματι ὅλη ὅλῳ καὶ οὐ μέρος μέρει καὶ οὐ περιέχεται ὑπ ̓ αὐτοῦ, ἀλλὰ περιέχει αὐτό, ὥσπερ πῦρ σίδηρον, καὶ ἐν αὐτῷ οὖσα τὰς οἰκείας ἐνεργείας ἐνεργεῖ. Περιγραπτόν μέν ἐστι τὸ τόπῳ ἢ χρόνῳ ἢ καταλήψει περιλαμβανόμενον, ἀπερίγραπτον δὲ τὸ μηδενὶ τούτων περιεχόμενον. Ἀπερίγραπτον μὲν οὖν μόνον ἐστὶ τὸ θεῖον ἄναρχον ὂν καὶ ἀτελεύτητον καὶ πάντα περιέχον καὶ μηδεμιᾷ καταλήψει περιεχόμενον· μόνον γάρ ἐστιν ἀκατάληπτον καὶ ἀόριστον, ὑπ ̓ οὐδενὸς γινωσκόμενον, αὐτὸ δὲ μόνον ἑαυτοῦ θεωρητικόν. Ὁ δὲ ἄγγελος καὶ χρόνῳ περιγράφεται –ἤρξατο γὰρ τοῦ εἶναι– καὶ τόπῳ, εἰ καὶ νοητῶς, ὡς προείπομεν, καὶ καταλήψει· καὶ ἀλλήλων γὰρ τὴν φύσιν ἴσασι πως καὶ ὑπὸ κτίστου ὁρίζονται τέλεον· τὰ δὲ σώματα καὶ ἀρχῇ καὶ τέλει καὶ τόπῳ σωματικῷ καὶ καταλήψει. Συλλογιμαῖα περί τοῦ Θεοῦ καί Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος καὶ τοῦ Λόγου καὶ τοῦ Πνεύματος. Ἄτρεπτον παντελῶς τὸ θεῖον καὶ ἀναλλοίωτον· πάντα γὰρ τῇ προγνώσει τὰ οὐκ ἐφ ̓ ἡμῖν προώρισεν, ἕκαστον κατὰ τὸν ἴδιον καὶ πρέποντα καιρὸν καὶ τόπον. Καὶ κατὰ τοῦτο «ὁ Πατὴρ οὐδένα κρίνει, τὴν δὲ κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ»· ἔκρινε γὰρ ὁ Πατὴρ δηλονότι καὶ ὁ Υἱὸς ὡς Θεὸς, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· αὐτὸς δὲ ὁ Υἱὸς ὡς ἄνθρωπος σωματικῶς καταβήσεται καὶ καθιεῖται ἐπὶ θρόνου δόξης –σώματος γὰρ περιγραπτοῦ ἡ κατάβασις καὶ ἡ καθέδρα– καὶ κρινεῖ πᾶσαν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Πάντα ἀπέχει Θεοῦ, οὐ τόπῳ ἀλλὰ φύσει. Ἐπὶ ἡμῶν φρόνησις καὶ σοφία καὶ βουλὴ ὡς ἕξις συμβαίνει καὶ ἀποχωρεῖ, οὐ μὴν ἐπὶ Θεοῦ. Ἐπ ̓ αὐτοῦ γὰρ οὐδὲν γίνεται καὶ ἀπογίνεται· ἀναλλοίωτος γάρ ἐστι καὶ ἄτρεπτος, καὶ οὐ χρὴ συμβεβηκὸς ἐπ ̓ αὐτοῦ λέγειν. Τὸ ἀγαθὸν ὁ Θεὸς σύνδρομον ἔχει τῇ οὐσίᾳ. Ὁ ἐπιθυμῶν ἀεὶ τοῦ Θεοῦ, οὗτος ὁρᾷ αὐτόν. Ἐν πᾶσι γάρ ἐστιν ὁ Θεός· τοῦ γὰρ ὄντος ἐξῆπται τὰ ὄντα, καὶ οὐκ ἔστιν εἶναί τι, εἰ μὴ ἐν τῷ ὄντι τὸ εἶναι ἔχοι, ὅτι πᾶσι μὲν ἐγκέκραται ὁ Θεὸς ὡς συνέχων τὴν φύσιν, τῇ δὲ ἁγίᾳ αὐτοῦ σαρκὶ ὁ Θεὸς Λόγος καθ ̓ ὑπόστασιν ἡνώθη καὶ κατεμίχθη ἀσυγχύτως πρὸς τὸ ἡμέτερον. Οὐδεὶς ὁρᾷ τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα. Βούλησις καὶ σοφία καὶ δύναμις ὁ Υἱός ἐστι τοῦ Πατρός· οὐ χρὴ γὰρ λέγειν ἐπὶ Θεοῦ ποιότητα, ἵνα μὴ σύνθετον αὐτὸν εἴπωμεν ἐξ οὐσίας καὶ ποιότητος. Ὁ Υἱὸς ἐκ τοῦ Πατρός ἐστι καὶ πάντα, ὅσα ἔχει, ἐξ αὐτοῦ ἔχει. Διὸ οὐ δύναται ποιεῖν ἀφ ̓ ἑαυτοῦ οὐδέν· οὐ γὰρ ἔχει ἰδιάζουσαν ἐνέργειαν παρὰ τὸν Πατέρα. Ὅτι φύσει ἀόρατος ὁ Θεός, ὁρατὸς ταῖς ἐνεργείαις γίνεται, ἐκ τῆς τοῦ κόσμου συστάσεως καὶ κυβερνήσεως γινωσκόμενος. Εἰκὼν τοῦ Πατρὸς ὁ Υἱός, καὶ Υἱοῦ τὸ Πνεῦμα, δι ̓ οὗ ὁ Χριστὸς ἐνοικῶν ἀνθρώπῳ δίδωσιν αὐτῷ τὸ κατ ̓ εἰκόνα. Θεὸς τὸ Πνεῦμα τὸ Ἅγιον, μέσον ἀγεννήτου καὶ γεννητοῦ καὶ δι ̓ Υἱοῦ τῷ Πατρὶ συναπτόμενον· Πνεῦμα Θεοῦ λέγεται, Πνεῦμα Χριστοῦ, νοῦς Χριστοῦ, Πνεῦμα Κυρίου, αὐτοκύριος, Πνεῦμα υἱοθεσίας, ἀληθείας, ἐλευθερίας, σοφίας (καὶ γὰρ ποιητικὸν τούτων ἁπάντων)· πάντα τῇ οὐσίᾳ πληροῦν, πάντα συνέχον, πληρωτικὸν κόσμου κατὰ τὴν οὐσίαν, ἀχώρητον κόσμῳ κατὰ τὴν δύναμιν. Θεός ἐστιν ἀΐδιος οὐσία καὶ ἀπαράλλακτος, δημιουργικὴ τῶν ὄντων, εὐσεβεῖ συνειδήσει προσκυνουμένη. Θεὸς καὶ Πατὴρ ὁ ὢν ἀεὶ ἀγέννητος, ὡς μὴ ἔκ τινος γεννηθείς, γεννήσας δὲ Υἱὸν συναΐδιον. Θεὸς ἐστιν καὶ ὁ Υἱός, ὁ ὢν ἀεὶ σὺν τῷ Πατρί, ἀχρόνως καὶ ἀιδίως καὶ ἀρρεύστως καὶ ἀπαθῶς καὶ ἀδιαστάτως ἐξ αὐτοῦ γεγεννημένος. Θεὸς τὸ Πνεῦμα τὸ Ἅγιόν ἐστι, δύναμις ἁγιαστική, ἐνυπόστατος, ἐκ τοῦ Πατρὸς ἀδιαστάτως ἐκπορευομένη καὶ ἐν Υἱῷ ἀναπαυομένη, ὁμοούσιος Πατρὶ καὶ Υἱῷ. Λόγος ἐστὶν ὁ οὐσιωδῶς τῷ Πατρὶ ἀεὶ συμπαρών. Λόγος πάλιν ἐστὶ καὶ ἡ φυσικὴ τοῦ νοῦ κίνησις, καθ ̓ ἣν κινεῖται καὶ νοεῖ καὶ λογίζεται οἱονεὶ φῶς αὐτοῦ ὢν καὶ ἀπαύγασμα. Λόγος πάλιν ἐστὶν ὁ ἐνδιάθετος, ὁ ἐν καρδίᾳ λαλούμενος. Καὶ πάλιν λόγος ἐστὶν ἄγγελος νοήματος. Ὁ μὲν οὖν Θεὸς Λόγος οὐσιώδης τέ ἐστι καὶ ἐνυπόστατος, οἱ δὲ λοιποὶ τρεῖς λόγοι δυνάμεις εἰσὶ τῆς ψυχῆς οὐκ ἐν ἰδίᾳ ὑποστάσει θεωρούμενοι· ὧν ὁ μὲν πρῶτος τοῦ νοῦ φυσικόν ἐστι γέννημα ἐξ αὐτοῦ ἀεὶ φυσικῶς πηγαζόμενον, ὁ δεύτερος δὲ λέγεται ἐνδιάθετος, ὁ δὲ τρίτος προφορικός. Τὸ πνεῦμα νοεῖται πολλαχῶς· Τὸ Ἅγιον Πνεῦμα. Λέγονται δὲ καὶ αἱ δυνάμεις τοῦ Πνεύματος τοῦ Ἁγίου πνεύματα· πνεῦμα καὶ ὁ ἄγγελος ὁ ἀγαθός· πνεῦμα καὶ ὁ δαίμων· πνεῦμα καὶ ἡ ψυχή· ἔστι δέ, ὅτε καὶ ὁ νοῦς πνεῦμα λέγεται· πνεῦμα καὶ ὁ ἄνεμος· πνεῦμα καὶ ὁ ἀήρ.

ΚΕΦΑΛΑΙΟN 14. Τὰ ἰδιώματα τῆς θείας φύσεως

Τὸ ἄκτιστον, τὸ ἄναρχον, τὸ ἀθάνατον καὶ ἀπέραντον καὶ αἰώνιον, τὸ ἄυλον, τὸ ἀγαθόν, τὸ δημιουργικόν, τὸ δίκαιον, τὸ φωτιστικόν, τὸ ἄτρεπτον, τὸ ἀπαθές, τὸ ἀπερίγραπτον, τὸ ἀχώρητον, τὸ ἀπεριόριστον, τὸ ἀόριστον, τὸ ἀσώματον, τὸ ἀόρατον, τὸ ἀπερινόητον, τὸ ἀνενδεές, τὸ αὐτοκρατὲς καὶ αὐτεξούσιον, τὸ παντοκρατορικόν, τὸ ζωοδοτικόν, τὸ παντοδύναμον, τὸ ἀπειροδύναμον, τὸ ἁγιαστικὸν καὶ μεταδοτικόν, τὸ περιέχειν καὶ συνέχειν τὰ σύμπαντα καὶ πάντων προνοεῖσθαι· πάντα ταῦτα καὶ τοιαῦτα φύσει ἔχει οὐκ ἄλλοθεν εἰληφυῖα, ἀλλ ̓ αὐτὴ μεταδιδοῦσα παντὸς ἀγαθοῦ τοῖς οἰκείοις ποιήμασι κατὰ τὴν ἑκάστου δεκτικὴν δύναμιν. Ἡ ἐν ἀλλήλαις τῶν ὑποστάσεων μονή τε καὶ ἵδρυσις· ἀδιάστατοι γὰρ αὗται καὶ ἀνεκφοίτητοι ἀλλήλων εἰσὶν, ἀσύγχυτον ἔχουσαι τὴν ἐν ἀλλήλαις περιχώρησιν, οὐχ ὥστε συναλείφεσθαι ἢ συγχεῖσθαι, ἀλλ ̓ ὥστε ἔχεσθαι ἀλλήλων. Υἱὸς γὰρ ἐν Πατρὶ καὶ Πνεύματι, καὶ Πνεῦμα ἐν Πατρὶ καὶ Υἱῷ, καὶ Πατὴρ ἐν Υἱῷ καὶ Πνεύματι, μηδεμιᾶς γινομένης συναλοιφῆς ἢ συμφύρσεως ἢ συγχύσεως. Καὶ τὸ ἓν καὶ ταὐτὸν τῆς κινήσεως· ἓν γὰρ ἔξαλμα καὶ μία κίνησις τῶν τριῶν ὑποστάσεων, ὅπερ ἐπὶ τῆς κτιστῆς φύσεως θεωρηθῆναι ἀδύνατον. Καὶ ὅτι ἡ θεία ἔλλαμψις καὶ ἐνέργεια μία οὖσα καὶ ἁπλῆ καὶ ἀμερὴς καὶ ἀγαθοειδῶς ἐν τοῖς μεριστοῖς ποικιλλομένη καὶ τούτοις πᾶσι τὰ τῆς οἰκείας φύσεως συστατικὰ νέμουσα μένει ἁπλῆ, πληθυνομένη μὲν ἐν τοῖς μεριστοῖς ἀμερίστως καὶ τὰ μεριστὰ πρὸς τὴν ἑαυτῆς ἁπλότητα συνάγουσα καὶ ἐπιστρέφουσα –πάντα γὰρ αὐτῆς ἐφίεται καὶ ἐν αὐτῇ ἔχει τὴν ὕπαρξιν–· καὶ αὐτὴ τοῖς πᾶσι τὸ εἶναι καθὼς ἔχει φύσεως μεταδίδωσι· καὶ αὐτή ἐστι τῶν ὄντων τὸ εἶναι καὶ τῶν ζώντων ἡ ζωὴ καὶ τῶν λογικῶς ὄντων ὁ λόγος καὶ τῶν νοερῶς ὄντων ἡ νόησις, αὐτὴ ὑπὲρ νοῦν οὖσα καὶ ὑπὲρ λόγον καὶ ὑπὲρ ζωὴν καὶ ὑπὲρ οὐσίαν. Ἔτι δὲ καὶ τὸ διὰ πάντων διήκειν ἀμιγῶς, δι ̓ αὑτῆς δὲ οὐδέν. Ἔτι καὶ τὸ ἁπλῇ γνώσει γινώσκειν τὰ πάντα καὶ πάντα τῷ θείῳ καὶ παντεποπτικῷ καὶ ἀΰλῳ αὐτῆς ὄμματι ἁπλῶς καθορᾶν, τά τε ἐνεστῶτα τά τε παρεληλυθότα καὶ τὰ μέλλοντα πρὶν γενέσεως αὐτῶν· τὸ ἀναμάρτητον καὶ ἀφιέναι ἁμαρτίας καὶ σῴζειν· καὶ ὅτι πάντα μέν, ὅσα θέλει, δύναται, οὐχ ὅσα δὲ δύναται, θέλει· δύναται γὰρ ἀπολέσαι τὸν κόσμον, οὐ θέλει δέ.

Βιβλίο B'

ΚΕΦΑΛΑΙΟN 15. Περὶ αἰῶνος

Αὐτὸς τοὺς αἰῶνας ἐποίησεν, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, πρὸς ὅν φησιν ὁ θεῖος Δαυίδ· «Ἀπὸ τοῦ αἰῶνος καί ἕως τοῦ αἰῶνος σὺ εἶ». Καὶ ὁ θεῖος ἀπόστολος· «Δι ̓ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε». Χρὴ τοίνυν γινώσκειν, ὅτι τὸ τοῦ αἰῶνος ὄνομα πολύσημόν ἐστι· πλεῖστα γὰρ σημαίνει. Αἰὼν γὰρ λέγεται καὶ ἡ ἑκάστου τῶν ἀνθρώπων ζωή. Λέγεται πάλιν αἰὼν καὶ ὁ τῶν χιλίων ἐτῶν χρόνος. Πάλιν λέγεται αἰὼν ὅλος ὁ παρὼν βίος, καὶ αἰὼν ὁ μέλλων, ὁ μετὰ τὴν ἀνάστασιν, ὁ ἀτελεύτητος. Λέγεται πάλιν αἰὼν, οὐ χρόνος, οὐδὲ χρόνου τι μέρος ἡλίου φορᾷ καὶ δρόμῳ μετρούμενον, ἤγουν δι ̓ ἡμερῶν καὶ νυκτῶν συνιστάμενον, ἀλλὰ τὸ συμπαρεκτεινόμενον τοῖς ἀιδίοις οἷόν τι χρονικὸν κίνημα καὶ διάστημα. Ὅπερ γὰρ τοῖς ὑπὸ χρόνον ὁ χρόνος, τοῦτο τοῖς ἀιδίοις ἐστὶν αἰών. Λέγονται μὲν οὖν ἑπτὰ αἰῶνες τοῦ κόσμου τούτου, ἤγουν ἀπὸ τῆς οὐρανοῦ καὶ γῆς κτίσεως μέχρι τῆς κοινῆς τῶν ἀνθρώπων συντελείας τε καὶ ἀναστάσεως. Ἔστι μὲν γὰρ συντέλεια μερικὴ ὁ ἑκάστου θάνατος· ἔστι δὲ καὶ κοινὴ καὶ παντελὴς συντέλεια, ὅτε μέλλει ἡ κοινὴ γίνεσθαι τῶν ἀνθρώπων ἀνάστασις. Ὄγδοος δὲ αἰὼν ὁ μέλλων. Πρὸ δὲ τῆς τοῦ κόσμου συστάσεως, ὅτε οὐδὲ ἥλιος ἦν διαιρῶν ἡμέραν ἀπὸ νυκτός, οὐκ ἦν αἰὼν μετρητός, ἀλλὰ τὸ συμπαρεκτεινόμενον τοῖς ἀιδίοις, οἷόν τι χρονικὸν κίνημα καὶ διάστημα· καὶ κατὰ μὲν τοῦτο εἷς αἰών ἐστι, καθὸ καὶ λέγεται ὁ Θεὸς αἰώνιος, ἀλλὰ καὶ προαιώνιος. Καὶ αὐτὸν γὰρ τὸν αἰῶνα αὐτὸς ἐποίησε· μόνος γὰρ ἄναρχος ὢν ὁ Θεὸς πάντων αὐτός ἐστι ποιητής, τῶν τε αἰώνων καὶ πάντων τῶν ὄντων. Θεὸν δὲ εἰπὼν δῆλον, ὅτι τὸν Πατέρα λέγω καὶ τὸν μονογενῆ αὐτοῦ Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ τὸ Πνεῦμα αὐτοῦ τὸ Πανάγιον, τὸν ἕνα Θεὸν ἡμῶν. Λέγονται δὲ αἰῶνες αἰώνων, καθότι καὶ οἱ τοῦ παρόντος κόσμου ἑπτὰ αἰῶνες πολλοὺς αἰῶνας, ἤγουν ζωὰς ἀνθρώπων περιέχουσι, καὶ ὁ αἰὼν ὁ εἷς πάντων τῶν αἰώνων ἐστὶ περιεκτικός. Καὶ αἰὼν αἰῶνος λέγεται ὁ νῦν καὶ ὁ μέλλων. Αἰώνιος δὲ ζωὴ καὶ αἰώνιος κόλασις τὸ ἀτελεύτητον τοῦ μέλλοντος αἰῶνος δηλοῖ. Οὐδὲ γὰρ μετὰ τὴν ἀνάστασιν ἡμέραις καὶ νυξὶν ὁ χρόνος ἀριθμηθήσεται· ἔσται δὲ μᾶλλον μία ἡμέρα ἀνέσπερος, τοῦ ἡλίου τῆς δικαιοσύνης τοῖς δικαίοις φαιδρῶς ἐπιλάμποντος, τοῖς δὲ ἁμαρτωλοῖς νὺξ βαθεῖα ἀπέραντος. Πῶς τοίνυν ὁ τῶν χιλίων ἐτῶν τῆς ὠριγενιαστικῆς ἀποκαταστάσεως ἀριθμηθήσεται χρόνος; Πάντων οὖν τῶν αἰώνων εἷς ποιητής ἐστιν, ὁ Θεὸς, ὁ καὶ τὰ σύμπαντα δημιουργήσας, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων.

ΚΕΦΑΛΑΙΟN 16. Περὶ δημιουργίας

Ἐπεὶ οὖν ὁ ἀγαθὸς καὶ ὑπεράγαθος Θεὸς οὐκ ἠρκέσθη τῇ ἑαυτοῦ θεωρίᾳ, ἀλλ ̓ ὑπερβολῇ ἀγαθότητος εὐδόκησε γενέσθαι τινὰ τὰ εὐεργετηθησόμενα καὶ μεθέξοντα τῆς αὐτοῦ ἀγαθότητος, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει καὶ δημιουργεῖ τὰ σύμπαντα, ἀόρατά τε καὶ ὁρατά, καὶ τὸν ἐξ ὁρατοῦ καὶ ἀοράτου συγκείμενον ἄνθρωπον. Κτίζει δὲ ἐννοῶν, καὶ τὸ ἐννόημα ἔργον ὑφίσταται Λόγῳ συμπληρούμενον καὶ Πνεύματι τελειούμενον.

ΚΕΦΑΛΑΙΟN 17. Περὶ ἀγγέλων

Αὐτὸς τῶν ἀγγέλων ἐστὶ ποιητὴς καὶ Δημιουργὸς, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν αὐτούς, κατ ̓ οἰκείαν εἰκόνα κτίσας αὐτοὺς φύσιν ἀσώματον, οἷόν τι πνεῦμα ἤ πῦρ ἄυλον, ὥς φησιν ὁ θεῖος Δαυίδ· «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα», τὸ κοῦφον καὶ διάπυρον καὶ θερμὸν καὶ τομώτατον καὶ ὀξὺ περὶ τὴν θείαν ἔφεσίν τε καὶ λειτουργίαν διαγράφων καὶ τὸ ἀνωφερὲς αὐτῶν καὶ πάσης ὑλικῆς ἐννοίας ἀπηλλαγμένον. Ἄγγελος τοίνυν ἐστὶν οὐσία νοερά, ἀεικίνητος, αὐτεξούσιος, ἀσώματος, Θεῷ λειτουργοῦσα, κατὰ χάριν ἐν τῇ φύσει τὸ ἀθάνατον εἰληφυῖα, ἧς οὐσίας τὸ εἶδος καὶ τὸν ὅρον μόνος ὁ Κτίστης ἐπίσταται. Ἀσώματος δὲ λέγεται καὶ ἄυλος, ὅσον πρὸς ἡμᾶς· πᾶν γὰρ συγκρινόμενον πρὸς Θεὸν τὸν μόνον ἀσύγκριτον παχύ τε καὶ ὑλικὸν εὑρίσκεται· μόνον γὰρ ὄντως ἄυλον τὸ θεῖόν ἐστι καὶ ἀσώματον. Ἔστι τοίνυν φύσις λογικὴ νοερά τε καὶ αὐτεξούσιος, τρεπτὴ κατὰ γνώμην, ἤτοι ἐθελότρεπτος· πᾶν γὰρ κτιστὸν καὶ τρεπτόν, μόνον δὲ τὸ ἄκτιστον ἄτρεπτον. Καί πᾶν λογικὸν αὐτεξούσιον. Ὡς μὲν οὖν λογικὴ καὶ νοερὰ αὐτεξούσιός ἐστιν· ὡς δὲ κτιστὴ τρεπτή, ἔχουσα ἐξουσίαν καὶ μένειν καὶ προκόπτειν ἐν τῷ ἀγαθῷ καὶ ἐπὶ τὸ χεῖρον τρέπεσθαι. Ἀνεπίδεκτος μετανοίας, ὅτι καὶ ἀσώματος· ὁ γὰρ ἄνθρωπος διὰ τὴν τοῦ σώματος ἀσθένειαν τῆς μετανοίας ἔτυχεν. Ἀθάνατος οὐ φύσει, ἀλλὰ χάριτι· πᾶν γὰρ τὸ ἀρξάμενον καὶ τελευτᾷ κατὰ φύσιν. Μόνος δὲ ὁ Θεὸς ἀεὶ ὤν, μᾶλλον δὲ καὶ ὑπὲρ τὸ ἀεί· οὐχ ὑπὸ χρόνον γάρ, ἀλλ ̓ ὑπὲρ χρόνον ὁ τῶν χρόνων ποιητής. Φῶτα δεύτερα νοερὰ ἐκ τοῦ πρώτου καὶ ἀνάρχου φωτὸς τὸν φωτισμὸν ἔχοντα, οὐ γλώσσης καὶ ἀκοῆς δεόμενα, ἀλλ ̓ ἄνευ λόγου προφορικοῦ μεταδιδόντα ἀλλήλοις τὰ ἴδια νοήματα καὶ βουλήματα. Διὰ τοῦ Λόγου τοίνυν ἐκτίσθησαν πάντες οἱ ἄγγελοι καὶ ὑπὸ τοῦ Ἁγίου Πνεύματος διὰ τοῦ ἁγιασμοῦ ἐτελειώθησαν, κατ ̓ ἀναλογίαν τῆς ἀξίας καὶ τῆς τάξεως τοῦ φωτισμοῦ καὶ τῆς χάριτος μετέχοντες. Περιγραπτοί εἰσιν· ὅτε γάρ εἰσιν ἐν τῷ οὐρανῷ, οὔκ εἰσιν ἐν τῇ γῇ, καὶ εἰς τὴν γῆν ὑπὸ τοῦ Θεοῦ ἀποστελλόμενοι οὐκ ἐναπομένουσιν ἐν τῷ οὐρανῷ. Οὐ περιορίζονται δὲ ὑπὸ τειχῶν καὶ θυρῶν καὶ κλείθρων καὶ σφραγίδων· ἀόριστοι γάρ εἰσιν. Ἀορίστους δὲ λέγω, οὐ γάρ, καθό εἰσιν, ἐπιφαίνονται τοῖς ἀξίοις, οἷς ὁ Θεὸς φαίνεσθαι αὐτοὺς θελήσει, ἀλλ ̓ ἐν μετασχηματισμῷ, καθὼς δύνανται οἱ ὁρῶντες ὁρᾶν. Ἀόριστον γάρ ἐστι φύσει καὶ κυρίως μόνον τὸ ἄκτιστον· πᾶν γὰρ κτίσμα ὑπὸ τοῦ κτίσαντος αὐτὸ Θεοῦ ὁρίζεται. Ἔξωθεν τῆς οὐσίας τὸν ἁγιασμὸν ἐκ τοῦ Ἁγίου Πνεύματος ἔχοντες, διὰ τῆς θείας χάριτος προφητεύοντες, μὴ γάμου χρῄζοντες, ἐπειδήπερ μή εἰσι θνητοί. Νόες δὲ ὄντες ἐν νοητοῖς καὶ τόποις εἰσίν, οὐ σωματικῶς περιγραφόμενοι· οὐ γὰρ σωματικῶς κατὰ φύσιν σχηματίζονται, οὐδὲ τριχῆ εἰσι διαστατοί, ἀλλὰ τῷ νοητῶς παρεῖναι καὶ ἐνεργεῖν, ἔνθα ἂν προσταχθῶσι, καὶ μὴ δύνασθαι κατὰ ταὐτὸν ὧδε κἀκεῖσε εἶναι καὶ ἐνεργεῖν. Εἴτε ἴσοι κατ ̓ οὐσίαν εἴτε διαφέροντες ἀλλήλων, οὐκ ἴσμεν. Μόνος δὲ ὁ ποιήσας αὐτοὺς Θεὸς ἐπίσταται, ὁ καὶ τὰ πάντα εἰδώς. Διαφέροντες δὲ ἀλλήλων τῷ φωτισμῷ καὶ τῇ στάσει, εἴτε πρὸς τὸν φωτισμὸν τὴν στάσιν ἔχοντες ἢ πρὸς τὴν στάσιν τοῦ φωτισμοῦ μετέχοντες καὶ ἀλλήλους φωτίζοντες διὰ τὸ ὑπερέχον τῆς τάξεως ἢ φύσεως. Δῆλον δέ, ὡς οἱ ὑπερέχοντες τοῖς ὑποβεβηκόσι μεταδιδόασι τοῦ τε φωτισμοῦ καὶ τῆς γνώσεως. Ἰσχυροὶ καὶ ἕτοιμοι πρὸς τὴν τοῦ θείου θελήματος ἐκπλήρωσιν καὶ πανταχοῦ εὐθέως εὑρισκόμενοι, ἔνθα ἂν ἡ θεία κελεύσῃ ἐπίνευσις, τάχει φύσεως, καὶ φυλάττοντες τά μέρη τῆς γῆς, καὶ ἐθνῶν καὶ τόπων προϊστάμενοι, καθὼς ὑπὸ τοῦ Δημιουργοῦ ἐτάχθησαν, καὶ τὰ καθ ̓ ἡμᾶς οἰκονομοῦντες καὶ βοηθοῦντες ἡμῖν. Πάντως δὲ ὅτι κατὰ τὸ θεῖον θέλημά τε καὶ πρόσταγμα ὑπὲρ ἡμᾶς ὄντες ἀεί τε περὶ Θεὸν ὑπάρχοντες. Δυσκίνητοι πρὸς τὸ κακὸν ἀλλ ̓ οὐκ ἀκίνητοι, νῦν δὲ καὶ ἀκίνητοι, οὐ φύσει, ἀλλὰ χάριτι καὶ τῇ τοῦ μόνου ἀγαθοῦ προσεδρείᾳ. Ὁρῶντες Θεὸν κατὰ τὸ ἐφικτὸν αὐτοῖς καὶ ταύτην τροφὴν ἔχοντες. Ὑπὲρ ἡμᾶς ὄντες ὡς ἀσώματοι, καὶ παντὸς σωματικοῦ πάθους ἀπηλλαγμένοι, οὐ μὴν ἀπαθεῖς· μόνον γὰρ τὸ θεῖον ἀπαθές ἐστι. Μετασχηματίζονται δέ, πρὸς ὅπερ ἂν ὁ Δεσπότης κελεύσῃ Θεός, καὶ οὕτω τοῖς ἀνθρώποις ἐπιφαίνονται καὶ τὰ θεῖα αὐτοῖς ἀποκαλύπτουσι μυστήρια. Ἐν οὐρανῷ διατρίβουσι καὶ ἓν ἔργον ἔχουσιν ὑμνεῖν τὸν Θεὸν καὶ λειτουργεῖν τῷ θείῳ αὐτοῦ θελήματι. Καθὼς δὲ ὁ ἁγιώτατος καὶ ἱερώτατος καὶ θεολογικώτατός φησι Διονύσιος ὁ Ἀρεοπαγίτης· «Πᾶσα ἡ θεολογία, ἤγουν ἡ θεία Γραφὴ, τὰς οὐρανίους οὐσίας ἐννέα κέκληκε»· ταύτας ὁ θεῖος ἱεροτελεστὴς εἰς τρεῖς ἀφορίζει τριαδικὰς διακοσμήσεις. «Καὶ πρώτην μὲν εἶναί», φησι, «τὴν περὶ Θεὸν οὖσαν ἀεὶ καὶ προσεχῶς καὶ ἀμέσως ἡνῶσθαι παραδεδομένην, τὴν τῶν ἑξαπτερύγων Σεραφὶμ καὶ τῶν πολυομμάτων Χερουβὶμ καὶ τῶν ἁγιωτάτων Θρόνων, δευτέραν δὲ τὴν τῶν Κυριοτήτων καὶ τῶν Δυνάμεων καὶ τῶν Ἐξουσιῶν, τρίτην δὲ καὶ τελευταίαν τὴν τῶν Ἀρχῶν καὶ Ἀρχαγγέλων καὶ Ἀγγέλων». Τινὲς μὲν οὖν φασιν, ὅτι πρὸ πάσης κτίσεως ἐγένοντο, ὡς ὁ Θεολόγος λέγει Γρηγόριος· «Πρῶτον μέν ἐννοεῖ τὰς ἀγγελικὰς δυνάμεις καὶ οὐρανίους, καὶ τὸ ἐννόημα ἔργον ἦν». Ἕτεροι δέ, ὅτι μετὰ τὸ γενέσθαι τὸν πρῶτον οὐρανόν. Ὅτι δὲ πρὸ τῆς τοῦ ἀνθρώπου πλάσεως, πάντες ὁμολογοῦσιν. Ἐγὼ δὲ τῷ Θεολόγῳ Γρηγορίῳ συντίθεμαι· ἔπρεπε γὰρ πρῶτον τὴν νοερὰν οὐσίαν κτισθῆναι καὶ οὕτω τὴν αἰσθητὴν καὶ τότε ἐξ ἀμφοτέρων τὸν ἄνθρωπον. Ὅσοι δέ φασι τοὺς ἀγγέλους δημιουργοὺς τῆς οἱασδήποτε οὐσίας, οὗτοι στόμα εἰσὶ τοῦ πατρὸς αὐτῶν, τοῦ Διαβόλου· κτίσμα γὰρ ὄντες οὔκ εἰσι δημιουργοί. Πάντων δὲ ποιητὴς καὶ προνοητὴς καὶ συνοχεὺς ὁ Θεός ἐστιν, ὁ μόνος ἄκτιστος, ὁ ἐν Πατρὶ καὶ Υἱῷ καὶ Ἅγίῳ Πνεύματι ὑμνούμενός τε καὶ δοξαζόμενος.

ΚΕΦΑΛΑΙΟN 18. Περὶ Διαβόλου καὶ δαιμόνων

Ἐκ τούτων τῶν ἀγγελικῶν δυνάμεων πρωτοστάτης τῆς περιγείου τάξεως καὶ τῆς γῆς τὴν φυλακὴν ἐγχειρισθεὶς παρὰ Θεοῦ οὐ φύσει πονηρὸς γεγονώς, ἀλλ ̓ ἀγαθὸς ὢν καὶ ἐπ ̓ ἀγαθῷ γενόμενος καὶ μηδ ̓ ὅλως ἐν ἑαυτῷ παρὰ τοῦ Δημιουργοῦ κακίας ἐσχηκὼς ἴχνος, μὴ ἐνέγκας τόν τε φωτισμὸν τήν τε τιμήν, ἣν αὐτῷ ὁ Δημιουργὸς ἐδωρήσατο, αὐτεξουσίῳ προαιρέσει ἐτράπη ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν καὶ ἐπήρθη κατὰ τοῦ πεποιηκότος αὐτὸν Θεοῦ, ἀντᾶραι αὐτῷ βουληθεὶς, καὶ πρῶτος ἀποστὰς τοῦ ἀγαθοῦ ἐν τῷ κακῷ ἐγένετο· οὐδὲν γὰρ ἕτερόν ἐστι τὸ κακὸν εἰ μὴ τοῦ ἀγαθοῦ στέρησις, ὥσπερ καὶ τὸ σκότος φωτός ἐστι στέρησις. Τὸ γὰρ ἀγαθὸν φῶς ἐστι νοητόν· ὁμοίως καὶ τὸ κακὸν σκότος ἐστὶ νοητόν. Φῶς οὖν κτισθεὶς ὑπὸ τοῦ Δημιουργοῦ καὶ ἀγαθὸς γεγονώς –καὶ γὰρ· «Εἶδεν ὁ Θεὸς πάντα, ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν»– αὐτεξουσίῳ θελήματι σκότος ἐγένετο. Συναπεσπάσθη δὲ καὶ ἠκολούθησεν αὐτῷ καὶ συνέπεσε πλῆθος ἄπειρον τῶν ὑπ ̓ αὐτῷ τεταγμένων ἀγγέλων. Τῆς αὐτῆς τοιγαροῦν φύσεως τοῖς ἀγγέλοις ὑπάρχοντες, κακοὶ γεγόνασι, τὴν προαίρεσιν ἑκουσίως ἐκ τοῦ ἀγαθοῦ πρὸς τὸ κακὸν ἐκκλίναντες. Οὐκ ἔχουσι τοίνυν ἐξουσίαν κατά τινος οὐδὲ ἰσχὺν, εἰ μὴ ἐκ Θεοῦ οἰκονομικῶς συγχωρούμενοι, ὡς ἐπὶ τοῦ Ἰώβ, καθάπερ ἐπὶ τῶν χοίρων ἐν τῷ Εὐαγγελίῳ γέγραπται. Παραχωρήσεως δὲ Θεοῦ γινομένης καὶ ἰσχύουσι καὶ μεταβάλλονται καὶ μετασχηματίζονται, εἰς οἷον θέλουσι σχῆμα κατὰ φαντασίαν. Καὶ τὰ μὲν μέλλοντα οὐδὲ οἱ ἄγγελοι τοῦ Θεοῦ οὐδὲ οἱ δαίμονες οἴδασιν, ὅμως προλέγουσιν· οἱ μὲν ἄγγελοι τοῦ Θεοῦ αὐτοῖς ἀποκαλύπτοντος καὶ προλέγειν κελεύοντος· ὅθεν, ὅσα λέγουσι, γίνονται. Προλέγουσι δὲ καὶ οἱ δαίμονες, ποτὲ μὲν τὰ μακρὰν γινόμενα βλέποντες, ποτὲ δὲ στοχαζόμενοι· ὅθεν καὶ τὰ πολλὰ ψεύδονται· οἷς οὐ δεῖ πιστεύειν, κἂν ἀληθεύωσι πολλάκις, οἵῳ τρόπῳ εἰρήκαμεν. Οἴδασι δὲ καὶ τὰς Γραφάς. Πᾶσα οὖν κακία ἐξ αὐτῶν ἐπενοήθη καὶ τὰ ἀκάθαρτα πάθη. Καὶ προσβάλλειν μὲν τῷ ἀνθρώπῳ συνεχωρήθησαν, βιάζεσθαι δέ τινα οὐκ ἰσχύουσιν· ἐν ἡμῖν γάρ ἐστι δέξασθαι τὴν προσβολὴν ἢ μὴ δέξασθαι. Διὸ τῷ Διαβόλῳ καὶ τοῖς δαίμοσιν αὐτοῦ ἡτοίμασται τὸ πῦρ τὸ ἄσβεστον, ἡ κόλασις ἡ αἰώνιος, καὶ τοῖς ἑπομένοις αὐτῷ. Χρὴ δὲ γινώσκειν, ὅτι, ὅπερ ἐστὶ τοῖς ἀνθρώποις ὁ θάνατος, τοῦτο τοῖς ἀγγέλοις ἡ ἔκπτωσις. Μετὰ γὰρ τὴν ἔκπτωσιν οὐκ ἔστιν αὐτοῖς μετάνοια, ὥσπερ οὐδὲ τοῖς ἀνθρώποις μετὰ τὸν θάνατον.

ΚΕΦΑΛΑΙΟN 19. Περὶ κτίσεως ὁρατῆς

Αὐτὸς ὁ Θεὸς ἡμῶν ὁ ἐν Τριάδι καὶ ἐν μονάδι δοξολογούμενος, «ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς» ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα· τὰ μὲν οὐκ ἐκ προϋποκειμένης ὕλης, οἷον οὐρανόν, γῆν, ἀέρα, πῦρ, ὕδωρ, τὰ δὲ ἐκ τούτων τῶν ὑπ ̓ αὐτοῦ γεγονότων, οἷον ζῷα, φυτά, σπέρματα· ταῦτα γὰρ ἐκ γῆς καὶ ὕδατος, ἀέρος τε καὶ πυρὸς τῷ τοῦ Δημιουργοῦ προστάγματι γεγόνασιν.

ΚΕΦΑΛΑΙΟN 20. Περὶ οὐρανοῦ

Οὐρανός ἐστι περιοχὴ ὁρατῶν τε καὶ ἀοράτων κτισμάτων· ἐντὸς γὰρ αὐτοῦ αἵ τε νοεραὶ τῶν ἀγγέλων δυνάμεις καὶ πάντα τὰ αἰσθητὰ περικλείονται καὶ περιορίζονται. Μόνον δὲ τὸ θεῖον ἀπερίγραπτόν ἐστι, πάντα πληροῦν καὶ πάντα περιέχον καὶ πάντα περιορίζον, ὡς ὑπὲρ πάντα ὂν καὶ πάντα δημιουργῆσαν. Ἐπεὶ τοίνυν οὐρανόν φησιν ἡ Γραφὴ καὶ «οὐρανὸν τοῦ οὐρανοῦ» καὶ «οὐρανοὺς οὐρανῶν» καὶ «ἕως τρίτου οὐρανοῦ» ὁ μακάριος Παῦλος ἡρπάχθαι φησί, λέγομεν, ὅτι ἐν τῇ τοῦ παντὸς κοσμογενείᾳ οὐρανοῦ ποίησιν παρελάβομεν, ὃν οἱ τῶν ἔξω σοφοὶ ἄναστρον σφαῖράν φασι, τὰ Μωσέως σφετερισάμενοι δόγματα. Ἔτι δὲ καὶ τὸ στερέωμα ἐκάλεσεν ὁ Θεὸς οὐρανόν, ὃν ἐν μέσῳ τοῦ ὕδατος γενέσθαι προσέταξεν, τάξας αὐτὸν διαχωρίζειν ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ὑποκάτω τοῦ στερεώματος. Τούτου τὴν φύσιν ὁ θεῖος Βασίλειος λεπτήν φησιν, ὡσεὶ καπνόν, ἐκ τῆς θείας μεμυημένος Γραφῆς. Ἕτεροι δὲ ὑδατώδη, ὡς ἐν μέσῳ τῶν ὑδάτων γενόμενον· ἄλλοι ἐκ τῶν τεσσάρων στοιχείων, ἄλλοι πέμπτον σῶμα καὶ ἕτερον παρὰ τὰ τέσσαρα. Τινὲς μὲν οὖν ἐδόξασαν ἐν κύκλῳ τὸ πᾶν περιέχειν τὸν οὐρανόν, σφαιροειδῆ τε ὑπάρχειν καὶ πανταχόθεν τὸ ἀνώτατον μέρος αὐτὸν εἶναι, τὸ δὲ μεσώτατον τοῦ περιεχομένου ὑπ ̓ αὐτοῦ τόπου εἶναι κατώτερον μέρος, καὶ τὰ μὲν κοῦφα καὶ ἐλαφρὰ τῶν σωμάτων τὴν ἄνω τάξιν λαχεῖν παρὰ τοῦ Δημιουργοῦ, τὰ δὲ βαρέα καὶ κατωφερῆ τὴν κατωτέραν χώραν, ἥτις ἐστὶν ἡ μέση. Ἔστι μὲν οὖν κουφότερον καὶ ἀνωφερέστερον στοιχεῖον τὸ πῦρ, ὅπερ δὴ μετὰ τὸν οὐρανὸν εὐθέως τετάχθαι φασί· τοῦτον δὲ λέγουσιν τὸν αἰθέρα, μεθ ̓ ὃν κατώτερον τὸν ἀέρα. Τὴν δὲ γῆν καὶ τὸ ὕδωρ ὡς βαρύτερα καὶ κατωφερέστερα, ἐν τῷ μεσωτάτῳ κρέμασθαι· ὡς εἶναι ἐξ ἐναντίας κάτω μὲν τὴν γῆν καὶ τὸ ὕδωρ –τὸ δὲ ὕδωρ κουφότερον τῆς γῆς, ὅθεν καὶ εὐκινητότερον αὐτῆς ὑπάρχει–, ἄνωθεν δὲ πανταχόθεν ὡς περιβόλαιον κύκλῳ τὸν ἀέρα καὶ περὶ τὸν ἀέρα πανταχόθεν τὸν αἰθέρα, ἔξωθεν δὲ πάντων κύκλῳ τὸν οὐρανόν. Κυκλικῶς δέ φασι κινεῖσθαι τὸν οὐρανὸν καὶ συσφίγγειν τὰ ἐντὸς καὶ οὕτω μένειν πάγια καὶ ἀδιάπτωτα. Ἑπτὰ δὲ ζώνας φασὶ τοῦ οὐρανοῦ, μίαν τῆς ἑτέρας ὑψηλοτέραν. Λέγουσι δὲ αὐτὸν λεπτοτάτης φύσεως, ὡσεὶ καπνόν, καὶ καθ ̓ ἑκάστην ζώνην εἶναι ἕνα τῶν πλανητῶν· ἑπτὰ γὰρ πλανήτας εἶναι ἔφησαν, Ἥλιον, Σελήνην, Δία, Ἑρμῆν, Ἄρεα, Ἀφροδίτην καὶ Κρόνον. Ἀφροδίτην δέ φασι τὸν ποτὲ μὲν Ἑωσφόρον, ποτὲ δὲ Ἕσπερον γινόμενον. Πλανήτας δὲ τούτους ἐκάλεσαν, ὅτιπερ ἐναντίως τοῦ οὐρανοῦ ποιοῦνται τὴν κίνησιν· τοῦ γὰρ οὐρανοῦ καὶ τῶν λοιπῶν ἀστέρων ἐξ ἀνατολῆς ἐπὶ δυσμὰς κινουμένων, οὗτοι μόνοι ἀπὸ δυσμῶν ἐπὶ ἀνατολὰς τὴν κίνησιν ἔχουσι. Καὶ τοῦτο γνωσόμεθα ἐκ τῆς σελήνης μικρὸν καθ ̓ ἑσπέραν ἀναποδιζούσης. Ὅσοι τοίνυν ἔφησαν σφαιροειδῆ τὸν οὐρανόν, ἴσως λέγουσιν ἀφίστασθαι αὐτὸν καὶ ἀπέχειν τῆς γῆς, ἄνωθέν τε καὶ ἐκ πλαγίων καὶ κάτωθεν. Κάτωθεν δὲ καὶ ἐκ πλαγίων φημί, ὅσον πρὸς τὴν ἡμετέραν αἴσθησιν, ἐπεὶ κατὰ τὸν τῆς ἀκολουθίας λόγον πανταχόθεν τὸν ἄνω τόπον ὁ οὐρανὸς ἐπέχει καὶ ἡ γῆ τὸν κάτω. Καί φασι τὸν οὐρανὸν σφαιροειδῶς κυκλοῦν τὴν γῆν καὶ συμπεριφέρειν τῇ ὀξυτάτῃ κινήσει αὐτοῦ ἥλιόν τε καὶ σελήνην καὶ τοὺς ἀστέρας, καὶ ὑπὲρ μὲν γῆν ὄντος τοῦ ἡλίου ἡμέραν γίνεσθαι ἐνταῦθα, ὑπὸ δὲ τὴν γῆν νύκτα. Ὑπὸ δὲ γῆν κατιόντος ἡλίου ἐνταῦθα μὲν νύκτα, ἐκεῖσε δὲ ἡμέραν. Ἕτεροι δὲ ἡμισφαίριον τὸν οὐρανὸν ἐφαντάσθησαν ἐκ τοῦ τὸν θεηγόρον Δαυὶδ λέγειν· «Ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν», ὅπερ δηλοῖ τὴν σκηνήν. Καὶ τὸν μακάριον Ἡσαΐαν· «Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν». Καὶ ὅτι δύνων ὅ τε ἥλιος καὶ ἡ σελήνη καὶ τὰ ἄστρα κυκλοῖ τὴν γῆν ἀπὸ δύσεως ἐπὶ βορρᾶν καὶ οὕτω πάλιν ἐπὶ τὴν ἀνατολὴν ἀφικνεῖται. Ὅμως, εἴτε οὕτως, εἴτε ἐκείνως, ἅπαντα τῷ θείῳ προστάγματι γέγονέ τε καὶ ἥδρασται καὶ τὸ θεῖον θέλημά τε καὶ βούλημα θεμέλιον ἀσάλευτον κέκτηται. «Αὐτὸς γὰρ εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται». Ἔστι μὲν οὖν οὐρανὸς τοῦ οὐρανοῦ ὁ πρῶτος οὐρανός, ἐπάνω ὑπάρχων τοῦ στερεώματος. Ἰδοὺ δύο οὐρανοί· «καὶ τὸ στερέωμα γὰρ ἐκάλεσεν ὁ Θεὸς οὐρανόν». Σύνηθες δὲ τῇ θείᾳ Γραφῇ καὶ τὸν ἀέρα οὐρανὸν καλεῖν διὰ τὸ ὁρᾶσθαι ἄνω. «Εὐλογεῖτε» γάρ, φησί, «πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ», τοῦ ἀέρος λέγω. Ὁ ἀὴρ γὰρ τῶν πετεινῶν ἐστι πορεία, καὶ οὐχ ὁ οὐρανός. Ἰδοὺ τρεῖς οὐρανοί, οὓς ὁ θεῖος ἔφη ἀπόστολος. Εἰ δὲ καὶ τὰς ἑπτὰ ζώνας ἑπτὰ οὐρανοὺς ἐκλαβεῖν θελήσειας, οὐδὲν τῷ λόγῳ τῆς ἀληθείας λυμαίνεται. Σύνηθες δὲ καὶ τῇ Ἑβραΐδι φωνῇ τὸν οὐρανὸν πληθυντικῶς καλεῖν οὐρανούς. Οὐρανὸν οὖν οὐρανοῦ βουλομένη εἰπεῖν, οὐρανοὺς οὐρανῶν ἔφησεν, ὅπερ δηλοῖ οὐρανὸν οὐρανοῦ τὸν ἐπάνω τοῦ στερεώματος, καὶ τὰ ὕδατα δὲ τὰ ἐπάνω τῶν οὐρανῶν ἢ τοῦ ἀέρος καὶ τοῦ στερεώματος ἢ τῶν ἑπτὰ ζωνῶν τοῦ στερεώματος ἢ τοῦ στερεώματος τῇ συνηθείᾳ τῆς Ἑβραΐδος πληθυντικῶς οὐρανῶν ὀνομαζομένου. Πάντα μὲν οὖν τὰ κατὰ γένεσιν ὑπόκειται φθορᾷ κατὰ τὴν τῆς φύσεως ἀκολουθίαν, καὶ οἱ οὐρανοί, χάριτι δὲ Θεοῦ συνέχονταί τε καὶ συντηροῦνται. Μόνον δὲ τὸ θεῖον ἄναρχόν τε φύσει καὶ ἀτελεύτητον. Διὸ καὶ εἴρηται· «Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις»· ὅμως οὐκ εἰς τὸ παντελὲς ἀφανισθήσονται οἱ οὐρανοί· «παλαιωθήσονται μὲν γὰρ καὶ ὡσεὶ περιβόλαιον εἱλιγήσονται καὶ ἀλλαγήσονται» καὶ «ἔσται οὐρανὸς καινὸς καὶ γῆ καινή». Πολλῷ δὲ τῷ μέτρῳ ὁ οὐρανὸς μείζων ὑπάρχει τῆς γῆς. Τὴν μέντοι οὐσίαν τοῦ οὐρανοῦ οὐ δεῖ ζητεῖν, ἄγνωστον ἡμῖν οὖσαν. Μηδεὶς δὲ ἐψυχωμένους τοὺς οὐρανοὺς ἢ τοὺς φωστῆρας ὑπολαμβανέτω· ἄψυχοι γάρ εἰσι καὶ ἀναίσθητοι. Ὥστε εἰ καί φησιν ἡ θεία Γραφή· «Εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ», τοὺς ἐν οὐρανῷ ἀγγέλους καὶ τοὺς ἐν τῇ γῇ ἀνθρώπους πρὸς εὐφροσύνην καλεῖ· Οἶδε δὲ ἡ Γραφὴ καὶ προσωποποιεῖν, καὶ ὡς ἐπὶ ἐμψύχων περὶ τῶν ἀψύχων διαλέγεσθαι, ὡς τὸ· «ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω», καὶ «τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες καί σοί, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τά ὀπίσω»; Καὶ ὄρη καὶ βουνοὶ ἐρωτῶνται λόγους σκιρτήσεως, ὥσπερ καὶ ἡμῖν σύνηθες λέγειν «συνήχθη ἡ πόλις», οὐ τὰς οἰκοδομὰς σημαίνειν βουλομένοις, ἀλλὰ τοὺς τῆς πόλεως οἰκήτορας· καὶ «οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ», οὐ φωνὴν ὠσίν αἰσθητοῖς ἀκουομένην ἀφιέντες, ἀλλ ̓ ἐκ τοῦ οἰκείου μεγέθους τὴν τοῦ Δημιουργοῦ δύναμιν ἡμῖν παριστάνοντες, ὧν τὸ κάλλος κατανοοῦντες, τὸν ποιητὴν ὡς ἀριστοτέχνην δοξάζομεν.

ΚΕΦΑΛΑΙΟN 21. Περὶ φωτός, πυρός, φωστήρων ἡλίου τε καὶ σελήνης καὶ ἄστρων

Τὸ πῦρ ἓν τῶν τεσσάρων στοιχείων ἐστί, κοῦφόν τε καὶ ἀνωφερέστερον τῶν λοιπῶν, καυστικόν τε καὶ φωτιστικόν, τῇ πρώτῃ ἡμέρᾳ ὑπὸ τοῦ Δημιουργοῦ κτισθέν· φησὶ γὰρ ἡ θεία Γραφή· «Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς». Οὐχ ἕτερον γάρ ἐστι τὸ πῦρ, εἰ μὴ τὸ φῶς, ὥς τινές φασιν. Ἕτεροι δὲ τὸ «κοσμικὸν πῦρ» ὑπὲρ τὸν ἀέρα φασίν, ὃ καλοῦσιν αἰθέρα. Ἐν ἀρχῇ μὲν οὖν ἐποίησεν ὁ Θεὸς τὸ φῶς, ἤτοι τῇ πρώτῃ ἡμέρᾳ, καλλωπισμὸν καὶ κόσμον πάσης τῆς ὁρατῆς κτίσεως· ἄφελε γὰρ τὸ φῶς, καὶ πάντα ἐν τῷ σκότει ἀδιάγνωστα μένουσι τὴν οἰκείαν μὴ δυνάμενα εὐπρέπειαν ἐπιδείξασθαι. «Ἐκάλεσε δὲ ὁ Θεὸς τὸ μὲν φῶς ἡμέραν, τὸ δὲ σκότος ἐκάλεσε νύκτα». Σκότος δέ ἐστιν οὐκ οὐσία τις, ἀλλὰ συμβεβηκός· φωτὸς γάρ ἐστι στέρησις. Ὁ γὰρ ἀὴρ οὐκ ἐν τῇ οὐσίᾳ αὐτοῦ ἔχει τὸ φῶς. Αὐτὸ οὖν τὸ ἐστερῆσθαι τὸν ἀέρα φωτὸς σκότος ἐκάλεσεν ὁ Θεός. Καὶ οὐχὶ ἡ οὐσία τοῦ ἀέρος ἐστὶ σκότος, ἀλλ ̓ ἡ τοῦ φωτὸς στέρησις, ὅπερ συμβεβηκὸς μᾶλλον δηλοῖ ἤπερ οὐσίαν. Οὐκ ἐκλήθη δὲ πρώτη ἡ νύξ, ἀλλ ̓ ἡ ἡμέρα· ὥστε πρώτη ἐστὶν ἡ ἡμέρα καὶ ἐσχάτη ἡ νύξ. Ἀκολουθεῖ οὖν ἡ νὺξ τῇ ἡμέρᾳ, καὶ ἀπ ̓ ἀρχῆς τῆς ἡμέρας ἕως τῆς ἄλλης ἡμέρας ἓν νυχθήμερόν ἐστιν· ἔφη γὰρ ἡ Γραφή· «Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα μία». Ἐν μὲν οὖν ταῖς τρισὶν ἡμέραις ἀναχεομένου καὶ συστελλομένου τοῦ φωτὸς τῷ θείῳ προστάγματι ἥ τε ἡμέρα καὶ ἡ νὺξ ἐγένετο. Τῇ δὲ τετάρτῃ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν φωστῆρα τὸν μέγαν, ἤτοι τὸν ἥλιον εἰς ἀρχὰς καὶ ἐξουσίας τῆς ἡμέρας· δι ̓ αὐτοῦ γὰρ ἡ ἡμέρα συνίσταται· ἡμέρα γάρ ἐστιν ἐν τῷ τὸν ἥλιον ὑπὲρ γῆν εἶναι, καὶ διάστημα ἡμέρας ἐστὶν ὁ ἀπὸ ἀνατολῆς μέχρι δύσεως ὑπὲρ γῆν τοῦ ἡλίου δρόμος· καὶ τὸν φωστῆρα τὸν ἐλάσσω, ἤτοι τὴν σελήνην καὶ τοὺς ἀστέρας εἰς ἀρχὰς καὶ ἐξουσίας τῆς νυκτὸς τοῦ φωτίζειν αὐτήν. Νὺξ δέ ἐστιν ἐν τῷ τὸν ἥλιον ὑπὸ γῆν εἶναι, καὶ διάστημα νυκτός ἐστιν ὁ ἀπὸ δύσεως μέχρις ἀνατολῆς ὑπὸ γῆν τοῦ ἡλίου δρόμος. Ἡ σελήνη τοίνυν καὶ οἱ ἀστέρες ἐτάχθησαν τὴν νύκτα φωτίζειν, οὐχ ὡς τῇ ἡμέρᾳ πάντοτε ὑπὸ γῆν ὄντες (εἰσὶ γὰρ καὶ ἐν ἡμέρᾳ ἀστέρες ἐν τῷ οὐρανῷ ὑπὲρ γῆν), ἀλλ ̓ ὁ ἥλιος τούτους ἅμα καὶ τὴν σελήνην τῇ σφοδροτέρᾳ αἴγλῃ ἀποκρύπτων οὐκ ἐᾷ φαίνεσθαι. Τοῖς φωστῆρσι τούτοις τὸ πρωτόκτιστον φῶς ὁ Δημιουργὸς ἐναπέθετο οὐχ ὡς ἀπορῶν ἄλλου φωτός, ἀλλ ̓ ἵνα μὴ ἀργὸν ἐκεῖνο μείνῃ τὸ φῶς· φωστὴρ γάρ ἐστιν οὐκ αὐτὸ τὸ φῶς, ἀλλὰ φωτὸς δοχεῖον. Ἐκ τούτων τῶν φωστήρων ἑπτὰ πλανήτας φασί. Καὶ λέγουσιν αὐτοὺς ἐναντίαν τοῦ οὐρανοῦ κινεῖσθαι κίνησιν, διὸ καὶ πλανήτας αὐτοὺς ἐκάλεσαν· τὸν μὲν γὰρ οὐρανόν φασιν ἐξ ἀνατολῶν ἐπὶ δυσμὰς κινεῖσθαι, τοὺς δὲ πλανήτας ἐκ δυσμῶν ἐπὶ ἀνατολάς· συμπεριφέρειν δὲ τὸν οὐρανὸν τῇ ἑαυτοῦ κινήσει ὡς ὀξυτέρᾳ τοὺς ἑπτὰ πλανήτας. Τῶν δὲ ἑπτὰ πλανητῶν τὰ ὀνόματά ἐστι ταῦτα· Ἥλιος, Σελήνη, Ζεύς, Ἑρμῆς, Ἄρης, Ἀφροδίτη, Κρόνος. Εἶναι δὲ καθ ̓ ἑκάστην ζώνην τοῦ οὐρανοῦ ἕνα τῶν ἑπτὰ πλανητῶν· ἐν μὲν τῇ πρώτῃ, ἤτοι ἀνωτέρᾳ, τὸν Κρόνον, ἐν δὲ τῇ δευτέρᾳ τὸν Δία, ἐν δὲ τῇ τρίτῃ τὸν Ἄρεα, ἐν δὲ τῇ τετάρτῃ τὸν Ἥλιον, ἐν δὲ τῇ πέμπτῃ τὴν Ἀφροδίτην, ἐν δὲ τῇ ἕκτῃ τὸν Ἑρμῆν, ἐν δὲ τῇ ἑβδόμῃ καὶ κατωτέρᾳ τὴν Σελήνην. Τρέχουσι δὲ δρόμον ἄληκτον, ὃν ὁ Δημιουργὸς ἔταξεν αὐτοῖς, καὶ καθὼς ἐθεμελίωσεν αὐτά, ὥς φησιν ὁ θεῖος Δαυίδ· «Σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας». Διὰ γὰρ τοῦ εἰπεῖν «ἐθεμελίωσας» ἐσήμανε τὸ πάγιον καὶ ἀμετάβλητον τῆς ὑπὸ Θεοῦ δοθείσης αὐτοῖς τάξεώς τε καὶ εἱρμοῦ. Ἔταξε γὰρ αὐτοὺς εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς. Διὰ μὲν γὰρ τοῦ ἡλίου αἱ τέσσαρες τροπαὶ συνίστανται. Καὶ πρώτη μὲν ἡ ἐαρινή· ἐν αὐτῇ γὰρ ἐποίησεν ὁ Θεὸς τὰ σύμπαντα καὶ δηλοῖ τὸ καὶ μέχρι τοῦ νῦν ἐν αὐτῇ τῶν ἀνθῶν τὴν βλάστησιν γίνεσθαι, ἥτις καί ἰσημερινὴ τροπή ἐστιν· δώδεκα γὰρ ὡρῶν τήν τε ἡμέραν καὶ τὴν νύκτα καθίστησιν. Αὕτη ἐκ τῆς μέσης ἀνατολῆς τοῦ ἡλίου συνίσταται, εὐκραὴς οὖσα, αἵματος αὐξητική, θερμὴ καὶ ὑγρὰ ὑπάρχουσα καὶ δι ̓ ἑαυτῆς μεσιτεύουσα τῷ χειμῶνί τε καὶ τῷ θέρει, τοῦ μὲν χειμῶνος θερμοτέρα καὶ ξηροτέρα, τοῦ δὲ θέρους ψυχροτέρα καὶ ὑγροτέρα. Διατείνει δὲ αὕτη ἡ ὥρα ἀπὸ Μαρτίου κα ́ μέχρις Ἰουνίου κδ ́. Εἶτα ὑψουμένης τῆς τοῦ ἡλίου ἀνατολῆς ἐπὶ τὰ βορειότερα μέρη ἡ θερινὴ τροπὴ διαδέχεται, μεσιτεύουσα τῷ τε ἔαρι καὶ τῷ μετοπώρῳ, ἐκ μὲν τοῦ ἔαρος τὸ θερμὸν ἔχουσα, ἐκ δὲ τοῦ μετοπώρου τὸ ξηρόν· θερμὴ γάρ ἐστι καὶ ξηρὰ καὶ τὴν ξανθὴν αὔξει χολήν. Αὕτη δὲ μεγίστην μὲν τὴν ἡμέραν ἔχει ὡρῶν πεντεκαίδεκα, τὴν δὲ νύκτα πάνυ σμικροτάτην, ὡρῶν ἐννέα διάστημα ἔχουσαν. Καὶ αὕτη δὲ διατείνει ἀπὸ Ἰουνίου κδ ́ μέχρι μηνὸς Σεπτεμβρίου κε ́. Εἶτα πάλιν εἰς τὴν μέσην ἀνατολὴν τοῦ ἡλίου ἐπανιόντος ἡ μετοπωρινὴ τροπὴ τὴν θερινὴν τροπὴν ἀμείβει, μέση πως ἔχουσα ψύξεώς τε καὶ θέρμης, ξηρότητός τε καὶ ὑγρότητος, καὶ μεσιτεύουσα τῇ τε θερινῇ καὶ τῇ χειμερινῇ τροπῇ, ἐκ μὲν τῆς θερινῆς τὸ ξηρόν, ἐκ δὲ τῆς χειμερινῆς τὸ ψυχρὸν ἔχουσα· ψυχρὰ γάρ ἐστι καὶ ξηρὰ χολῆς τε μελαίνης αὐξητικὴ πέφυκεν. Αὕτη πάλιν ἰσημερινὴ τροπὴ ὑπάρχει δώδεκα ὡρῶν τήν τε ἡμέραν καὶ τὴν νύκτα ἔχουσα. Διατείνει δὲ αὕτη ἀπὸ Σεπτεμβρίου κε ́ μέχρι Δεκεμβρίου κε ́. Τοῦ δὲ ἡλίου ἐπὶ τὴν μικροτέραν καὶ χθαμαλωτέραν, ἤτοι μεσημβρινὴν ἀνατολὴν κατιόντος, ἡ χειμερινὴ ἐπιλαμβάνεται τροπή, ψυχρά τε καὶ ὑγρὰ τυγχάνουσα καὶ μεσιτεύουσα τῇ τε μετοπωρινῇ καὶ τῇ ἐαρινῇ, ἐκ μὲν τῆς μετοπωρινῆς τὸ ψυχρὸν ἔχουσα, ἐκ δὲ τῆς ἐαρινῆς τὸ ὑγρὸν κεκτημένη. Αὕτη δὲ σμικροτάτην μὲν τὴν ἡμέραν ἔχει, ἐννέα ὡρῶν ὑπάρχουσαν, τὴν δὲ νύκτα μεγίστην, ὡρῶν ὑπάρχουσαν πεντεκαίδεκα, φλέγματος δὲ αὕτη ὑπάρχει αὐξητική. Διατείνει δὲ ἀπὸ κε ́ Δεκεμβρίου μέχρις κά Μαρτίου. Σοφῶς γὰρ ὁ Δημιουργὸς προενοήσατο, ὡς ἂν μὴ ἐξ ἄκρας ψυχρότητος ἢ θερμότητος ἢ ὑγρότητος ἢ ξηρότητος ἐπὶ τὴν ἄκραν ἐναντίαν ἐρχόμενοι ποιότητα χαλεποῖς περιπέσωμεν ἀρρωστήμασι· σφαλερὰς γὰρ τὰς αἰφνιδίους μεταβολὰς οἶδεν ὁ λόγος. Οὕτω μὲν οὖν ὁ ἥλιος τὰς τροπὰς καὶ δι ̓ αὐτῶν τὸν ἐνιαυτὸν ἀπεργάζεται, καὶ τὰς ἡμέρας δὲ καὶ τάς νύκτας· τὰς μὲν ἀνατέλλων καὶ ὑπὲρ γῆν γινόμενος, τὰς δὲ ὑπὸ γῆν δύνων καὶ τοῖς ἄλλοις φωστῆρσι, σελήνῃ τε καὶ ἄστρασι, τὴν φαῦσιν παραχωρῶν συνίστησι. Φασὶ δὲ καὶ δώδεκα ζῴδια ἐξ ἀστέρων εἶναι ἐν τῷ οὐρανῷ, ἐναντίαν κίνησιν ἔχοντα τῷ τε ἡλίῳ καὶ τῇ σελήνῃ καὶ τοῖς ἄλλοις πέντε πλανήταις, καὶ διὰ τῶν δώδεκα ζῳδίων παρέρχεσθαι τοὺς ἑπτά. Ὁ μὲν οὖν ἥλιος καθ ̓ ἕκαστον ζῴδιον ἀποτελεῖ μῆνα ἕνα καὶ διὰ τῶν δώδεκα μηνῶν τὰ δώδεκα ζῴδια διέρχεται. Τῶν δὲ δώδεκα ζῳδίων τὰ ὀνόματά ἐστι ταῦτα καὶ οἱ τούτων μῆνες. Κριὸς, μηνὶ Μαρτίῳ κα ́ δέχεται τὸν ἥλιον, Ταῦρος Ἀπριλίῳ κγ ́, Δίδυμοι Μαΐῳ κδ ́, Καρκῖνος Ἰουνίῳ κδ ́, Λέων Ἰουλίῳ κε ́, Παρθένος Αὐγούστῳ κε ́, Ζυγὸς Σεπτεμβρίῳ κε ́, Σκορπίος Ὀκτωβρίῳ κε ́, Τοξότης Νοεμβρίῳ κε ́, Αἰγόκερως Δεκεμβρίῳ κε ́, Ὑδροχόος Ἰανουαρίῳ κε ́, Ἰχθύες Φεβρουαρίῳ κδ ́. Ἡ δὲ σελήνη καθ ̓ ἕκαστον μῆνα τὰ δώδεκα ζῴδια διέρχεται κατωτέρα οὖσα καὶ ταχύτερον ταῦτα διοδεύουσα· ὡς γάρ, ἐὰν ποιήσῃς πόλον ἔνδον ἄλλου πόλου, ὁ ἔνδον πόλος μικρότερος εὑρεθήσεται, οὕτως καὶ ὁ δρόμος τῆς σελήνης κατωτέρας οὔσης ὀλιγώτερός ἐστι καὶ ἀνύεται τάχιον. Οἱ μὲν οὖν Ἕλληνες διὰ τῆς τῶν ἄστρων τούτων ἡλίου τε καὶ σελήνης ἀνατολῆς καὶ δύσεως καὶ συγκρούσεώς φασι πάντα διοικεῖσθαι τὰ καθ ̓ ἡμᾶς· περὶ ταῦτα γὰρ ἡ ἀστρολογία καταγίνεται. Ἡμεῖς δέ φαμεν, ὅτι σημεῖα μὲν ἐξ αὐτῶν γίνονται, ὄμβρου καὶ ἀνομβρίας, ψύξεώς τε καὶ θέρμης, ὑγρότητος καὶ ξηρότητος καὶ ἀνέμων καὶ τῶν τοιούτων, τῶν δὲ ἡμετέρων πράξεων οὐδαμῶς. Ἡμεῖς γὰρ αὐτεξούσιοι ὑπὸ τοῦ Δημιουργοῦ γενόμενοι κύριοι τῶν ἡμετέρων ὑπάρχομεν πράξεων. Εἰ γὰρ ἐκ τῆς τῶν ἀστέρων φορᾶς πάντα πράττομεν, κατ ̓ ἀνάγκην πράττομεν, ἃ πράττομεν· τὸ δὲ κατ ̓ ἀνάγκην γινόμενον οὔτε ἀρετὴ οὔτε κακία ἐστίν. Εἰ δὲ μήτε ἀρετὴν μήτε κακίαν κεκτήμεθα, οὔτε ἐπαίνων καὶ στεφάνων, οὔτε ψόγων ἢ κολάσεων ὑπάρχομεν ἄξιοι· εὑρεθήσεται δὲ καὶ ὁ Θεὸς ἄδικος τοῖς μὲν ἀγαθά, τοῖς δὲ θλίψεις διδούς. Ἀλλ ̓ οὐδὲ κυβέρνησιν, οὐδὲ τῶν ἑαυτοῦ κτισμάτων ὁ Θεὸς ποιήσεται πρόνοιαν, εἰ κατ ̓ ἀνάγκην ἄγονται τὰ πάντα καὶ φέρονται. Καὶ τὸ λογικὸν δὲ περιττὸν ἐν ἡμῖν ἔσται· μηδεμιᾶς γὰρ ὄντες πράξεως κύριοι περιττῶς βουλευόμεθα. Τὸ δὲ λογικὸν πάντως τῆς βουλῆς ἡμῖν ἕνεκεν δέδοται· ὅθεν πᾶν λογικὸν καὶ αὐτεξούσιον. Ἡμεῖς δέ φαμεν, ὅτι οὐκ αὐτὰ αἴτιά τινός εἰσι τῶν γινομένων, οὔτε γενέσεως τῶν γινομένων, οὔτε τῶν φθειρομένων φθορᾶς· σημεῖα δὲ μᾶλλον ὄμβρων τε καὶ τῆς τοῦ ἀέρος μεταβολῆς. Ἴσως δ ̓ ἄν τις εἴποι, ὅτι καὶ πολέμων οὐκ αἴτια, ἀλλὰ σημεῖα συνίστανται· καὶ ἡ ποιότης δὲ τοῦ ἀέρος, ποιουμένου ὑπὸ ἡλίου καὶ σελήνης καὶ τῶν ἀστέρων, ἄλλως καὶ ἄλλως διαφόρους κράσεις καὶ ἕξεις καὶ διαθέσεις συνίστησιν. Αἱ δὲ ἕξεις τῶν ἐφ ̓ ἡμῖν· κρατοῦνται γὰρ τῷ λόγῳ καὶ ἄγονται τρεπόμεναι. Συνίστανται δὲ πολλάκις καὶ κομῆται, σημεῖά τινα θάνατον δηλοῦντα βασιλέων, ἅτινα οὔκ εἰσι τῶν ἐξ ἀρχῆς γεγενημένων ἄστρων, ἀλλὰ τῷ θείῳ προστάγματι κατ ̓ αὐτὸν τὸν καιρὸν συνίστανται καὶ πάλιν διαλύονται. Ἐπεὶ καὶ ὁ κατὰ τὴν τοῦ Κυρίου δι ̓ ἡμᾶς κατὰ σάρκα φιλάνθρωπον καὶ σωτήριον γέννησιν ὀφθεὶς τοῖς μάγοις ἀστὴρ οὐ τῶν ἐν ἀρχῇ γενομένων ἄστρων ἦν. Καὶ δῆλον ἐκ τοῦ ποτὲ μὲν ἐξ ἀνατολῆς ἐπὶ δύσιν ποιεῖσθαι τὸν δρόμον, ποτὲ δὲ ἐκ βορρᾶ ἐπὶ νότον, καὶ ποτὲ μὲν κρύπτεσθαι, ποτὲ δὲ φαίνεσθαι· τοῦτο γὰρ οὐκ ἔστιν ἄστρων τάξεως ἢ φύσεως. Χρὴ δὲ γινώσκειν, ὡς ἐκ τοῦ ἡλίου φωτίζεται ἡ σελήνη οὐχ ὡς ἀπορήσαντος τοῦ Θεοῦ δοῦναι αὐτῇ ἴδιον φῶς, ἀλλ ̓ ἵνα ῥυθμὸς καὶ τάξις ἐντεθῇ τῇ κτίσει, ἄρχοντος καὶ ἀρχομένου, καὶ παιδευθῶμεν καὶ ἡμεῖς κοινωνεῖν ἀλλήλοις καὶ μεταδιδόναι καὶ ὑποτάσσεσθαι, πρῶτον μὲν τῷ ποιητῇ καὶ Δημιουργῷ, Θεῷ καὶ Δεσπότῃ, ἔπειτα καὶ τοῖς ὑπ ̓ αὐτοῦ καθισταμένοις ἄρχουσι, καὶ μὴ ἀνακρίνειν, τίνος ἕνεκεν οὗτος ἄρχει, ἐγὼ δὲ οὔ, δέχεσθαι δὲ πάντα τά ἐκ Θεοῦ εὐχαρίστως καὶ εὐγνωμόνως. Ἐκλείπει δὲ ὅ τε ἥλιος καὶ ἡ σελήνη τῶν τὴν κτίσιν προσκυνούντων παρὰ τὸν κτίσαντα τὴν ἄνοιαν διελέγχοντα καὶ παιδεύοντα, ὡς τρεπτά εἰσι καὶ ἀλλοιωτά. Πᾶν δὲ τρεπτὸν οὐ Θεός· κατὰ τὴν ἰδίαν γὰρ φύσιν φθαρτὸν ἅπαν τρεπτόν. Ἐκλείπει δὲ ὁ μὲν ἥλιος τοῦ σώματος τῆς σελήνης ὥσπερ τινός μεσότοιχον γινομένου καὶ ἀποσκιάζοντος καὶ μὴ ἐῶντος διαδοθῆναι ἡμῖν τὸ φῶς. Ὅσον οὖν εὑρεθῇ τὸ σῶμα τῆς σελήνης ἀποκρύπτον τὸν ἥλιον, τοσοῦτον καὶ ἡ ἔκλειψις γίνεται. Εἰ δὲ μικρότερόν ἐστι τὸ τῆς σελήνης σῶμα, μὴ θαυμάσῃς· καὶ ὁ ἥλιος γὰρ ὑπό τινων λέγεται πολυπλασίων τῆς γῆς, ὑπὸ δὲ τῶν Πατέρων ἴσος τῆς γῆς· καὶ πολλάκις μικρὸν νέφος καλύπτει αὐτὸν ἢ καὶ μικρὸς βουνὸς ἢ τοῖχος. Ἡ δὲ τῆς σελήνης ἔκλειψις ἐκ τοῦ ἀποσκιάσματος τῆς γῆς γίνεται, ὅτε γένηται πεντεκαιδεκαταία ἡ σελήνη καὶ εὑρεθῇ ἐξ ἐναντίας κατὰ τὸ ἄκρον κέντρον, ὁ μὲν ἥλιος ὑπὸ γῆν, ἡ δὲ σελήνη ὑπὲρ γῆν· ἀποσκίασμα γὰρ ποιεῖ ἡ γῆ καὶ οὐ φθάνει τὸ ἡλιακὸν φῶς φωτίσαι τὴν σελήνην, κἀκεῖθεν ἐκλείπει. Χρὴ δὲ γινώσκειν, ὅτι τελεία ἐκτίσθη ἡ σελήνη ὑπὸ τοῦ Δημιουργοῦ, ἤτοι πεντεκαιδεκαταία· ἔπρεπε γὰρ ἀπηρτισμένην γενέσθαι. Τῇ δὲ τετάρτῃ ἡμέρᾳ, ὡς ἔφημεν, ἔκτισται ὁ ἥλιος. Προέλαβεν οὖν τὸν ἥλιον ἕνδεκα ἡμέρας· ἀπὸ γὰρ τετάρτης ἡμέρας ἕως πεντεκαιδεκάτης ἕνδεκά εἰσι. Διὸ καὶ κατὰ χρόνον οἱ δώδεκα μῆνες τῆς σελήνης ἕνδεκα ἡμέρας λείπουσιν ἐκ τῶν δώδεκα μηνῶν τοῦ ἡλίου· οἱ μὲν γὰρ τοῦ ἡλίου τριακοσίας ἑξήκοντα πέντε ἡμέρας ἔχουσιν. Διὸ τοῦ τετάρτου συντιθεμένου κατὰ τέσσαρα ἔτη μία ἀποτελεῖται ἡμέρα, ἥτις λέγεται βίσεξτον. Καὶ ὁ ἐνιαυτὸς ἐκεῖνος τξστ ́ ἡμέρας ἔχει. Οἱ δὲ τῆς σελήνης ἐνιαυτοὶ τνδ ́ εἰσιν ἡμερῶν· ἡ γὰρ σελήνη, ἀφ ̓ οὗ γεννηθῇ, ἤγουν ἀνακαινισθῇ, αὔξει, ἕως ἂν γένηται ἡμερῶν ιδ ́ ἡμίσεος τετάρτου, καὶ ἄρχεται λήγειν, ἕως ἡμερῶν κθ ́ ἡμίσεος, καὶ τελείως γίνεται ἀφώτιστος. Καὶ πάλιν συναπτομένη τῷ ἡλίῳ ἀναγεννᾶται καὶ ἀνακαινίζεται, ὑπόμνημα φέρουσα τῆς ἡμῶν ἀναστάσεως. Καθ ̓ ἕκαστον οὖν ἐνιαυτὸν τὰς ἕνδεκα ἡμέρας ἀποδίδωσι τῷ ἡλίῳ. Κατὰ οὖν τρεῖς χρόνους ὁ ἐμβόλιμος μὴν γίνεται τοῖς Ἑβραίοις, καὶ ὁ ἐνιαυτὸς ἐκεῖνος δεκατριῶν μηνῶν εὑρίσκεται ἐκ τῆς προσθήκης τῶν ἕνδεκα ἡμερῶν. Δῆλον δὲ ὡς σύνθετός ἐστιν ὅ τε ἥλιος καὶ ἡ σελήνη καὶ τὰ ἄστρα, καὶ φθορᾷ κατὰ τὴν ἰδίαν φύσιν ὑπόκεινται. Τὴν δὲ τούτων φύσιν οὐκ ἴσμεν. Τινὲς μὲν οὖν φασι τὸ πῦρ ἐκτός τινος ὕλης ἀφανὲς εἶναι, ὅθεν καὶ σβεννύμενον ἀφανίζεται. Ἕτεροι δὲ τοῦτο σβεννύμενον εἰς ἀέρα φασὶ μεταβάλλεσθαι. Ὁ ζῳδιακὸς κύκλος λοξῶς κινεῖται, διῃρημένος εἰς τμήματα δώδεκα, ἅτινα καλεῖται ζῴδια. Τὸ δὲ ζῴδιον ἔχει δεκανοὺς τρεῖς, μοίρας λ ́· ἡ δὲ μοῖρα ἔχει λεπτὰ ξ ́. Ἔχει οὖν ὁ οὐρανὸς μοίρας τξ ́, τὸ ὑπὲρ γῆν ἡμισφαίριον μοίρας ρπ ́ καὶ τὸ ὑπὸ γῆν ρπ ́.

Οἶκοι πλανητῶν Κριὸς καὶ Σκορπίος Ἄρεως, Ταῦρος καὶ Ζυγὸς Ἀφροδίτης, Δίδυμοι καὶ Παρθένος Ἑρμοῦ, Καρκῖνος Σελήνης, Λέων Ἡλίου, Τοξότης καὶ Ἰχθύες Διός, Αἰγόκερως καὶ Ὑδροχόος Κρόνου. Ὑψώματα Κριὸς Ἡλίου, Ταῦρος Σελήνης, Καρκῖνος Διός, Παρθένος Ἄρεως, Ζυγὸς Κρόνου, Αἰγόκερως Ἑρμοῦ, Ἰχθύες Ἀφροδίτης. Τὰ σχήματα τῆς σελήνης. Σύνοδος, ὅτε γένηται ἐν τῇ μοίρᾳ, ἐν ᾗ ἐστιν ὁ ἥλιος· γέννα, ὅταν ἀποστῇ τοῦ ἡλίου μοίρας ιε ́· ἀνατολή, ὅτε φανῇ μηνοειδή δίς, ὅταν ἀπέχῃ μοίρας ξ ́· διχοτόμοι δύο, ὅταν ἀπέχῃ μοίρας ς ́· ἀμφίκυρτοι δύο, ὅταν ἀπέχῃ μοίρας ρκ ́· πλησισέληνοι, αἳ καὶ πλησιφαεῖς, δύο, ὅταν ἀπέχῃ μοίρας ρν ́· πανσέληνος, ὅταν ἀπέχῃ μοίρας ρπ ́. Δίς δὲ εἴπομεν, μίαν αὐξούσης καὶ μίαν ληγούσης. Διὰ δύο ἥμισυ ἡμερῶν παρέρχεται ἡ σελήνη ἕκαστον ζῴδιον.

ΚΕΦΑΛΑΙΟN 22. Περὶ ἀέρος καὶ ἀνέμων

Ἀήρ ἐστι στοιχεῖον λεπτότατον, ὑγρόν τε καὶ θερμόν, τοῦ μὲν πυρὸς βαρύτερον, τῆς δὲ γῆς καὶ τῶν ὑδάτων κουφότερον, ἀναπνοῆς καὶ ἐκφωνήσεως αἴτιον, ἀχρωμάτιστον, ἤτοι ἐκ φύσεως χρῶμα μὴ κεκτημένον, διειδές, διαφανές (φωτὸς γάρ ἐστι δεκτικόν) καὶ ταῖς τρισὶν αἰσθήσεσιν ἡμῶν διακονοῦν (δι ̓ αὐτοῦ γὰρ ὁρῶμεν, ἀκούομεν, ὀσφραινόμεθα), δεκτικὸν θάλψεώς τε καὶ ψύξεως ξηρότητός τε καὶ ὑγρότητος, οὗ πᾶσαι αἱ κατὰ τόπον κινήσεις εἰσίν· ἄνω, κάτω, ἔσω, ἔξω, δεξιά, ἀριστερὰ καὶ ἡ κυκλοφορικὴ κίνησις. Οἴκοθεν μὴ κεκτημένος τὸ φῶς, ἀλλ ̓ ὑπὸ ἡλίου καὶ σελήνης καὶ ἄστρων καὶ πυρὸς φωτιζόμενος. Καὶ τοῦτό ἐστιν, ὃ εἶπεν ἡ Γραφή, ὅτι «σκότος ἦν ἐπάνω τῆς ἀβύσσου», θέλουσα δεῖξαι, ὡς οὐκ οἴκοθεν ὁ ἀὴρ τὸ φῶς κέκτηται, ἀλλ ̓ ἄλλη τίς ἐστιν οὐσία ἡ τοῦ φωτός. Ἄνεμος δέ ἐστι κίνησις ἀέρος ἤ ἄνεμός ἐστι ῥεῦμα ἀέρος τῆς τῶν τόπων ἐξαλλαγῆς, ὅθεν ῥεῖ, τάς ἐπωνυμίας ἀμείβων. Καὶ ὁ τόπος δὲ τοῦ ἀέρος ἐστί· τόπος γάρ ἐστιν ἑκάστου σώματος ἡ τούτου περιοχή. Τί δὲ περιέχει τὰ σώματα, εἰ μὴ ἀήρ; Εἰσὶ δὲ τόποι διάφοροι, ὅθεν ἡ τοῦ ἀέρος γίνεται κίνησις, ἐξ ὧν καὶ οἱ ἄνεμοι τὰς ἐπωνυμίας ἔχουσι· δώδεκα δὲ οἱ πάντες εἰσί. Φασὶ δὲ τὸν ἀέρα σβέσιν πυρὸς ἢ ἀτμὸν ὕδατος θερμανθέντος. Ἔστι γοῦν ὁ ἀὴρ κατὰ μὲν τὴν οἰκείαν φύσιν θερμός, ψύχεται δὲ τῇ γειτνιάσει τῇ πρὸς τὸ ὕδωρ καὶ τὴν γῆν, ὡς τὰ μὲν κάτω μέρη αὐτοῦ ψυχρὰ εἶναι, τὰ δὲ ἄνω θερμά. Ἄνεμοι πνέουσιν ἀπὸ ἀνατολῆς θερινῆς καικίας, ὁ καί μέσης, ἀπὸ ἀνατολῆς ἰσημερινῆς ἀπηλιώτης, ἀπὸ ἀνατολῆς χειμερινῆς εὖρος, ἀπὸ δύσεως χειμερινῆς λίψ, ἀπὸ δύσεως ἰσημερινῆς ζέφυρος, ἀπὸ δύσεως θερινῆς ἀργέστης, ἤτοι Ὀλυμπίας, ὁ καὶ Ἰάπυξ. Εἶτα νότος καὶ ἀπαρκτίας ἀντιπνέοντες ἀλλήλοις. Ἔστι δὲ μέσος ἀπαρκτίου καὶ καικίου βορέας. Εὔρου δὲ καὶ νότου μέσος Φοῖνιξ, ὁ καλούμενος εὐρόνοτος. Μέσος δὲ νότου καὶ λιβὸς λιβόνοτος, ὁ καὶ λευκόνοτος. Μέσος δὲ ἀπαρκτίου καὶ ἀργέστου θρασκίας, ἤτοι κέρκιος ὑπὸ τῶν περιοίκων ὀνομαζόμενος. (Ἔθνη δέ οἰκεῖ τά πέρατα κατ’ ἀπηλιώτην Βακτριανοί, κατ’ εὖρον Ἰνδικοί, κατά Φοίνικα Ἐρυθρά θάλασσα καί Αἰθιοπία, κατά λιβόνοτον οἱ ὑπὲρ Σύρτιν Γαράμαντες, κατά λίβα Αἰθίοπες καί οἱ δυσμικοί Ὑπέρμαυροι, κατά ζέφυρον Στῆλαι καί ἀρχαί Λιβύης καί Εὐρώπης, κατά ἀργέστην Ἰβηρία, ἡ νῦν Ἱσπανία, κατά δέ θρασκίαν Κελτοί καί τὰ ὅμορα· κατά ἀπαρκτίαν οἱ ὑπὲρ τὴν Θράκην Σκύθαι, κατά βοῤῥᾶν Πόντος, Μαιῶτις καί Σαρμάται, κατά καικίαν, Κασπία θάλασσα καί Σάκαι).

ΚΕΦΑΛΑΙΟN 23. Περὶ ὑδάτων

Καὶ τὸ ὕδωρ δὲ ἓν τῶν στοιχείων τῶν τεσσάρων ἐστί, ποίημα Θεοῦ, κάλλιστον. Ὕδωρ ἐστὶ στοιχεῖον ὑγρόν τε καὶ ψυχρόν, βαρύ τε καὶ κατωφερές, εὐδιάχυτον. Τούτου δὲ μνημονεύει ἡ θεία Γραφὴ λέγουσα· «Καὶ σκότος ἦν ἐπάνω τῆς ἀβύσσου, καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος»· ἄβυσσος γὰρ οὐδὲν ἕτερόν ἐστιν, εἰ μὴ ὕδωρ πολύ, οὗ τὸ τέλος ἀκατάληπτον ἀνθρώποις. Ἐν ἀρχῇ μὲν οὖν τὸ ὕδωρ ἐπὶ πᾶσαν τὴν γῆν ἐπεπόλαζε. Καὶ πρῶτον μὲν ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα διαχωρίζον ἀναμέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος καὶ τοῦ ὕδατος τοῦ ὑποκάτω τοῦ στερεώματος· ἐν τῷ μέσῳ γὰρ τῆς ἀβύσσου τῶν ὑδάτων ἐστερεώθη τῷ δεσποτικῷ προστάγματι. Ὅθεν καὶ στερέωμα εἶπεν ὁ Θεὸς γενέσθαι, καὶ ἐγένετο. Τίνος δὲ χάριν ἐπάνω τοῦ στερεώματος ὕδωρ ὁ Θεὸς ἀπέθετο; Διὰ τὴν τοῦ ἡλίου καὶ τοῦ αἰθέρος θερμοτάτην ἔκκαυσιν· εὐθέως γὰρ μετὰ τὸ στερέωμα ὁ αἰθὴρ ἐφήπλωται. Καὶ ὁ ἥλιος δὲ σὺν τῇ σελήνῃ καὶ τοῖς ἄστροις ἐν τῷ στερεώματί εἰσι· καὶ εἰ μὴ ἐπέκειτο ὕδωρ, ἐφλέχθη ἂν ὑπὸ τῆς θέρμης τὸ στερέωμα. Εἴτα προσέταξεν ὁ Θεὸς συναχθῆναι τὰ ὕδατα εἰς συναγωγὴν μίαν. Τὸ δὲ «μίαν συναγωγὴν» λέγειν οὐ δηλοῖ τὸ ἐν ἑνὶ τόπῳ συναχθῆναι αὐτά –ἰδοὺ γὰρ μετὰ ταῦτά φησι· «Καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας»–, ἀλλὰ τὸ ὁμοῦ καθ ̓ ἑαυτὰ κεχωρισμένα τῆς γῆς γενέσθαι τὰ ὕδατα ὁ λόγος ἐδήλωσε. «Συνήχθησαν τοίνυν τὰ ὕδατα εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά». Ἐντεῦθεν αἱ δύο θάλασσαι αἱ τὴν Αἴγυπτον περιέχουσαι –μέση γὰρ αὕτη τῶν δύο κεῖται θαλασσῶν– συνήχθησαν, διάφορα πελάγη καὶ ὄρη καὶ νήσους καὶ ἀγκῶνας καὶ λιμένας ἔχουσαι καὶ κόλπους διαφόρους περιέχουσαι αἰγιαλούς τε καὶ ἀκτάς –αἰγιαλὸς μὲν γὰρ ὁ ψαμμώδης λέγεται, ἀκτὴ δὲ ἡ πετρώδης καὶ ἀγχιβαθής, ἤτοι ἡ εὐθέως ἐν τῇ ἀρχῇ βάθος ἔχουσα. Ὁμοίως καὶ ἡ κατὰ τὴν ἀνατολήν, ἥτις λέγεται Ἰνδική, καὶ ἡ βορεινή, ἥτις λέγεται Κασπία· καὶ αἱ λίμναι δὲ ἐντεῦθεν συνήχθησαν. Ἔστιν οὖν ὁ μὲν Ὠκεανὸς οἷόν τις ποταμὸς κυκλῶν πᾶσαν τὴν γῆν, περὶ οὗ εἴρηκεν, ὡς ἐμοὶ δοκεῖ, ἡ Γραφή, ὅτι «ποταμὸς ἐκπορεύεται ἐκ τοῦ παραδείσου», πότιμον καὶ γλυκὺ ὕδωρ ἔχων. Οὗτος χορηγεῖ τὸ ὕδωρ ταῖς θαλάσσαις, ὅπερ ἐν ταῖς θαλάσσαις χρονίζον καὶ ἑστὼς ἀκίνητον πικρὸν γίνεται, τοῦ ἡλίου ἀεὶ τὸ λεπτότερον ἀνιμωμένου καὶ τῶν σιφώνων, ὅθεν καὶ τὰ νέφη συνίστανται καὶ οἱ ὄμβροι γίνονται διὰ τῆς διηθήσεως γλυκαινομένου τοῦ ὕδατος. Οὗτος καὶ εἰς τέσσαρας ἀρχὰς, ἤτοι εἰς τέσσαρας ποταμοὺς διαιρεῖται. «Ὄνομα τῷ ἑνὶ Φεισών», τουτέστι Γάγγης ὁ Ἰνδικός. «Καὶ ὄνομα τῷ ἄλλῳ Γηών»· οὗτός ἐστιν ὁ Νεῖλος ὁ ἀπὸ Αἰθιοπίας εἰς Αἴγυπτον κατερχόμενος. Καὶ ὄνομα τῷ τρίτῳ Τίγρις. Καὶ ὄνομα τῷ τετάρτῳ Εὐφράτης. Εἰσὶ δὲ καὶ ἕτεροι πλεῖστοι καὶ μέγιστοι ποταμοί, ὧν οἱ μὲν εἰς τὴν θάλασσαν κενοῦνται, οἱ δὲ καὶ ἐν τῇ γῇ ἀναλίσκονται. Ὅμως καὶ πᾶσα ἡ γῆ διάτρητός ἐστι καὶ ὑπόνομος ὥσπερ τινὰς φλέβας ἔχουσα, δι ̓ ὧν ἐκ τῆς θαλάσσης δεχομένη τὰ ὕδατα τὰς πηγὰς ἀνίησι. Πρὸς οὖν τὴν ποιότητα τῆς γῆς καὶ τὸ τῶν πηγῶν ὕδωρ γίνεται. Διηθεῖται μὲν γὰρ καί διϋλίζεται διὰ τῆς γῆς τὸ θαλάττιον ὕδωρ καὶ οὕτω γλυκαίνεται. Εἰ δὲ ὁ τόπος, ὅθεν ἡ πηγὴ ἀναδίδοται, τύχοι πικρὸς ἢ ἁλμυρός, πρὸς τὴν γῆν καὶ τὸ ὕδωρ ἀνάγεται. Στενούμενον δὲ πολλάκις τὸ ὕδωρ καὶ βίᾳ ῥηγνύμενον θερμαίνεται, κἀντεῦθεν τὰ αὐτοφυῆ θερμὰ ἀνάγονται ὕδατα. Τῷ οὖν θείῳ προστάγματι κοιλώματα ἐν τῇ γῇ γεγόνασι, καὶ οὕτως εἰς τὰς συναγωγὰς αὐτῶν συνήχθη τὰ ὕδατα· ἐντεῦθεν καὶ τὰ ὄρη γεγόνασι. Πρώτῳ τοίνυν τῷ ὕδατι προσέταξεν ὁ Θεὸς ἐξαγαγεῖν ψυχὴν ζῶσαν, ἐπειδὴ ἤμελλε δι ̓ ὕδατος καὶ τοῦ ἐν ἀρχῇ ἐπιφερομένου τοῖς ὕδασιν Ἁγίου Πνεύματος ἀνακαινίζειν τὸν ἄνθρωπον. Τοῦτο γὰρ ὁ θεῖος ἔφη Βασίλειος. Ἐξήγαγε δὲ ζῷα μικρά τε καὶ μεγάλα, κήτη, δράκοντας, ἰχθύας ἐν τοῖς ὕδασιν ἕρποντας καὶ πετεινὰ πτερωτά. Διὰ τῶν πετεινῶν οὖν συνάπτεται τό τε ὕδωρ καὶ ἡ γῆ καὶ ὁ ἀήρ· ἐξ ὑδάτων μὲν γὰρ ταῦτα γέγονεν, ἐν τῇ γῇ δὲ διατρίβει καὶ ἐν ἀέρι ἵπταται. Κάλλιστον δὲ στοιχεῖον τὸ ὕδωρ καὶ πολύχρηστον καὶ ῥύπου καθάρσιον, οὐ μόνον μὲν σωματικοῦ, καὶ ψυχικοῦ δέ, εἰ προσλάβοι τὴν χάριν τοῦ Πνεύματος.

ΚΕΦΑΛΑΙΟN 23. Περὶ πελαγῶν

Διαδέχεται τὸ Αἰγαῖον πέλαγος Ἑλλήσποντος, λήγων εἰς Ἄβυδον καὶ Σηστόν· εἶτα ἡ Προποντὶς, λήγουσα εἰς Χαλκηδόνα καὶ Βυζάντιον, ἔνθα τὰ στενά, ἀφ ̓ ὧν ὁ Πόντος ἄρχεται· εἶτα ἡ Μαιῶτις λίμνη. Πάλιν δὲ ἀπ ̓ ἀρχῆς Εὐρώπης καὶ Λιβύης Ἰβηρικόν, τὸ ἀπὸ Στηλῶν εἰς Πυρήνην τὸ ὄρος· Λιγυστικὸν δὲ, τὸ ἕως τῶν τῆς Τυρρηνίας περάτων· Σαρδώνιον δὲ, τὸ ὑπὲρ τὴν Σαρδὼ, νεῦον πρὸς τὴν Λιβύην κάτω· Τυρρηνικὸν δὲ, τὸ μέχρι Σικελίας λῆγον, ἀρχόμενον ἀπὸ τῶν τῆς Λιγυστικῆς ἄκρων· εἶτα Λιβυκόν· εἶτα Κρητικὸν καὶ Σικελικὸν καὶ Ἰόνιον καὶ Ἄδριον, τὸ δὲ ἀνακεχυμένον ἐκ τοῦ Σικελικοῦ πελάγους, ὃν καλοῦσιν Κορινθιακὸν κόλπον, ἤτοι Ἀλκυονίδα θάλασσαν. Τῷ δὲ Σουνίῳ καὶ Σκυλλαίῳ περιεχόμενον πέλαγος, Σαρωνικόν· εἶτα Μυρτῷον καὶ Ἰκάριον, ἐν ᾧ αἱ Κυκλάδες· εἶτα Καρπάθιον καὶ Παμφύλιον καὶ Αἰγύπτιον. Ὑπὲρ δὲ τὸ Ἰκάριον ἑξῆς ἀναχεῖται τὸ Αἰγαῖον. Ἔστι δὲ ὁ τῆς Εὐρώπης παράπλους ἀπὸ Τανάιδος ποταμοῦ ἐκβολῶν ἕως Ἡρακλέους στηλῶν στάδια Ϛθψθ ́· τῆς δὲ Λιβύης ἀπὸ Τίγγεως ἕως στόματος Κανωβικοῦ στάδια βθσνβ ́· τῆς δὲ Ἀσίας ἀπὸ Κανώβου ἕως Τανάιδος ποταμοῦ μετὰ τῶν κόλπων ὁ παράπλους στάδια δρια ́. Ὁμοῦ παράλιος σὺν κόλποις τῆς καθ ̓ ἡμᾶς οἰκουμένης στάδια ιγθοβ ́.

ΚΕΦΑΛΑΙΟN 24. Περὶ γῆς καὶ τῶν ἐξ αὐτῆς

Ἡ γῆ ἓν τῶν τεσσάρων στοιχείων ἐστὶ ξηρόν τε καὶ ψυχρὸν καὶ βαρὺ καὶ ἀκίνητον, ὑπὸ τοῦ Θεοῦ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τῇ πρώτῃ ἡμέρᾳ παρηγμένον. «Ἐν ἀρχῇ» γάρ, φησίν, «ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», ἧς τὴν ἕδραν καὶ τὴν βάσιν οὐδεὶς τῶν ἀνθρώπων εἰπεῖν δεδύνηται. Οἱ μὲν γὰρ ἐπὶ ὑδάτων φασὶν ἡδράσθαι καὶ πεπῆχθαι αὐτήν, ὥς φησιν ὁ θεῖος Δαυίδ· «Τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων», οἱ δὲ ἐπὶ τοῦ ἀέρος. Ἄλλος δέ φησιν· «Ὁ ἑδράσας τὴν γῆν ἐπ ̓ οὐδενός». Καὶ πάλιν ὁ θεηγόρος Δαυὶδ ὡς ἐκ προσώπου τοῦ Δημιουργοῦ· «Ἐγώ», φησίν, «ἐστερέωσα τοὺς στύλους αὐτῆς», τὴν συνεκτικὴν αὐτῆς δύναμιν στύλους ὀνομάσας. Τὸ δὲ «ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν» δηλοῖ τὸ πανταχόθεν περικεχύσθαι τῇ γῇ τὴν τοῦ ὕδατος φύσιν. Κἂν οὖν ἐφ ̓ ἑαυτῆς, κἂν ἐπὶ ἀέρος, κἂν ἐπὶ ὑδάτων, κἂν ἐπ ̓ οὐδενὸς δῶμεν ἡδράσθαι αὐτήν, χρὴ μὴ ἀφίστασθαι τῆς εὐσεβοῦς ἐννοίας, ἀλλὰ πάντα ὁμοῦ συγκρατεῖσθαι, ὁμολογεῖν καὶ συνέχεσθαι τῇ δυνάμει τοῦ κτίσαντος. Ἐν ἀρχῇ μὲν οὖν, καθώς φησιν ἡ θεία Γραφή, ὑπὸ ὑδάτων ἐκαλύπτετο καὶ ἀκατασκεύαστος, ἤτοι ἀκόσμητος ἦν. Τοῦ δὲ Θεοῦ προστάξαντος τὰ τῶν ὑδάτων δοχεῖα γεγόνασι, καὶ τότε τὰ ὄρη ὑπῆρξαν, τῷ τε θείῳ προστάγματι τὸν οἰκεῖον ἀνείληφε κόσμον παντοδαπέσι χλόαις καὶ φυτοῖς ὡραϊσθεῖσα, οἷς τὸ θεῖον ἐνέθηκε πρόσταγμα δύναμιν αὐξητικήν τε καὶ θρεπτικὴν καὶ σπερματικὴν, ἤτοι ὁμοίου γεννητικήν. Ἐξήγαγε δὲ τοῦ Δημιουργοῦ κελεύσαντος καὶ παντοῖα γένη ζῴων ἑρπετῶν τε καὶ θηρίων καὶ κτηνῶν. Πάντα μὲν πρὸς τὴν τοῦ ἀνθρώπου εὔκαιρον χρῆσιν, ἀλλὰ τούτων τὰ μὲν πρὸς βρῶσιν, οἷον ἐλάφους, πρόβατα, δορκάδας καὶ τὰ τοιαῦτα, τὰ δὲ πρὸς διακονίαν, οἷον καμήλους, βοῦς, ἵππους, ὄνους καὶ τὰ τοιαῦτα, τὰ δὲ πρὸς τέρψιν οἷον πιθήκους, καὶ τῶν ὀρνέων κίσσας τε καὶ ψιττακοὺς καὶ τὰ τοιαῦτα· καὶ τῶν φυτῶν δὲ καὶ βοτανῶν τὰ μὲν κάρπιμα καὶ ἐδώδιμα, τὰ δὲ εὐώδη καὶ ἀνθηρὰ πρὸς τέρψιν ἡμῖν δεδωρημένα, οἷον τὸ ῥόδον καὶ τὰ τοιαῦτα, τὰ δὲ πρὸς νοσημάτων ἴασιν. Οὐκ ἔστι γὰρ οὐδὲν ζῷον, οὐδὲ φυτόν, ἐν ᾧ οὐκ ἐνέργειάν τινα τῇ τῶν ἀνθρώπων χρείᾳ χρησιμεύουσαν ὁ Δημιουργὸς ἐναπέθετο. Ὁ γὰρ τὰ πάντα πρὶν γενέσεως αὐτῶν ἐπιστάμενος εἰδώς, ὡς μέλλει ἐν αὐτεξουσίῳ παραβάσει ὁ ἄνθρωπος γενέσθαι καὶ τῇ φθορᾷ παραδίδοσθαι, πάντα πρὸς εὔκαιρον χρῆσιν αὐτοῦ, τά τε ἐν τῷ στερεώματι τά τε ἐν τῇ γῇ καὶ τὰ ἐν ὕδασιν ἔκτισε. Πρὸ μὲν οὖν τῆς παραβάσεως, πάντα ὑποχείρια τῷ ἀνθρώπῳ ἦν· ἄρχοντα γὰρ αὐτὸν κατέστησεν ὁ Θεὸς πάντων τῶν ἐν τῇ γῇ καὶ τῶν ἐν τοῖς ὕδασι. Καὶ ὁ ὄφις δὲ συνήθης τῷ ἀνθρώπῳ ἦν, μᾶλλον τῶν ἄλλων αὐτῷ προσερχόμενος καὶ τερπνοῖς προσομιλῶν τοῖς κινήμασιν. Ὅθεν δι ̓ αὐτοῦ τὴν κακίστην ὁ ἀρχέκακος Διάβολος ὑποθήκην τοῖς προπάτορσιν εἰσηγήσατο. Καὶ ἡ γῆ δὲ αὐτομάτη τοὺς καρποὺς ἔφερε πρὸς χρείαν τῶν ὑποχειρίων αὐτῷ ζῴων, καὶ οὔτε ὄμβρος ἦν τῇ γῇ οὔτε χειμών. Μετὰ δὲ τὴν παράβασιν, ἡνίκα «παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς», ἄρχειν ἐν ἑαυτῷ τὴν ἄλογον ἐπιθυμίαν τοῦ λογικοῦ νοῦ παρασκευάσας, παρήκοος τῆς τοῦ Δεσπότου ἐντολῆς γενόμενος, ἐπανέστη τῷ ὑπὸ τοῦ Δημιουργοῦ χειροτονηθέντι ἄρχοντι ἡ ὑποχείριος κτίσις, καί ἐτάγη ἐν ἱδρῶτι ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη. Ἀλλ ̓ οὐδὲ νῦν ἄχρηστος ἡ τῶν θηρίων χρῆσις ἐκφοβοῦσα καὶ πρὸς ἐπίγνωσιν καὶ ἐπίκλησιν τοῦ πεποιηκότος φέρουσα Θεοῦ. Καὶ ἡ ἄκανθα δὲ μετὰ τὴν παράβασιν ἐξεφύη τῆς γῆς κατὰ τὴν τοῦ Κυρίου ἀπόφασιν, μεθ ̓ ἣν συνεζεύχθη καὶ τῇ ἀπολαύσει τοῦ ῥόδου ἡ ἄκανθα εἰς ὑπόμνησιν τῆς παραβάσεως ἡμᾶς ἄγουσα, δι ̓ ἣν ἀκάνθας καὶ τριβόλους ἡ γῆ ἀνατέλλειν ἡμῖν κατεδικάσθη. Ὅτι μὲν ταῦτα οὕτως ἔχει, πιστευτέον ἐκ τοῦ καὶ μέχρι τοῦ νῦν τὴν τούτων διαμονὴν ἐνεργεῖν τὸν τοῦ Κυρίου λόγον· ἔφη γάρ· «Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν». Σφαιροειδῆ δέ τινές φασι τὴν γῆν, ἕτεροι δὲ κωνοειδῆ. Ἥττων δὲ καὶ πάνυ σμικροτέρα ἐστὶ τοῦ οὐρανοῦ, ὥσπερ τις στιγμὴ ἐν μέσῳ τούτου κρεμαμένη. Καὶ αὐτὴ δὲ παρελεύσεται καὶ ἀλλαγήσεται. Μακάριος δέ ἐστιν ὁ τὴν τῶν πραέων γῆν κληρονομῶν· ἡ γὰρ μέλλουσα τοὺς ἁγίους ὑποδέχεσθαι γῆ ἀθάνατός ἐστι. Τίς οὖν ἀξίως τὴν ἄπειρόν τε καὶ ἀκατάληπτον τοῦ Δημιουργοῦ σοφίαν θαυμάσειεν; Ἢ τίς τῆς πρεπούσης εὐχαριστίας ἐφίκοιτο τοῦ δοτῆρος τῶν τοσούτων ἀγαθῶν;

Εἰσὶ δὲ αἱ γνωσθεῖσαι ἐπαρχίαι τῆς γῆς ἤτοι σατραπίαι αὗται. Εὐρώπης μὲν ἐπαρχίαι λ ́, πίνακες ί· (α) Ἰουβερνία, νῆσος Βρετανική (β) Ἀλουίωνος νῆσος Βρετανική (γ) Ἱσπανία Βαιτική (δ) Ἱσπανία Λουσιτανία (ε) Ἱσπανία Ταρακωνησία (στ) Γαλλία Ἀκουιτανία (ζ) Γαλλία Λουγδονησία (η) Γαλλία Κελτική (θ) Γαλλία Ναρβωνησία (ι) Γερμανία μεγάλη ιά Ῥαιτία καὶ Οὐινδελικία ι ́ Νωρικόν ι ́ Παννονία ἡ ἄνω ι ́ Παννονία ἡ κάτω ιέ Ἰλλυρίς ι ́ Δελματία ι ́ Ἰταλία ιή Κύρνος νῆσος ι ́ Σαρδὼ νῆσος ́ Σικελία νῆσος κά Σαρματία ἡ ἐν Εὐρώπῃ κ ́ Ταυρικὴ Χερσόνησος κ ́ Ἰάζυγες Μετανάσται κ ́ Δακία κέ Μυσία ἡ ἄνω κ ́ Μυσία ἡ κάτω κ ́ Θρᾴκη κή Χερσόνησος κ ́ Μακεδονία ́ Ἤπειρος λά Ἀχαΐα λ ́ Εὔβοια νῆσος λ ́ Πελοπόννησος λ ́ Κρήτη νῆσος. Λιβύης ἐπαρχίαι ι ́, πίνακες ή· ά Μαυριτανία Τιγγιτανή ́ Μαυριτανία Καισαρηνσία ́ Νουμιδία ́ Ἀφρικὴ ὅλη έ Κυρηναϊκὴ πεντάπολις ́ Μαρμαρική ́ Λιβύη ή Αἴγυπτος ἡ κάτω ́ Αἴγυπτος Θηβαΐς ί ἡ ἐντὸς Ἀφρικῆς Λιβύη ιά ἡ ἄνω Αἰγύπτου Αἰθιοπία ι ́ ἡ ἐντὸς τούτων πάντων νωτιωτάτη Αἰθιοπία. Ἀσίας ἠπείρου μεγάλης ἐπαρχίαι μή, κανόνες ι ́· ά Βιθυνία Πόντου ́ Ἀσία ἡ ἰδίως, πρὸς τῇ Ἐφέσῳ ́ Φρυγία μεγάλη ́ Λυκία έ Γαλατία ́ Παφλαγονία ́ Παμφυλία ή Καππαδοκία ́ Ἀρμενία μικρά ί Κιλικία ιά Σαρματία ἡ ἐντὸς Ἀσίας ι ́ Κολχίς ι ́ Ἰβηρία ι ́ Ἀλβανία ιέ Ἀρμενία μεγάλη ι ́ Κύπρος νῆσος ι ́ Συρία κοίλη ιή Συρία Φοινίκη ι ́ Συρία Παλαιστίνη ́ Ἀραβία Πετραία κά Μεσοποταμία κ ́ Ἀραβία ἔρημος κ ́ Βαβυλωνία κ ́ Ἀσσυρία κέ Σουσιανή κ ́ Μηδία κ ́ Περσίς κή Παρθία κ ́ Καρμανία ἔρημος ́ Καρμανία ἑτέρα λά Ἀραβία εὐδαίμων λ ́ Ὑρκανία λ ́ Μαργιανή λ ́ Βακτριανή λέ Σογδιανή λ ́ Σακῶν λ ́ Σκυθία ἡ ἐντὸς Ἰμάου ὄρους λή Σκυθία ἡ ἐκτὸς Ἰμάου ὄρους λ ́ Σηρική ́ Ἀρεία μά Παροπανισάδαι μ ́ Δραγγιανή μ ́ Ἀραχωσία μ ́ Γεδρωσία μέ Ἰνδικὴ ἡ ἐντὸς Γάγγου τοῦ ποταμοῦ μ ́ Ἰνδικὴ ἡ ἐκτὸς Γάγγου τοῦ ποταμοῦ μ ́ Σῖναι μή Ταπροβάνη νῆσος. Ὁμοῦ γίνονται Εὐρώπης μὲν πίνακες ί, ἐπαρχίαι λ ́, πόλεις ἐπίσημοι ριή Λιβύης δὲ πίνακες μὲν ή, χῶραι δὲ ι ́, πόλεις ἐπίσημοι ν ́ Ἀσίας δὲ μεγάλης πίνακες μὲν ι ́, ἐπαρχίαι δὲ μή, πόλεις ἐπίσημοι ρ ́ αἱ πᾶσαι τῆς οἰκουμένης χῶραι Ϟ ́, πόλεις τ ́. Ἔθνη δὲ οἰκεῖ τὰ πέρατα· κατ ̓ ἀπηλιώτην Βακτριανοί, κατ ̓ εὗρον Ἰνδοί, κατὰ Φοίνικα Ἐρυθρὰ θάλασσα καὶ Αἰθιοπία, κατὰ λευκόνοτον οἱ ὑπὲρ Σύρτιν Γεράμαντες, κατὰ λίβα Αἰθίοπες καὶ δυσμικοὶ Ὑπέρμαυροι, κατὰ ζέφυρον Στῆλαι καὶ ἀρχαὶ Λιβύης καὶ Εὐρώπης, κατὰ ἀργέστην Ἰβηρία ἡ νῦν Ἱσπανία, κατὰ δὲ θρασκίαν Κελτοὶ καὶ τὰ ὅμορα, κατὰ ἀπαρκτίαν οἱ ὑπὲρ Θρᾴκην Σκύθαι, κατὰ βορρᾶν Πόντος Μαιῶτις καὶ Σαρμάται, κατὰ καικίαν Κασπία θάλασσα καὶ Σάκες.

ΚΕΦΑΛΑΙΟN 25. Περὶ παραδείσου

Ἐπειδὴ δὲ ἔμελλεν ὁ Θεὸς ἐξ ὁρατῆς τε καὶ ἀοράτου κτίσεως πλαστουργεῖν τὸν ἄνθρωπον κατ ̓ οἰκείαν εἰκόνα τε καὶ ὁμοίωσιν, ὥσπερ τινὰ βασιλέα καὶ ἄρχοντα πάσης τῆς γῆς καὶ τῶν ἐν αὐτῇ προκαθίστησιν αὐτῷ οἷόν τι βασίλειον, ἐν ᾧ διαιτώμενος μακαρίαν καὶ πανολβίαν ἕξει ζωήν. Οὗτός ἐστιν ὁ θεῖος παράδεισος, Θεοῦ χερσὶν ἐν Ἐδὲμ πεφυτευμένος, εὐφροσύνης καὶ θυμηδίας ἁπάσης ταμιεῖον. Ἐδὲμ γὰρ τρυφὴ ἑρμηνεύεται. Ἐν τῇ ἀνατολῇ μὲν πάσης τῆς γῆς ὑψηλότερος κείμενος, εὐκραὴς δὲ καὶ ἀέρι λεπτῷ καὶ καθαρωτάτῳ περιλαμπόμενος, φυτοῖς ἀειθαλέσι κομῶν, εὐωδίας πλήρης, φωτὸς ἔμπλεως, ὥρας ἁπάσης αἰσθητῆς καὶ κάλλους ὑπερβαίνων ἐπίνοιαν, θεῖον ὄντως χωρίον καὶ ἄξιον τοῦ κατ ̓ εἰκόνα Θεοῦ ἐνδιαίτημα, ἐν ᾧ οὐδὲν τῶν ἀλόγων ηὐλίζετο, μόνος δὲ ὁ ἄνθρωπος, τῶν θείων χειρῶν τὸ πλαστούργημα. Ἐν μέσῳ τούτου ξύλον ζωῆς ὁ Θεὸς ἐφύτευσεν καὶ ξύλον τῆς γνώσεως. Τὸ μὲν ξύλον τῆς γνώσεως ἀπόπειράν τινα καὶ δοκιμὴν καὶ γυμνάσιον τῆς τοῦ ἀνθρώπου ὑπακοῆς καὶ παρακοῆς. Διὸ καὶ ξύλον τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν κέκληται, ἢ ὅτι δύναμιν ἐδίδου γνωστικὴν τοῖς μεταλαμβάνουσι τῆς οἰκείας φύσεως, ὅπερ καλὸν μὲν τοῖς τελείοις, κακὸν δὲ τοῖς ἀτελεστέροις, ἔτι καὶ τὴν ἔφεσιν λιχνοτέροις, ὥσπερ στερεὰ τροφὴ τοῖς ἀπαλοῖς ἔτι καί δεομένοις γάλακτος· οὐκ ἐβούλετο γὰρ ὁ κτίσας ἡμᾶς Θεὸς μεριμνᾶν καὶ περὶ πολλὰ τυρβάζεσθαι, οὐδὲ φροντιστὰς καὶ προνοητὰς τῆς ἰδίας ζωῆς γενέσθαι. Ὅπερ δὴ καὶ πέπονθεν ὁ Ἀδάμ· γευσάμενος γὰρ ἔγνω, ὅτι γυμνὸς ἦν, καὶ περίζωμα ἑαυτῷ περιεποιεῖτο· φύλλα γὰρ συκῆς λαβὼν περιεζώσατο. Πρὸ δὲ τῆς γεύσεως γυμνοὶ ἦσαν ἀμφότεροι, ὅ τε Ἀδὰμ καὶ ἡ Εὔα, καὶ οὐκ ᾐσχύνοντο. Τοιούτους δὲ ἀπαθεῖς ἐβούλετο εἶναι ἡμᾶς ὁ Θεός (ἀπαθείας γὰρ ἄκρας τοῦτό ἐστιν). Ἔτι δὲ καὶ ἀμερίμνους, ἓν ἔργον ἔχοντας, τὸ τῶν ἀγγέλων, ὑμνεῖν ἀλήκτως καὶ ἀδιαλείπτως τὸν κτίσαντα, καὶ τῆς αὐτοῦ κατατρυφᾶν θεωρίας καὶ αὐτῷ ἐπιρρίπτειν τὴν ἑαυτῶν μέριμναν. Ὅπερ καὶ διὰ τοῦ προφήτου Δαυὶδ πρὸς ἡμᾶς ἀπεφθέγξατο· «Ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου», λέγων, «καὶ αὐτός σε διαθρέψει». Καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις τοὺς οἰκείους μαθητὰς διδάσκων φησί· «Μὴ μεριμνήσητε τῇ ψυχῇ ὑμῶν, τί φάγητε, καὶ τῷ σώματι ὑμῶν, τί ἐνδύσησθε». Καὶ πάλιν· «Αἰτεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν». Καὶ πρὸς τὴν Μάρθαν· «Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά, ἑνὸς δέ ἐστι χρεία· Μαρία γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ ̓ αὐτῆς»· τὸ καθῆσθαι δηλονότι παρὰ τοὺς πόδας αὐτοῦ καὶ ἀκούειν τῶν λόγων αὐτοῦ. Τὸ δὲ τῆς ζωῆς ξύλον ἢ ξύλον ἔχον ἐνέργειαν ζωῆς παρεκτικὴν ἢ τοῖς τῆς ζωῆς ἀξίοις καὶ τῷ θανάτῳ οὐχ ὑποκειμένοις μόνοις ἐδώδιμον. Τινὲς μὲν οὖν αἰσθητὸν τὸν παράδεισον ἐφαντάσθησαν, ἕτεροι δὲ νοητόν. Πλὴν ἔμοιγε δοκεῖ, ὅτι ὥσπερ ὁ ἄνθρωπος αἰσθητὸς ἅμα καὶ νοητὸς δεδημιούργητο, οὕτω καὶ τὸ τούτου ἱερώτατον τέμενος αἰσθητὸν ἅμα καὶ νοητὸν καὶ διπλῆν ἔχον τὴν ἔμφασιν· τῷ γὰρ σώματι ἐν τῷ θειοτάτῳ χώρῳ καὶ ὑπερκαλλεῖ, καθὼς ἱστορήσαμεν, αὐλιζόμενος, τῇ ψυχῇ ἐν ὑπερτέρῳ καὶ ἀσυγκρίτῳ καὶ περικαλλεστέρῳ τόπῳ διέτριβε Θεὸν ἔχων οἶκον τὸν ἔνοικον καὶ αὐτὸν ἔχων εὐκλεὲς περιβόλαιον καὶ τὴν αὐτοῦ περιβεβλημένος χάριν καὶ τοῦ μόνου γλυκυτάτου καρποῦ τῆς αὐτοῦ θεωρίας κατατρυφῶν, οἷά τις ἄγγελος ἄλλος καὶ ταύτῃ τρεφόμενος. Ὅπερ δὴ καὶ ξύλον ζωῆς ἀξίως ὠνόμασται· ζωῆς γὰρ θανάτῳ μὴ διακοπτομένης ἡ γλυκύτης τῆς θείας μεθέξεως τοῖς μεταλαμβάνουσι μεταδίδωσιν. Ὃ δὴ καὶ πᾶν ξύλον ὁ Θεὸς ἐκάλεσεν· «Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει», φησί, «φάγεσθε·» αὐτὸς γάρ ἐστι τὸ πᾶν, ἐν ᾧ καὶ δι ̓ οὗ τὸ πᾶν συνέστηκε. Τὸ δὲ τῆς τοῦ καλοῦ τε καὶ κακοῦ γνώσεως ξύλον ἡ τῆς πολυσχεδοῦς θεωρίας διάγνωσις. Αὕτη δέ ἐστιν ἡ τῆς οἰκείας ἐπίγνωσις φύσεως, ἥτις καλὴ μὲν τοῖς τελείοις καὶ ἐν τῇ θείᾳ θεωρίᾳ βεβιωκόσιν, ἐξ ἑαυτῆς τὴν τοῦ Δημιουργοῦ μεγαλουργίαν δημοσιεύουσα, τοῖς μὴ δεδιόσι μετάπτωσιν διὰ τὸ ἐκ τοῦ χρόνου εἰς ἕξιν τινὰ τῆς τοιαύτης ἐληλακέναι θεωρίας, οὐ καλὴ δὲ τοῖς νέοις ἔτι καὶ τὴν ἔφεσιν λιχνοτέροις, οὓς διὰ τὸ ἀβέβαιον τῆς ἐν τῷ κρείττονι διαμονῆς καὶ μήπω παγίως ἐνεδρασθῆναι τῇ τοῦ μόνου καλοῦ προσεδρείᾳ ἡ τοῦ οἰκείου κηδεμονία σώματος πρὸς ἑαυτὴν ἀνθέλκειν καὶ περισπᾶν πέφυκεν. Οὕτω διπλοῦν οἶμαι τὸν θεῖον παράδεισον. Καὶ ἀληθῶς οἱ θεοφόροι Πατέρες παρέδωκαν οἵ τε οὕτως, οἵ τε ἐκείνως διδάξαντες. Δυνατὸν δὲ νοῆσαι πᾶν ξύλον τὴν ἐκ πάντων τῶν κτισμάτων τῆς θείας δυνάμεως γινομένην ἐπίγνωσιν, ὥς φησιν ὁ θεῖος ἀπόστολος· «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται». Πασῶν δὲ τῶν ἐννοιῶν καὶ θεωριῶν τούτων ἡ καθ ̓ ἡμᾶς ὑψηλοτέρα πέφυκεν, ἡ τῆς ἡμετέρας φημὶ συστάσεως, ὥς φησιν ὁ θεῖος Δαυίδ· «Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ», τουτέστιν ἐκ τῆς ἐμῆς κατασκευῆς. Ἐπισφαλὴς δὲ αὕτη τῷ Ἀδὰμ ὑπῆρχε νεοπαγεῖ ὄντι, δι ̓ ἃς εἴπομεν αἰτίας. Ἤ ξύλον μὲν ζωῆς τὴν ἐκ πάντων τῶν αἰσθητῶν ἐγγινομένην θειοτέραν ἔννοιαν καὶ τὴν δι ̓ αὐτῶν ἐπὶ τὸν ἁπάντων γενεσιουργόν τε καὶ δημιουργὸν καὶ αἴτιον ἀναγωγήν, ὅπερ καὶ πᾶν ξύλον ὠνόμασε, τὸ πλῆρες καὶ ἀδιαίρετον, μόνην τε τοῦ καλοῦ φέρων τὴν μέθεξιν, ξύλον δὲ γνώσεως καλοῦ καὶ πονηροῦ τὴν αἰσθητὴν καὶ ἐνήδονον βρῶσιν, τὴν τῷ δοκεῖν μὲν γλυκαίνουσαν, τῷ ὄντι δὲ ἐν μετουσίᾳ κακῶν τὸν μετέχοντα καθιστῶσαν· φησὶ γὰρ ὁ Θεός· «Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ», διὰ πάντων, οἶμαι, τῶν κτισμάτων ἐπ ̓ ἐμὲ τὸν ποιητὴν ἀναβιβάσθητι, λέγων, καὶ ἕνα καρπὸν ἐκ πάντων κάρπωσαι, ἐμὲ τὴν ὄντως ζωήν. Πάντα σοι ζωὴν καρποφορείτωσαν, καὶ τὴν ἐμὴν μέθεξιν ποιοῦ τῆς οἰκείας ὑπάρξεως σύστασιν· οὕτω γὰρ ἔσῃ ἀθάνατος. «Ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ φάγεσθε ἀπ ̓ αὐτοῦ. ᾟ δ ̓ ἂν ἡμέρᾳ φάγητε ἀπ ̓ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε»· φυσικῶς γὰρ ἡ αἰσθητὴ βρῶσις τοῦ ὑπεκρεύσαντός ἐστιν ἀναπλήρωσις καὶ εἰς ἀφεδρῶνα χωρεῖ καὶ φθοράν· καὶ ἀμήχανον ἄφθαρτον διαμένειν τὸν αἰσθητῆς βρώσεως ἐν μετουσίᾳ γινόμενον.

Ἢ ξύλον μὲν ζωῆς ἡ μετοχὴ τοῦ θεοῦ, δι ̓ ἧς καὶ οἱ ἄγγελοι τρέφονται, δι ̓ ἧς τὴν ἀφθαρσίαν λαμβάνειν ἠμέλλομεν· ἔδει γὰρ ἡμᾶς πρῶτον ἀδιακρίτως ὑποταγῆναι τῷ νόμῳ τοῦ θεοῦ, ἕως εἰς τελείαν ἕξιν τῆς ἀρετῆς ἤλθομεν, καὶ οὕτως δῶρον παρὰ θεοῦ λαβεῖν τὴν διάκρισιν καλοῦ τε καὶ κακοῦ, ὅπερ ἐστὶ ξύλον τοῦ γινώσκειν καλὸν καὶ κακόν. Οὐκ ἀσφαλὴς γὰρ τῷ ἀρτιπαγεῖ ἡ διάκρισις τῶν λογισμῶν καὶ τὸ ἀντιρρητικὸν διὰ τὸ ἐμπαθῆ ἔτι καὶ ἡδυπαθῆ ἔχειν τὸν λογισμόν. Ξύλον μὲν οὖν ζωῆς φημι τὴν ἐκ θεοῦ δεδομένην ἐντολήνξύλον γὰρ ζωῆς ἐστιν ἡ δικαιοσύνη πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς. Καὶ ηὐλόγηται ξύλον, δι ̓ οὗ δικαιοσύνη πεφύτευται, φησὶ Σολομώνξύλον δὲ γνώσεως τὴν διάκρισιν καλοῦ τε καὶ κακοῦ. Ἔδει οὖν τὸν Ἀδὰμ διὰ τῆς ἀδιακρίτου ὑπακοῆς ἑνωθῆναι θεῷ καὶ πλουτῆσαι τῇ ἑνώσει τὴν θέωσιν ἐν καιρῷ, ὅτε ὁ φύσει θεὸς ηὐδόκει, καὶ πάντων τὴν ἀληθῆ γνῶσίν τε καὶ διάκρισιν καὶ τὴν ἀπέραντον ζωήν. Ἔδει δὲ ἀπόπειραν γενέσθαι τῆς ἀδιακρίτου ὑπακοῆς. Δίδωσι τοίνυν ἐντολὴν ὁ θεός, μὴ γεύσασθαι τοῦ ξύλου τῆς γνώσεως, μὴ πιστεῦσαι τῇ ἰδίᾳ διακρίσει μηδὲ φαγεῖν ἀπὸ ξύλου τινὸς ἔχοντος φυσικὴν ἐνέργειαν ἐμποιητικὴν τῆς ἐπιγνώσεως ἑαυτοῦ ἤτοι τῆς ἰδίας φύσεως. Προσβαλόντος οὖν τοῦ πονηροῦ διὰ τοῦ ὄφεως καὶ εἰπόντος· «ἔσεσθε ὡς θεοὶ γινώσκοντες καλὸν καὶ πονηρόν», ἐὰν φάγητε, ἐπίστευσε τῇ ἰδίᾳ διακρίσει, καὶ ἔδοξεν αὐτῷ καλὸν ἡ θέωσις καὶ ἡ γνῶσις. Καὶ οὐκ ἐλογίσατο, ὅτι πάντα καλὰ ἐν καιρῷ αὐτῶν καὶ οὐ καλὸν τὸ καλόν, εἰ μὴ καλῶς γένηται, καὶ ὡς οὐ χρὴ προαρπάζειν τὸ δοθησόμενον παρὰ γνώμην τοῦ διδόντος τὸ εἶναι καὶ τὸ εὖ εἶναι. Καὶ εἶδεν, ὡς καλόν, καὶ ἔφαγεν καὶ ἐγυμνώθη τῆς πρὸς θεὸν ἐκστάσεως, καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ οἱ σωματικοί, καὶ τὰ πάθη ἐκινήθησαν, καὶ ἔγνωσαν, ὅτι γυμνοί εἰσι, καὶ ᾐσχύνθησαν. Καὶ περιεσπάσθησαν ἀπὸ θεοῦ καὶ ὡς νήπιοι ἐλιχνεύθησαν πρὸς τὴν ἡδονὴν καὶ ἐξωρίσθησαν ἐκ τοῦ ξύλου τῆς ζωῆς καὶ θνητοὶ γεγόνασιν. ᾜδει δὲ ὁ ἐχθρὸς ἐκ τῆς πείρας, ὅτι τὸ προσεδρεύειν θεῷ θεώσεως καὶ ζωῆς αἰωνίου γίνεται πρόξενον.

ΚΕΦΑΛΑΙΟN 26. Περὶ ἀνθρώπου

Οὕτω μὲν οὖν τὴν νοητὴν οὐσίαν ὑπεστήσατο ὁ Θεός, ἀγγέλους φημὶ καὶ πάντα τὰ κατ ̓ οὐρανὸν τάγματα –ταῦτα γὰρ ἀριδήλως νοερᾶς ἐστι καὶ ἀσωμάτου φύσεως· «ἀσωμάτου» δέ φημι συγκρινομένης πρὸς τὴν τῆς ὕλης παχύτητα· μόνον γὰρ ὄντως τὸ θεῖον ἄυλόν τε καὶ ἀσώματον–, ἔτι δὲ καὶ τὴν αἰσθητήν, οὐρανόν τε καὶ γῆν καὶ τὰ τούτων ἐν μέσῳ κείμενα· καὶ τὴν μὲν οἰκείαν (οἰκεία γὰρ Θεῷ ἡ λογικὴ φύσις καὶ νῷ μόνῳ ληπτή), τὴν δὲ πάντῃ που πορρωτάτω κειμένην, ὡς ὑπὸ τὴν αἴσθησιν δηλαδὴ πίπτουσαν. Ἔδει δὲ ἐξ ἀμφοτέρων μίξιν γενέσθαι, καί σοφίας μείζονος γνώρισμα καὶ τῆς περὶ τὰς φύσεις πολυτελείας, ὥς φησιν ὁ θεηγόρος Γρηγόριος, οἷόν τινα σύνδεσμον «τῆς ὁρατῆς τε καὶ ἀοράτου φύσεως». Τὸ δὲ «ἔδει», φημὶ, τὴν τοῦ Δημιουργοῦ ὑπεμφαίνων βούλησιν· αὕτη γὰρ θεσμὸς καὶ νόμος πρεπωδέστατος, καὶ οὐδεὶς ἐρεῖ τῷ πλαστουργῷ· «Τί με ἐποίησας οὕτως»; Ἐξουσίαν γὰρ ἔχει ὁ κεραμεὺς ἐκ τοῦ ἰδίου πηλοῦ διάφορα κατασκευάζειν σκεύη πρὸς ἔνδειξιν τῆς ἑαυτοῦ σοφίας. Ἐπεὶ δὲ ταῦτα οὕτως εἶχεν, ἐξ ὁρατῆς τε καὶ ἀοράτου φύσεως δημιουργεῖ τὸν ἄνθρωπον οἰκείαις χερσὶ κατ ̓ οἰκείαν εἰκόνα τε καὶ ὁμοίωσιν· ἐκ γῆς μὲν τὸ σῶμα διαπλάσας, ψυχὴν δὲ λογικὴν καὶ νοερὰν διὰ τοῦ οἰκείου ἐμφυσήματος δοὺς αὐτῷ, ὅπερ δὴ θείαν εἰκόνα φαμέν· τὸ μὲν γὰρ «κατ ̓ εἰκόνα» τὸ νοερὸν δηλοῖ καὶ αὐτεξούσιον, τὸ δὲ «καθ ̓ ὁμοίωσιν» τὴν τῆς ἀρετῆς κατὰ τὸ δυνατὸν ὁμοίωσιν. Ἅμα δὲ τὸ σῶμα καὶ ἡ ψυχὴ πέπλασται· οὐ τὸ μὲν πρῶτον, τὸ δὲ ὕστερον κατὰ τὰ Ὠριγένους ληρήματα. Ἐποίησεν οὖν ὁ Θεὸς τὸν ἄνθρωπον ἄκακον, εὐθῆ, ἐνάρετον, ἄλυπον, ἀμέριμνον, πάσῃ ἀρετῇ κατηγλαϊσμένον, πᾶσιν ἀγαθοῖς κομῶντα, οἷόν τινα κόσμον δεύτερον, ἐν μεγάλῳ μικρόν, ἄγγελον ἄλλον, προσκυνητὴν μικτόν, ἐπόπτην τῆς ὁρατῆς κτίσεως, μύστην τῆς νοουμένης, βασιλέα τῶν ἐπὶ γῆς, βασιλευόμενον ἄνωθεν, ἐπίγειον καὶ οὐράνιον, πρόσκαιρον καὶ ἀθάνατον, ὁρατὸν καὶ νοούμενον, μέσον μεγέθους καὶ ταπεινότητος, τὸν αὐτὸν πνεῦμα καὶ σάρκα· σάρκα διὰ τὴν ἔπαρσιν, πνεῦμα διὰ τὴν χάριν· τὸ μὲν ἵνα πάσχῃ καὶ πάσχων ὑπομιμνήσκηται καὶ παιδεύηται, τὸ δὲ ἵνα μένῃ καὶ δοξάζῃ τὸν εὐεργέτην, τῷ μεγέθει φιλοτιμούμενον, ζῷον ἐνταῦθα οἰκονομούμενον τουτέστιν ἐν τῷ παρόντι βίῳ, καὶ ἀλλαχοῦ μεθιστάμενον ἐν τῷ αἰῶνι τῷ μέλλοντι, καί πέρας τοῦ μυστηρίου τῇ πρὸς Θεὸν νεύσει θεούμενον· θεούμενον δὲ τῇ μετοχῇ τῆς θείας ἐλλάμψεως καὶ οὐκ εἰς τὴν θείαν μεθιστάμενον οὐσίαν. Ἐποίησε δὲ αὐτὸν φύσιν ἀναμάρτητον καὶ θέλησιν αὐτεξούσιον. Ἀναμάρτητον δέ φημι οὐχ ὡς μὴ ἐπιδεχόμενον ἁμαρτίαν –μόνον γὰρ τὸ θεῖον ἁμαρτίας ἐστὶν ἀνεπίδεκτον–, ἀλλ ̓ οὐχ ὡς ἐν τῇ φύσει τὸ ἁμαρτάνειν ἔχοντα, ἐν τῇ προαιρέσει δὲ μᾶλλον, ἤτοι ἐξουσίαν ἔχοντα μένειν καὶ προκόπτειν ἐν τῷ ἀγαθῷ τῇ θείᾳ συνεργούμενον χάριτι, ὡσαύτως καὶ τρέπεσθαι ἐκ τοῦ καλοῦ καὶ ἐν τῷ κακῷ γίνεσθαι, τοῦ Θεοῦ παραχωροῦντος διὰ τὸ αὐτεξούσιον· οὐκ ἀρετὴ γὰρ τὸ βίᾳ γινόμενον. Ψυχὴ τοίνυν ἐστὶν οὐσία ζῶσα, ἁπλῆ, ἀσώματος, σωματικοῖς ὀφθαλμοῖς κατ ̓ οἰκείαν φύσιν ἀόρατος, λογική τε καὶ νοερά, ἀσχημάτιστος, ὀργανικῷ κεχρημένη σώματι καὶ τούτῳ ζωῆς, αὐξήσεώς τε καὶ αἰσθήσεως καὶ γεννήσεως παρεκτική, οὐχ ἕτερον ἔχουσα παρ ̓ ἑαυτὴν τὸν νοῦν, ἀλλὰ μέρος αὐτῆς τὸ καθαρώτατον· ὥσπερ γὰρ ὀφθαλμὸς ἐν σώματι, οὕτως ἐν ψυχῇ νοῦς· αὐτεξούσιος, θελητική τε καὶ ἐνεργητική, τρεπτὴ, ἤτοι ἐθελότρεπτος, ὅτι καὶ κτιστή. Πάντα ταῦτα κατὰ φύσιν ἐκ τῆς τοῦ δημιουργήσαντος αὐτὴν χάριτος εἰληφυῖα, ἐξ ἧς καὶ τὸ εἶναι καὶ τὸ φύσει οὕτως εἶναι εἴληφεν. Ὁσαχῶς τό ἀσώματον Ἀσώματα δὲ καὶ ἀόρατα καὶ ἀσχημάτιστα κατὰ δύο τρόπους νοοῦμεν· τὰ μὲν κατ ̓ οὐσίαν, τὰ δὲ κατὰ χάριν· καὶ τὰ μὲν φύσει ὄντα, τὰ δὲ πρὸς τὴν τῆς ὕλης παχύτητα. Ἐπὶ Θεοῦ μὲν οὖν φύσει, ἐπὶ δὲ ἀγγέλων καὶ δαιμόνων καὶ ψυχῶν χάριτι, καὶ ὡς πρὸς τὴν τῆς ὕλης παχύτητα λέγεται ἀσώματον. Σῶμά ἐστι τὸ τριχῇ διαστατὸν ἤγουν τὸ ἔχον μῆκος καὶ πλάτος καὶ βάθος, ἤτοι πάχος. Πᾶν δὲ σῶμα ἐκ τῶν τεσσάρων στοιχείων συνίσταται, τὰ δὲ τῶν ζῴων σώματα ἐκ τῶν τεσσάρων χυμῶν. Χρὴ εἰδέναι, ὅτι τέσσαρα στοιχεῖά ἐστι· γῆ, ξηρὰ καὶ ψυχρά· ὕδωρ, ψυχρὸν καὶ ὑγρόν· ἀήρ, ὑγρὸς καὶ θερμός· πῦρ, θερμὸν καὶ ξηρόν. Ὁμοίως καὶ χυμοὶ τέσσαρες, ἀναλογοῦντες τοῖς τέσσαρσι στοιχείοις· μέλαινα χολὴ ἀναλογοῦσα τῇ γῇ (ξηρὰ γάρ ἐστι καὶ ψυχρά)· φλέγμα ἀναλογοῦν τῷ ὕδατι (ψυχρὸν γάρ ἐστι καὶ ὑγρόν)· αἷμα ἀναλογοῦν τῷ ἀέρι (ὑγρὸν γάρ ἐστι καὶ θερμόν)· ξανθὴ χολὴ ἀναλογοῦσα τῷ πυρί (θερμὴ γάρ ἐστι καὶ ξηρά). Οἱ μὲν οὖν καρποὶ ἐκ τῶν στοιχείων συνίστανται, οἱ δὲ χυμοὶ ἐκ τῶν καρπῶν, τὰ δὲ τῶν ζῴων σώματα ἐκ τῶν χυμῶν καὶ εἰς τὰ αὐτὰ ἀναλύεται· πᾶν γὰρ συντιθέμενον εἰς τὰ αὐτὰ ἀναλύεται, ἐξ ὧν συνετέθη. Ὅτι ὁ ἄνθρωπος κοινωνεῖ καί ἀψύχοις καί ἀλόγοις καί λογικοῖς. Χρὴ γινώσκειν, ὅτι ὁ ἄνθρωπος καὶ τοῖς ἀψύχοις κοινωνεῖ καὶ τῆς τῶν ἀλόγων μετέχει ζωῆς καὶ τῆς τῶν λογικῶν μετείληφε νοήσεως. Κοινωνεῖ γὰρ τοῖς μὲν ἀψύχοις κατὰ τὸ σῶμα καὶ τὴν ἀπὸ τῶν τεσσάρων στοιχείων κρᾶσιν, τοῖς δὲ φυτοῖς κατά τε ταῦτα καὶ τὴν θρεπτικὴν καὶ αὐξητικὴν καὶ σπερματικὴν, ἤγουν γεννητικὴν δύναμιν, τοῖς δὲ ἀλόγοις καὶ ἐν τούτοις μέν, ἐξ ἐπιμέτρου δὲ κατὰ τὴν ὄρεξιν, ἤγουν θυμὸν καὶ ἐπιθυμίαν καὶ κατὰ τὴν αἴσθησιν καὶ κατὰ τὴν καθ ̓ ὁρμὴν κίνησιν. Αἰσθήσεις μὲν οὖν εἰσι πέντε· ὅρασις, ἀκοή, ὄσφρησις, γεῦσις, ἁφή. Τῆς δὲ καθ ̓ ὁρμὴν κινήσεώς ἐστι τὸ ἀπὸ τόπου εἰς τόπον μεταβατικὸν καὶ τὸ κινητικὸν ὅλου τοῦ σώματος καὶ τὸ φωνητικὸν καὶ ἀναπνευστικόν· ταῦτα γὰρ ἐν ἡμῖν ἐστι ποιεῖν καὶ μὴ ποιεῖν. Συνάπτεται δὲ διὰ τοῦ λογικοῦ ταῖς ἀσωμάτοις καὶ νοεραῖς φύσεσι λογιζόμενος καὶ νοῶν καὶ κρίνων ἕκαστα καὶ τὰς ἀρετὰς μεταδιώκων καὶ τῶν ἀρετῶν τὸν κολοφῶνα, τὴν εὐσέβειαν, ἀσπαζόμενος· διὸ καὶ μικρὸς κόσμος ὁ ἄνθρωπός ἐστιν. Χρὴ δὲ εἰδέναι, ὡς ἴδια μὲν τοῦ σώματος μόνου τομὴ καὶ ῥεῦσις καὶ μεταβολή. Μεταβολὴ μὲν ἡ κατὰ ποιότητα, ἤγουν θερμασίαν καὶ ψύξιν καὶ τὰ τοιαῦτα. Ῥεῦσις δὲ ἡ κατὰ κένωσιν· κενοῦται γὰρ ξηρὰ καὶ ὑγρὰ καὶ πνεύματα, ὧν χρῄζει τῆς ἀναπληρώσεως· ὥστε φυσικά εἰσι πάθη ἥ τε πεῖνα καὶ ἡ δίψα· τομή δέ ἡ τῶν χυμῶν ἀπ’ ἀλλήλων διαχώρισις καί ὁ εἰς εἶδος καί ὕλην μερισμός. Ἴδια δὲ τῆς ψυχῆς ἡ εὐσέβεια καὶ ἡ νόησις. Κοινὰ δὲ ψυχῆς καὶ σώματος αἱ ἀρεταί, ἐχουσῶν καὶ τούτων ἐπὶ τὴν ψυχὴν τὴν ἀναφοράν, οἷον ψυχῆς προσχρωμένης σώματι. Χρὴ γινώσκειν, ὅτι τὸ λογικὸν φύσει κατάρχει τοῦ ἀλόγου· διαιροῦνται γὰρ αἱ δυνάμεις τῆς ψυχῆς εἰς λογικὸν καὶ ἄλογον. Τοῦ δὲ ἀλόγου μέρη εἰσὶ δύο· τὸ μὲν ἀνήκοόν ἐστι λόγου, ἤγουν οὐ πείθεται λόγῳ, τὸ δὲ κατήκοόν ἐστι καὶ ἐπιπειθὲς λόγῳ. Ἀνήκοον μὲν οὖν καὶ μὴ πειθόμενον λόγῳ ἐστὶ τὸ ζωτικόν, ὃ καὶ σφυγμικὸν καλεῖται, καὶ τὸ σπερματικόν, ἤγουν γεννητικὸν καὶ τὸ φυτικόν, ὃ καὶ θρεπτικὸν καλεῖται· τούτου δέ ἐστι καὶ τὸ αὐξητικόν, τὸ καὶ διαπλάσσον τὰ σώματα. Ταῦτα γὰρ οὐ λόγῳ κυβερνῶνται, ἀλλὰ τῇ φύσει. Τὸ δὲ κατήκοον καὶ ἐπιπειθὲς λόγῳ διαιρεῖται εἰς ἐπιθυμίαν καὶ θυμόν. Καλεῖται δὲ κοινῶς τὸ ἄλογον μέρος τῆς ψυχῆς παθητικὸν καὶ ὀρεκτικόν. Χρὴ δὲ γινώσκειν, ὅτι τοῦ ἐπιπειθοῦς λόγῳ ἐστὶ καὶ ἡ καθ ̓ ὁρμὴν κίνησις. Τοῦ δέ μή πειθομένου λόγῳ ἐστί τό θρεπτικόν καί γεννητικόν καί σφυγμικόν· καλεῖται δέ φυτικόν μέν τό αὐξητικόν καί τό θρεπτικόν καί τό γεννητικόν, ζωτικόν δέ τό σφυγμικόν. Τοῦ μέν οὖν θρεπτικοῦ δυνάμεις εἰσί τέσσαρες· ἑλκτική ἡ ἕλκουσα τήν τροφήν, καθεκτική ἡ κατέχουσα τήν τροφήν καί μή ἐῶσα αὐτήν εὐθέως ἐκκριθῆναι, ἀλλοιωτική ἡ ἀλλοιοῦσα τήν τροφήν εἰς τούς χυμούς, ἀποκριτική ἡ τό περίττωμα διά τοῦ ἀφεδρῶνος ἐκκρίνουσα καί ἐκβάλλουσα. Χρή δέ εἰδέναι, ὅτι τῶν κατά τό ζῶον δυνάμεων αἱ μέν εἰσι ψυχικαί, αἱ δέ φυσικαί, αἱ δέ ζωτικαί. Καί ψυχικαί μέν αἱ κατά προαίρεσιν, ἤγουν ἡ καθ’ ὁρμήν κίνησις καί ἡ αἴσθησις. Τῆς δέ καθ’ ὁρμήν κινήσεως ἐστι τό τε κατά τόπον μεταβατικόν καί κινητικόν ὅλου τοῦ σώματος καί φωνητικόν καί ἀναπνευστικόν· ἐν ἡμῖν γάρ ἐστι τό ποιῆσαι καί τό μή ποιῆσαι ταῦτα. Φυσικαί δέ καί ζωτικαί αἱ ἀπροαίρετοι. Καί φυσικαί μέν ἡ θρεπτική καί αὐξητική καί σπερματική, ζωτική δέ ἡ σφυγμική· αὗται γάρ καί θελόντων ἡμῶν καί μή θελόντων ἐνεργοῦσι. Δεῖ δέ γινώσκειν, ὅτι τῶν πραγμάτων τὰ μέν ἐστιν ἀγαθά, τὰ δὲ φαῦλα. Προσδοκώμενον μὲν οὖν ἀγαθὸν ἐπιθυμίαν συνιστᾷ, παρὸν δὲ ἡδονήν· ὁμοίως δὲ πάλιν προσδοκώμενον κακὸν φόβον, παρὸν δὲ λύπην. Δεῖ δὲ εἰδέναι, ὅτι ἀγαθὸν ἐνταῦθα εἰπόντες ἢ τὸ ὄντως ἀγαθὸν ἢ τὸ δοκοῦν ἀγαθὸν εἴπομεν· ὁμοίως καὶ κακόν.

ΚΕΦΑΛΑΙΟN 27. Περὶ ἡδονῶν

Τῶν ἡδονῶν αἱ μέν εἰσι ψυχικαί, αἱ δὲ σωματικαί. Καὶ ψυχικαὶ μέν, ὅσαι μόνης εἰσὶ τῆς ψυχῆς αὐτῆς καθ ̓ αὑτὴν ὡς αἱ περὶ τὰ μαθήματα καὶ τὴν θεωρίαν. Σωματικαὶ δὲ αἱ μετὰ κοινωνίας τῆς ψυχῆς καὶ τοῦ σώματος γινόμεναι καὶ διὰ τοῦτο σωματικαὶ καλούμεναι ὡς αἱ περὶ τροφὰς καὶ συνουσίας καὶ τὰ τοιαῦτα. Μόνου δὲ τοῦ σώματος οὐκ ἂν εὕροι τις ἡδονάς. Πάλιν τῶν ἡδονῶν αἱ μέν εἰσιν ἀληθεῖς, αἱ δὲ ψευδεῖς· καὶ αἱ μὲν τῆς διανοίας μόνης κατ ̓ ἐπιστήμην καὶ θεωρίαν, αἱ δὲ μετὰ σώματος κατ ̓ αἴσθησιν. Καὶ τῶν μετὰ σώματος ἡδονῶν αἱ μέν εἰσι φυσικαὶ ἅμα καὶ ἀναγκαῖαι, ὧν χωρὶς ζῆν ἀδύνατον, ὡς αἱ τροφαὶ αἱ τῆς ἐνδείας ἀναπληρωτικαὶ, καὶ τὰ ἐνδύματα ἀναγκαῖα, αἱ δὲ φυσικαὶ μέν, οὐκ ἀναγκαῖαι δέ, ὡς αἱ κατὰ φύσιν καὶ κατὰ νόμον μίξεις (αὗται γὰρ εἰς μὲν τὴν διαμονὴν τοῦ παντὸς γένους συντελοῦσι, δυνατὸν δὲ καὶ χωρὶς αὐτῶν ἐν παρθενίᾳ ζῆν)· αἱ δὲ οὔτε ἀναγκαῖαι οὔτε φυσικαὶ, ὡς μέθη καὶ λαγνεία καὶ πλησμοναὶ τὴν χρείαν ὑπερβαίνουσαι· οὔτε γὰρ εἰς σύστασιν τῆς ζωῆς ἡμῶν συντελοῦσιν οὔτε εἰς διαδοχὴν τοῦ γένους, τοὐναντίον δέ καὶ βλάπτουσιν. Τὸν τοίνυν κατὰ Θεὸν ζῶντα δεῖ μετέρχεσθαι τὰς ἀναγκαίας ἅμα καὶ φυσικάς, ἐν δευτέρᾳ δὲ τάξει τὰς φυσικὰς καὶ οὐκ ἀναγκαίας τίθεσθαι μετὰ τοῦ προσήκοντος καιροῦ καὶ τρόπου καὶ μέτρου γινομένας, τὰς δὲ ἄλλας χρὴ πάντως παραιτεῖσθαι. Καλὰς δὲ ἡδονὰς χρὴ ἡγεῖσθαι τὰς μὴ συμπεπλεγμένας λύπῃ, μήτε μεταμέλειαν ἐμποιούσας, μηδὲ ἑτέρας βλάβης γεννητικάς, μήτε τοῦ μετρίου πέραν χωρούσας, μηδέ τῶν σπουδαίων ἔργων ἡμᾶς ἀφελκούσας ἐπὶ πολὺ ἢ καταδουλούσας.

ΚΕΦΑΛΑΙΟN 28. Περὶ λύπης

Τῆς δὲ λύπης εἴδη τέσσαρα· ἄχος, ἄχθος, φθόνος, ἔλεος. Ἄχος μὲν οὖν ἐστι λύπη ἀφωνίαν ἐμποιοῦσα, ἄχθος δὲ λύπη βαρύνουσα, φθόνος δὲ λύπη ἐπὶ ἀλλοτρίοις ἀγαθοῖς, ἔλεος δὲ λύπη ἐπὶ ἀλλοτρίοις κακοῖς.

ΚΕΦΑΛΑΙΟN 29. Περὶ φόβου

Διαιρεῖται δὲ καὶ ὁ φόβος εἰς ἕξ· εἰς ὄκνον, εἰς αἰδῶ, εἰς αἰσχύνην, εἰς κατάπληξιν, εἰς ἔκπληξιν, εἰς ἀγωνίαν. Ὄκνος μὲν οὖν ἐστι φόβος μελλούσης ἐνεργείας. Αἰδὼς δὲ φόβος ἐπὶ προσδοκίᾳ ψόγου· κάλλιστον δὲ τοῦτο τὸ πάθος. Αἰσχύνη δὲ φόβος ἐπὶ αἰσχρῷ πεπραγμένῳ· οὐδὲ τοῦτο δὲ ἀνέλπιστον εἰς σωτηρίαν. Κατάπληξις δὲ φόβος ἐκ μεγάλης φαντασίας. Ἔκπληξις δὲ φόβος ἐξ ἀσυνήθους φαντασίας. Ἀγωνία δὲ φόβος διαπτώσεως, ἤγουν ἀποτυχίας· φοβούμενοι γὰρ ἀποτυχεῖν τῆς πράξεως ἀγωνιῶμεν.

ΚΕΦΑΛΑΙΟN 30. Περὶ θυμοῦ

Θυμὸς δέ ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος ἐξ ἀναθυμιάσεως τῆς χολῆς ἢ ἀναθολώσεως γινομένη. Διὸ καὶ χολὴ λέγεται καὶ χόλος. Ἔστι δέ, ὅτε ὁ θυμὸς καὶ ὄρεξίς ἐστιν ἀντιτιμωρήσεως· ἀδικούμενοι γὰρ ἢ νομίζοντες ἀδικεῖσθαι θυμούμεθα, καὶ γίνεται τότε μικτὸν τὸ πάθος ἐξ ἐπιθυμίας καὶ θυμοῦ. Εἴδη δὲ τοῦ θυμοῦ τρία· ὀργή, ἥτις καλεῖται χολὴ καὶ χόλος, καὶ μῆνις καὶ κότος. Θυμὸς μὲν γὰρ ἀρχὴν καὶ κίνησιν ἔχων, ὀργὴ καὶ χολὴ καὶ χόλος λέγεται. Μῆνις δὲ χολὴ ἐπιμένουσα, ἤγουν μνησικακία· εἴρηται δὲ παρὰ τὸ μένειν καὶ τῇ μνήμῃ παραδίδοσθαι. Κότος δὲ ὀργὴ ἐπιτηροῦσα καιρὸν εἰς τιμωρίαν· εἴρηται δὲ καὶ οὗτος παρὰ τὸ κεῖσθαι. Ἔστι δὲ ὁ θυμὸς τὸ δορυφορικὸν τοῦ λογισμοῦ, ἔκδικος τῆς ἐπιθυμίας· ὅταν γὰρ ἐπιθυμήσωμεν πράγματος καὶ κωλυθῶμεν ὑπό τινος, θυμούμεθα κατ ̓ αὐτοῦ ὡς ἀδικηθέντες, τοῦ λογισμοῦ δηλονότι κρίναντος ἄξιον ἀγανακτήσεως τὸ γινόμενον ἐπὶ τῶν φυλαττόντων κατὰ φύσιν τὴν οἰκείαν τάξιν.

ΚΕΦΑΛΑΙΟN 31. Περὶ τοῦ φανταστικοῦ

Φανταστικόν ἐστι δύναμις τῆς ἀλόγου ψυχῆς διὰ τῶν αἰσθητηρίων ἐνεργοῦσα, ἥτις λέγεται αἴσθησις. Φανταστὸν δὲ καὶ αἰσθητὸν τὸ τῇ φαντασίᾳ καὶ τῇ αἰσθήσει ὑποπῖπτον· ὡς ὅρασις μὲν αὐτὴ ἡ ὀπτικὴ δύναμις, ὁρατὸν δὲ τὸ ὑποπῖπτον τῇ ὁράσει, λίθος τυχὸν ἤ τι τῶν τοιούτων. Φαντασία δέ ἐστι πάθος τῆς ἀλόγου ψυχῆς ὑπὸ φανταστοῦ τινος γινόμενον, φάντασμα δὲ πάθος διάκενον ἐν τοῖς ἀλόγοις τῆς ψυχῆς ἀπ ̓ οὐδενὸς φανταστοῦ γινόμενον. Ὄργανον δὲ τοῦ φανταστικοῦ ἡ ἐμπρόσθιος κοιλία τοῦ ἐγκεφάλου.

ΚΕΦΑΛΑΙΟN 32. Περὶ αἰσθήσεως

Αἴσθησίς ἐστι δύναμις τῆς ψυχῆς ἀντιληπτικὴ τῶν ὑλῶν, ἤγουν διαγνωστική· αἰσθητήρια δὲ τὰ ὄργανα, ἤγουν τὰ μέλη, δι ̓ ὧν αἰσθανόμεθα· αἰσθητὰ δὲ τὰ τῇ αἰσθήσει ὑποπίπτοντα· αἰσθητικὸν δὲ τὸ ζῷον τὸ ἔχον τὴν αἴσθησιν. Εἰσὶ δὲ αἰσθήσεις πέντε, ὁμοίως καὶ αἰσθητήρια πέντε. Πρώτη αἴσθησις ὅρασις. Αἰσθητήρια δὲ καὶ ὄργανα τῆς ὁράσεως τὰ ἐξ ἐγκεφάλου νεῦρα καὶ οἱ ὀφθαλμοί. Αἰσθάνεται δὲ ἡ ὄψις κατὰ πρῶτον μὲν λόγον τοῦ χρώματος, συνδιαγινώσκει δὲ τῷ χρώματι καὶ τὸ κεχρωσμένον σῶμα καὶ τὸ μέγεθος αὐτοῦ καὶ τὸ σχῆμα καὶ τὸν τόπον, ἔνθα ἐστί, καὶ τὸ διάστημα τὸ μεταξὺ καὶ τὸν ἀριθμόν, κίνησίν τε καὶ στάσιν καὶ τὸ τραχὺ καὶ λεῖον καὶ ὁμαλὸν καὶ ἀνώμαλον καὶ τὸ ὀξὺ καὶ τὸ ἀμβλὺ καὶ τὴν σύστασιν, εἴτε ὑδατώδης ἐστίν, εἴτε γεώδης ἤγουν ὑγρὰ ἢ ξηρά. Δευτέρα αἴσθησίς ἐστιν ἀκοὴ, τῶν φωνῶν καὶ τῶν ψόφων οὖσα αἰσθητική. Διαγινώσκει δὲ αὐτῶν τὴν ὀξύτητα καὶ τὴν βαρύτητα, λειότητά τε καὶ τραχύτητα καὶ μέγεθος. Ὄργανα δὲ αὐτῆς τὰ νεῦρα τὰ ἐξ ἐγκεφάλου τὰ μαλακὰ καὶ τῶν ὤτων ἡ κατασκευή. Μόνος δὲ ἄνθρωπος καὶ πίθηκος οὐ κινοῦσι τὰ ὦτα. Τρίτη αἴσθησις ὄσφρησις, ἥτις γίνεται μὲν διὰ τῶν ῥινῶν ἀναπεμπουσῶν τοὺς ἀτμοὺς ἐπὶ τὸν ἐγκέφαλον, περαίνεται δὲ εἰς τὰ πέρατα τῶν προσθίων κοιλιῶν τοῦ ἐγκεφάλου. Ἔστι δὲ αἰσθητικὴ καὶ ἀντιληπτικὴ τῶν ἀτμῶν. Τῶν δὲ ἀτμῶν ἡ γενικωτάτη διαφορά ἐστιν εὐωδία καὶ δυσωδία καὶ τὸ μέσον τούτων, ὃ μήτε εὐῶδές ἐστι μήτε δυσῶδες. Γίνεται δὲ εὐωδία τῶν ὑγρῶν τῶν ἐν τοῖς σώμασιν ἀκριβῶς πεφθέντων, μέσως δὲ μέση διάθεσις· καταδεέστερον δὲ ἢ μηδὲ ὅλως πεφθέντων ἡ δυσωδία γίνεται. Τετάρτη αἴσθησις ἡ γεῦσις. Ἔστι δὲ τῶν χυμῶν ἀντιληπτικὴ, ἤγουν αἰσθητική. Ὄργανα δὲ αὐτῆς ἡ γλῶσσα καὶ ταύτης πλέον τὸ ἄκρον καὶ ἡ ὑπερῴα, ἣν καλοῦσί τινες οὐρανίσκον, ἐν οἷς ἐστι τὰ ἐξ ἐγκεφάλου φερόμενα νεῦρα πεπλατυσμένα καὶ ἀπαγγέλλοντα τῷ ἡγεμονικῷ τὴν γενομένην ἀντίληψιν, ἤγουν αἴσθησιν. Αἱ δὲ καλούμεναι γευστικαὶ ποιότητες τῶν χυμῶν εἰσιν αὗται· γλυκύτης, δριμύτης, ὀξύτης, στρυφνότης, αὐστηρότης, πικρότης, ἁλμυρότης, λιπαρότης, γλισχρότης· τούτων γάρ ἐστιν ἡ γεῦσις διαγνωστική. Τὸ δὲ ὕδωρ ἄποιόν ἐστι κατὰ ταύτας τὰς ποιότητας· οὐδεμίαν γὰρ αὐτῶν ἔχει. Ἡ δὲ στρυφνότης ἐπίτασις καὶ πλεονασμός ἐστι τῆς αὐστηρότητος. Πέμπτη αἴσθησίς ἐστιν ἡ ἁφή, ἥτις κοινή ἐστι πάντων τῶν ζῴων· ἥτις γίνεται ἐκ τοῦ ἐγκεφάλου πεμπομένων νεύρων εἰς ὅλον τὸ σῶμα. Διὸ καὶ ὅλον τὸ σῶμα, ἀλλὰ καὶ τὰ ἄλλα αἰσθητήρια τὴν τῆς ἁφῆς ἔχουσιν αἴσθησιν. Ὑπόκειται δὲ τῇ ἁφῇ τὸ ψυχρὸν καὶ θερμόν, τό τε μαλακὸν καὶ σκληρὸν καὶ γλίσχρον καὶ κραῦρον, βαρύ τε καὶ κοῦφον· διὰ μόνης γὰρ ἁφῆς ταῦτα γνωρίζεται. Κοινὰ δὲ ἁφῆς καὶ ὄψεως τό τε τραχὺ καὶ λεῖον, τό τε ξηρὸν καὶ ὑγρόν, παχύ τε καὶ λεπτόν, ἄνω τε καὶ κάτω καὶ ὁ τόπος καὶ τὸ μέγεθος, ὅταν ᾖ τοιοῦτον, ὡς κατὰ μίαν προσβολὴν τῆς ἁφῆς περιλαμβάνεσθαι· καὶ τὸ πυκνόν τε καὶ μανόν, ἤγουν ἀραιὸν καὶ τὸ στρογγύλον, ὅταν ᾖ μικρόν, καὶ ἄλλα τινὰ σχήματα. Ὁμοίως δὲ καὶ τοῦ πλησιάζοντος σώματος αἰσθάνεται, σὺν τῇ μνήμῃ δὲ καὶ τῇ διανοίᾳ· ὡσαύτως δὲ καὶ ἀριθμοῦ μέχρι δύο ἢ τριῶν καὶ τούτων μικρῶν καὶ ῥᾳδίως περιλαμβανομένων. Τούτων δὲ μᾶλλον τῆς ἁφῆς ἡ ὅρασις ἀντιλαμβάνεται. Χρὴ γινώσκειν, ὡς ἕκαστον τῶν ἄλλων αἰσθητηρίων διπλοῦν ὁ Δημιουργὸς κατεσκεύασεν, ἵνα τοῦ ἑνὸς βλαπτομένου τὸ ἕτερον ἀναπληροῖ τὴν χρείαν· δύο γὰρ ὀφθαλμοὺς καὶ δύο ὦτα καὶ δύο πόρους τῆς ῥινὸς καὶ δύο γλώσσας, ἀλλ ̓ ἐν τοῖς μὲν τῶν ζῴων διῃρημένας, ὡς ἐν τοῖς ὄφεσιν, ἐν τοῖς δὲ ἡνωμένας, ὡς ἐν τῷ ἀνθρώπῳ· τὴν δὲ ἁφὴν ἐν ὅλῳ τῷ σώματι πλὴν ὀστέων καὶ νεύρων, ὀνύχων τε καὶ κεράτων καὶ τριχῶν καὶ συνδέσμων καὶ ἄλλων τινῶν τοιούτων. Χρὴ γινώσκειν, ὅτι ἡ μὲν ὄψις κατ ̓ εὐθείας γραμμὰς ὁρᾷ, ἡ δὲ ὄσφρησις καὶ ἡ ἀκοὴ οὐ κατ ̓ εὐθεῖαν μόνον, ἀλλὰ πανταχόθεν. Ἡ δὲ ἁφὴ καὶ ἡ γεῦσις οὐδὲ κατ ̓ εὐθεῖαν οὐδὲ πανταχόθεν γνωρίζουσιν, ἀλλὰ τότε μόνον, ὅταν αὐτοῖς πλησιάσωσι τοῖς ἰδίοις αἰσθητοῖς.

ΚΕΦΑΛΑΙΟN 33. Περὶ τοῦ διανοητικοῦ

Τοῦ δὲ διανοητικοῦ εἰσιν αἵ τε κρίσεις καὶ αἱ συγκαταθέσεις καὶ αἱ ὁρμαὶ αἱ πρὸς τὴν πρᾶξιν καὶ αἱ ἀφορμαὶ καὶ αἱ ἀποφυγαὶ τῆς πράξεως· ἰδικῶς δὲ αἵ τε νοήσεις τῶν νοητῶν καὶ αἱ ἀρεταὶ καὶ αἱ ἐπιστῆμαι καὶ τῶν τεχνῶν οἱ λόγοι καὶ τὸ βουλευτικὸν καὶ τὸ προαιρετικόν. Τούτου δέ ἐστι τὸ καὶ διὰ τῶν ὀνείρων θεσπίζον ἡμῖν τὸ μέλλον, ἥνπερ μόνην ἀληθῆ μαντείαν οἱ Πυθαγόρειοι λέγουσιν εἶναι, τοῖς Ἑβραίοις ἀκολουθήσαντες. Ὄργανον δὲ καὶ τούτου ἡ μέση κοιλία τοῦ ἐγκεφάλου καὶ τὸ ψυχικὸν πνεῦμα τὸ ἐν αὐτῇ.

ΚΕΦΑΛΑΙΟN 34. Περὶ τοῦ μνημονευτικοῦ

Τὸ δὲ μνημονευτικόν ἐστι μνήμης καὶ ἀναμνήσεως αἴτιόν τε καὶ ταμιεῖον· μνήμη γάρ ἐστι φαντασία ἐγκαταλελειμμένη ἀπό τινος αἰσθήσεως τῆς κατ ̓ ἐνέργειαν φαινομένης ἢ σωτηρία αἰσθήσεώς τε καὶ νοήσεως. Ἡ γὰρ ψυχὴ τῶν μὲν αἰσθητῶν διὰ τῶν αἰσθητηρίων ἀντιλαμβάνεται, ἤγουν αἰσθάνεται, καὶ γίνεται δόξα, τῶν δὲ νοητῶν διὰ τοῦ νοῦ, καὶ γίνεται νόησις· ὅταν οὖν τοὺς τύπους, ὧν τε ἐδόξασεν, ὧν τε ἐνόησεν, διασῴζῃ, μνημονεύειν λέγεται. Δεῖ δὲ γινώσκειν, ὅτι ἡ τῶν νοητῶν ἀντίληψις οὐ γίνεται, εἰ μὴ ἐκ μαθήσεως ἢ φυσικῆς ἐννοίας, οὐ γὰρ ἐξ αἰσθήσεως· τὰ μὲν γὰρ αἰσθητὰ καθ ̓ ἑαυτὰ μνημονεύεται· τὰ δὲ νοητά, εἴ τι μὲν ἐμάθομεν, μνημονεύομεν, τῆς δὲ οὐσίας αὐτῶν μνήμην οὐκ ἔχομεν. Ἀνάμνησις δὲ λέγεται μνήμης ἀπολλυμένης ὑπὸ λήθης ἀνάκτησις. Λήθη δέ ἐστι μνήμης ἀποβολή. Τὸ μὲν οὖν φανταστικὸν διὰ τῶν αἰσθήσεων ἀντιλαμβανόμενον τῶν ὑλῶν παραδίδωσι τῷ διανοητικῷ ἢ διαλογιστικῷ· ταὐτὸν γὰρ ἀμφότερα· ὃ παραλαβὸν καὶ κρῖναν παραπέμπει τῷ μνημονευτικῷ. Ὄργανον δὲ τοῦ μνημονευτικοῦ ἡ ὄπισθεν κοιλία τοῦ ἐγκεφάλου, ἣν καὶ παρεγκεφαλίδα καλοῦσι, καὶ τὸ ἐν αὐτῇ ψυχικὸν πνεῦμα.

ΚΕΦΑΛΑΙΟN 35. Περὶ ἐνδιαθέτου λόγου καὶ προφορικοῦ

Πάλιν δὲ διαιρεῖται τὸ λογικὸν τῆς ψυχῆς εἴς τε τὸν ἐνδιάθετον λόγον καὶ εἰς τὸν προφορικόν. Ἔστι δὲ ἐνδιάθετος μὲν λόγος κίνημα ψυχῆς ἐν τῷ διαλογιστικῷ γινόμενον ἄνευ τινὸς ἐκφωνήσεως· ὅθεν πολλάκις καί σιωπῶντες λόγον ὅλον παρ ̓ ἑαυτοῖς διεξερχόμεθα καὶ ἐν τοῖς ὀνείροις διαλεγόμεθα. Κατὰ τοῦτο δὲ μάλιστα λογικοὶ πάντες ἐσμέν· καὶ γὰρ οἱ ἐκ γεννετῆς κωφοὶ ἢ οἱ διά τι νόσημα ἢ πάθος τὴν φωνὴν ἀποβαλόντες οὐδὲν ἧττον λογικοί εἰσιν. Ὁ δὲ προφορικὸς λόγος ἐν τῇ φωνῇ καὶ ταῖς διαλέκτοις τὴν ἐνέργειαν ἔχει, ἤγουν ὁ διὰ γλώσσης καὶ στόματος προφερόμενος λόγος· διὸ καὶ προφορικὸς λέγεται. Ἔστι δὲ ἄγγελος νοήματος. Κατὰ τοῦτο δέ καὶ λαλητικοὶ λεγόμεθα.

ΚΕΦΑΛΑΙΟN 36. Περὶ πάθους καὶ ἐνεργείας

Τὸ πάθος ὁμωνύμως λέγεται· λέγεται γὰρ πάθος καὶ τὸ σωματικὸν ὡς τὰ νοσήματα καὶ τὰ ἕλκη, λέγεται πάλιν πάθος καὶ τὸ ψυχικόν, ἥ τε ἐπιθυμία καὶ ὁ θυμός. Ἔστι δὲ κοινῶς μὲν καὶ γενικῶς πάθος ζῴου, ᾧ ἕπεται ἡδονὴ καὶ λύπη· ἕπεται γὰρ τῷ πάθει λύπη. Καὶ οὐκ αὐτὸ τὸ πάθος ἐστὶ λύπη· τὰ γὰρ ἀναίσθητα πάσχοντα οὐκ ἀλγεῖ. Οὐκ ἄρα τὸ πάθος ἐστὶν ἄλγημα, ἀλλ ̓ ἡ τοῦ πάθους αἴσθησις. Δεῖ δὲ τοῦτο ἀξιόλογον εἶναι, ἤγουν μέγα, ἵνα τῇ αἰσθήσει ὑποπέσῃ. Τῶν δὲ ψυχικῶν παθῶν ὅρος ἐστὶν οὗτος· πάθος ἐστὶ κίνησις τῆς ὀρεκτικῆς δυνάμεως αἰσθητὴ ἐπὶ φαντασίᾳ ἀγαθοῦ ἢ κακοῦ. Καὶ ἄλλως· πάθος ἐστὶ κίνησις ἄλογος τῆς ψυχῆς δι ̓ ὑπόληψιν καλοῦ ἢ κακοῦ. Ἡ μὲν ὑπόληψις τοῦ καλοῦ τὴν ἐπιθυμίαν κινεῖ, ἡ δὲ τοῦ κακοῦ ὑπόληψις τὸν θυμόν. Τὸ δὲ γενικόν, ἤγουν κοινὸν πάθος, οὕτως ὁρίζεται· πάθος ἐστὶ κίνησις ἐν ἑτέρῳ ἐξ ἑτέρου. Ἐνέργεια δέ ἐστι κίνησις δραστική· δραστικὸν δὲ λέγεται τὸ ἐξ αὑτοῦ κινούμενον. Οὕτως καὶ ὁ θυμὸς ἐνέργεια μέν ἐστι τοῦ θυμοειδοῦς, πάθος δὲ τῶν δύο μερῶν, τῆς ψυχῆς καὶ προσέτι παντὸς τοῦ σώματος, ὅταν ὑπὸ τοῦ θυμοῦ βιαίως ἄγηται πρὸς τὰς πράξεις· ἐξ ἑτέρου γὰρ ἐν ἑτέρῳ γέγονεν ἡ κίνησις, ὅπερ λέγεται πάθος. Καὶ καθ ̓ ἕτερον δὲ τρόπον ἡ ἐνέργεια πάθος λέγεται· ἐνέργεια μὲν γάρ ἐστι κατὰ φύσιν κίνησις, πάθος δὲ, παρὰ φύσιν. Κατὰ τοῦτον οὖν τὸν λόγον ἡ ἐνέργεια πάθος λέγεται, ὅταν μὴ κατὰ φύσιν κινῆται, εἴτε ἐξ ἑαυτοῦ, εἴτε ἐξ ἑτέρου. Τῆς οὖν καρδίας ἡ μὲν κατὰ τοὺς σφυγμοὺς κίνησις φυσικὴ οὖσα ἐνέργειά ἐστιν, ἡ δὲ κατὰ τοὺς παλμοὺς ἄμετρος οὖσα καὶ οὐ κατὰ φύσιν πάθος ἐστὶ καὶ οὐκ ἐνέργεια. Οὐ πᾶσα δὲ κίνησις τοῦ παθητικοῦ πάθος καλεῖται, ἀλλ ̓ αἱ σφοδρότεραι καὶ εἰς αἴσθησιν προβαίνουσαι· αἱ γὰρ μικραὶ καὶ ἀνεπαίσθητοι οὐδέπω πάθη εἰσί· δεῖ γὰρ ἔχειν τὸ πάθος καὶ μέγεθος ἀξιόλογον. Διὸ πρόσκειται τῷ ὅρῳ τοῦ πάθους κίνησις αἰσθητή· αἱ γὰρ μικραὶ κινήσεις λανθάνουσαι τὴν αἴσθησιν οὐ ποιοῦσι πάθος. Χρὴ γινώσκειν, ὅτι ἡ ἡμετέρα ψυχὴ διττὰς ἔχει τὰς δυνάμεις, τὰς μὲν γνωστικάς, τὰς δὲ ζωτικάς. Καὶ γνωστικαὶ μέν εἰσι νοῦς, διάνοια, δόξα, φαντασία, αἴσθησις, ζωτικαὶ δὲ, ἤγουν ὀρεκτικαὶ, βούλησις καὶ προαίρεσις. Ἵνα δὲ σαφέστερον γένηται τὸ λεγόμενον, λεπτολογήσωμεν τὰ περὶ τούτων. Καὶ πρῶτον περὶ τῶν γνωστικῶν εἴπωμεν. Περὶ μὲν οὖν φαντασίας καὶ αἰσθήσεως ἱκανῶς ἤδη ἐν τοῖς προλελεγμένοις εἴρηται. Διὰ τῆς αἰσθήσεως τοίνυν ἐν τῇ ψυχῇ συνίσταται πάθος, ὃ καλεῖται φαντασία· ἐκ δὲ τῆς φαντασίας γίνεται δόξα. Εἶτα ἡ διάνοια ἀνακρίνασα τὴν δόξαν, εἴτε ἀληθής ἐστιν, εἴτε ψευδής, κρίνει τὸ ἀληθές· ὅθεν καὶ διάνοια λέγεται ἀπὸ τοῦ διανοεῖν καὶ διακρίνειν. Τὸ οὖν κριθὲν καὶ ὁρισθὲν ἀληθὲς νοῦς λέγεται. Ἄλλως δέ· Χρὴ γινώσκειν, ὅτι ἡ μὲν πρώτη τοῦ νοῦ κίνησις νόησις λέγεται· ἡ δὲ περί τι νόησις ἔννοια λέγεται, ἥτις ἐπιμείνασα καὶ τυπώσασα τὴν ψυχὴν πρὸς τὸ νοούμενον ἐνθύμησις προσαγορεύεται. Ἡ δὲ ἐνθύμησις ἐν ταὐτῷ μείνασα καὶ ἑαυτὴν βασανίσασα καὶ ἀνακρίνασα φρόνησις ὀνομάζεται. Ἡ δὲ φρόνησις πλατυνθεῖσα ποιεῖ τὸν διαλογισμόν, ἐνδιάθετον λόγον ὀνομαζόμενον, ὃν ὁριζόμενοί φασι, κίνημα ψυχῆς πληρέστατον, ἐν τῷ διαλογιστικῷ γινόμενον, ἄνευ τινὸς ἐκφωνήσεως, ἐξ οὗ τὸν προφορικὸν λόγον φασὶ προέρχεσθαι τὸν διὰ γλώσσης λαλούμενον. Εἰπόντες τοίνυν περὶ τῶν γνωστικῶν δυνάμεων εἴπωμεν καὶ περὶ τῶν ζωτικῶν, ἤγουν ὀρεκτικῶν. Χρὴ γινώσκειν, ὅτι τῇ ψυχῇ ἐνέσπαρται φυσικῶς δύναμις ὀρεκτικὴ τοῦ κατὰ φύσιν ὄντος καὶ πάντων τῶν οὐσιωδῶς τῇ φύσει προσόντων συνεκτική, ἥτις λέγεται θέλησις· ἡ μὲν γὰρ οὐσία τοῦ τε εἶναι καὶ ζῆν καὶ κινεῖσθαι κατὰ νοῦν τε καὶ αἴσθησιν ὀρέγεται, τῆς οἰκείας ἐφιεμένη φυσικῆς καὶ πλήρους ὀντότητος. Διόπερ καὶ οὕτως ὁρίζονται τοῦτο τὸ φυσικὸν θέλημα· θέλημά ἐστιν ὄρεξις λογική τε καὶ ζωτικὴ ἐκ μόνων ἠρτημένη τῶν φυσικῶν. Ὥστε ἡ μὲν θέλησίς ἐστιν αὐτὴ ἡ φυσικὴ καὶ λογικὴ ὄρεξις πάντων τῶν τῆς φύσεως συστατικῶν, ἡ ἁπλῆ δύναμις· ἡ γὰρ τῶν ἀλόγων ὄρεξις μὴ οὖσα λογικὴ οὐ λέγεται θέλησις. Βούλησις δέ ἐστι ποιὰ φυσικὴ θέλησις, ἤγουν φυσικὴ καὶ λογικὴ ὄρεξίς τινος πράγματος. Ἔγκειται μὲν γὰρ τῇ τοῦ ἀνθρώπου ψυχῇ δύναμις τοῦ λογικῶς ὀρέγεσθαι. Ὅτε οὖν φυσικῶς κινηθῇ αὕτη ἡ λογικὴ ὄρεξις πρός τι πρᾶγμα, λέγεται βούλησις· βούλησις γάρ ἐστιν ὄρεξις καὶ ἔφεσίς τινος πράγματος λογική. Λέγεται δὲ βούλησις καὶ ἐπὶ τῶν ἐφ ̓ ἡμῖν καὶ ἐπὶ τῶν οὐκ ἐφ ̓ ἡμῖν, τουτέστι καὶ ἐπὶ τῶν δυνατῶν καὶ ἐπὶ τῶν ἀδυνάτων. Βουλόμεθα γὰρ πολλάκις πορνεῦσαι ἢ σωφρονῆσαι ἢ ὑπνῶσαι ἤ τι τῶν τοιούτων· καὶ ταῦτα τῶν ἐφ ̓ ἡμῖν εἰσι καὶ δυνατά. Βουλόμεθα δὲ καὶ βασιλεῦσαι· τοῦτο οὐκ ἔστι τῶν ἐφ ̓ ἡμῖν. Βουλόμεθα δὲ τυχὸν καὶ μηδέποτε ἀποθανεῖν· τοῦτο τῶν ἀδυνάτων ἐστίν. Ἔστι δὲ ἡ βούλησις τοῦ τέλους, οὐ τῶν πρὸς τὸ τέλος. Τέλος μὲν οὖν ἐστι τὸ βουλητὸν ὡς τὸ βασιλεῦσαι, ὡς τὸ ὑγιᾶναι· πρὸς τὸ τέλος δὲ τὸ βουλευτόν, ἤγουν ὁ τρόπος, δι ̓ οὗ ὀφείλομεν ὑγιᾶναι ἢ βασιλεῦσαι· εἶτα μετὰ τὴν βούλησιν ζήτησις καὶ σκέψις. Καὶ μετὰ ταῦτα, εἰ τῶν ἐφ ̓ ἡμῖν ἐστι, γίνεται βουλὴ, ἤγουν βούλευσις. Βουλὴ δέ ἐστιν ὄρεξις ζητητικὴ περὶ τῶν ἐφ ̓ ἡμῖν πρακτῶν γινομένη· βουλεύεται γάρ, εἰ ὤφειλε μετελθεῖν τὸ πρᾶγμα ἢ οὔ. Εἶτα κρίνει τὸ κρεῖττον, καὶ λέγεται κρίσις. Εἶτα διατίθεται καὶ ἀγαπᾷ τὸ ἐκ τῆς βουλῆς κριθέν, καὶ λέγεται γνώμη· ἐὰν γὰρ κρίνῃ καὶ μὴ διατεθῇ πρὸς τὸ κριθὲν, ἤγουν ἀγαπήσῃ αὐτό, οὐ λέγεται γνώμη. Εἶτα μετὰ τὴν διάθεσιν γίνεται προαίρεσις, ἤγουν ἐπιλογή· προαίρεσις γάρ ἐστι δύο προκειμένων τὸ αἱρεῖσθαι καὶ ἐκλέγεσθαι τοῦτο πρὸ τοῦ ἑτέρου. Εἶτα ὁρμᾷ πρὸς τὴν πρᾶξιν, καὶ λέγεται ὁρμή. Εἶτα κέχρηται, καὶ λέγεται χρῆσις. Εἶτα παύεται τῆς ὀρέξεως μετὰ τὴν χρῆσιν. Ἐπὶ μὲν οὖν τῶν ἀλόγων ὄρεξις γίνεταί τινος, καὶ εὐθέως ὁρμὴ πρὸς τὴν πρᾶξιν· ἄλογος γάρ ἐστιν ἡ ὄρεξις τῶν ἀλόγων, καὶ ἄγονται ὑπὸ τῆς φυσικῆς ὀρέξεως. Διὸ οὐδὲ θέλησις λέγεται ἡ τῶν ἀλόγων ὄρεξις, οὐδὲ βούλησις· θελήσις γάρ ἐστι λογικὴ καὶ αὐτεξούσιος φυσικὴ ὄρεξις. Ἐπὶ δὲ τῶν ἀνθρώπων λογικῶν ὄντων ἄγεται μᾶλλον ἡ φυσικὴ ὄρεξις ἤπερ ἄγει· αὐτεξουσίως γὰρ καὶ μετὰ λόγου κινεῖται, ἐπειδὴ συνεζευγμέναι εἰσὶν αἱ γνωστικαὶ καὶ ζωτικαὶ δυνάμεις ἐν αὐτῷ. Αὐτεξουσίως οὖν ὀρέγεται καὶ αὐτεξουσίως βούλεται καὶ αὐτεξουσίως ζητεῖ καὶ σκέπτεται καὶ αὐτεξουσίως βουλεύεται καὶ αὐτεξουσίως κρίνει καὶ αὐτεξουσίως διατίθεται καὶ αὐτεξουσίως προαιρεῖται καὶ αὐτεξουσίως ὁρμᾷ καὶ αὐτεξουσίως πράττει ἐπὶ τῶν κατὰ φύσιν ὄντων. Χρὴ δὲ γινώσκειν, ὅτι ἐπὶ Θεοῦ βούλησιν μὲν λέγομεν, προαίρεσιν δὲ κυρίως οὐ λέγομεν· οὐ γὰρ βουλεύεται ὁ Θεός. Ἀγνοίας γάρ ἐστι τὸ βουλεύεσθαι· περὶ γὰρ τοῦ γινωσκομένου οὐδεὶς βουλεύεται. Εἰ δὲ ἡ βουλὴ ἀγνοίας, πάντως καὶ ἡ προαίρεσις. Ὁ δὲ Θεὸς πάντα εἰδὼς ἁπλῶς οὐ βουλεύεται. Οὔτε δὲ ἐπὶ τῆς τοῦ Κυρίου ψυχῆς φαμεν βουλὴν ἢ προαίρεσιν· οὐ γὰρ εἶχεν ἄγνοιαν. Εἰ γὰρ καὶ τῆς ἀγνοούσης τὰ μέλλοντα φύσεως ἦν, ἀλλ ̓ ὅμως καθ ̓ ὑπόστασιν ἑνωθεῖσα τῷ Θεῷ Λόγῳ πάντων τὴν γνῶσιν εἶχεν οὐ χάριτι, ἀλλ ̓, ὡς εἴρηται, διὰ τὴν καθ ̓ ὑπόστασιν ἕνωσιν· ὁ αὐτὸς γὰρ ἦν καὶ Θεὸς καὶ ἄνθρωπος. Διὸ οὐδὲ γνωμικὸν εἶχε θέλημα. Θέλησιν μὲν γὰρ εἶχε τὴν φυσικὴν, τὴν ἁπλῆν, τὴν ἐν πάσαις ταῖς ὑποστάσεσι τῶν ἀνθρώπων ὁμοίως θεωρουμένην, τὴν δὲ γνώμην, ἤγουν τὸ θελητόν, οὐκ εἶχεν ἡ ἁγία αὐτοῦ ψυχὴ ἐναντίον τοῦ θείου αὐτοῦ θελήματος οὐδὲ ἄλλο παρὰ τὸ θεῖον αὐτοῦ θέλημα. Ἡ γὰρ γνώμη συνδιαιρεῖται ταῖς ὑποστάσεσι πλὴν τῆς ἁγίας καὶ ἁπλῆς καὶ ἀσυνθέτου καὶ ἀδιαιρέτου θεότητος· ἐκεῖ γὰρ τῶν ὑποστάσεων μὴ εἰς ἅπαν διαιρουμένων καὶ διισταμένων, οὐδὲ τὸ θελητὸν διαιρεῖται. Κἀκεῖ μέν, ἐπειδὴ μία ἡ φύσις, μία καὶ ἡ φυσικὴ θέλησις· ἐπειδὴ δὲ καὶ αἱ ὑποστάσεις ἀδιάστατοί εἰσιν, ἓν καὶ τὸ θελητὸν καὶ μία ἡ κίνησις τῶν τριῶν ὑποστάσεων. Ἐπὶ δὲ τῶν ἀνθρώπων, ἐπειδὴ μὲν ἡ φύσις μία, μία καὶ ἡ φυσικὴ θέλησις· ἐπειδὴ δὲ αἱ ὑποστάσεις κεχωρισμέναι εἰσὶ καὶ διεστήκασιν ἀλλήλων κατά τε τόπον καὶ χρόνον καὶ τὴν πρὸς τὰ πράγματα διάθεσιν καὶ ἕτερα πλεῖστα, τούτου ἕνεκα διάφορα τὰ θελήματα καὶ αἱ γνῶμαι. Ἐπὶ δὲ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπειδὴ μὲν διάφοροι αἱ φύσεις, διάφοροι καὶ αἱ θελήσεις αἱ φυσικαὶ τῆς αὐτοῦ θεότητος καὶ τῆς αὐτοῦ ἀνθρωπότητος, ἤγουν αἱ θελητικαὶ δυνάμεις· ἐπειδὴ δὲ μία ἡ ὑπόστασις καὶ εἷς ὁ θέλων, ἓν καὶ τὸ θελητόν, ἤγουν τὸ γνωμικὸν θέλημα, τῆς ἀνθρωπίνης αὐτοῦ θελήσεως ἑπομένης δηλαδὴ τῇ θείᾳ αὐτοῦ θελήσει καὶ ταῦτα θελούσης, ἃ ἡ θεία αὐτοῦ ἤθελε θέλησις θέλειν αὐτήν. Χρὴ δὲ γινώσκειν, ὡς ἕτερον μέν ἐστιν ἡ θέλησις, ἕτερον δὲ βούλησις, ἕτερον δὲ τὸ θελητὸν καὶ ἕτερον τὸ θελητικὸν καὶ ἕτερον ὁ θέλων. Θέλησις μὲν γάρ ἐστιν αὐτὴ ἡ ἁπλῆ δύναμις τοῦ θέλειν, βούλησις δὲ ἡ περί τι θέλησις, θελητὸν δὲ τὸ ὑποκείμενον τῇ θελήσει πρᾶγμα, ἤγουν ὅπερ θέλομεν· οἷον κινεῖται ἡ ὄρεξις πρὸς βρῶσιν· ἡ μὲν ἁπλῶς ὄρεξις ἡ λογικὴ θέλησίς ἐστιν, ἡ δὲ πρὸς βρῶσιν ὄρεξις βούλησίς ἐστιν, αὐτὴ δὲ ἡ βρῶσις θελητόν ἐστι, θελητικὸν δὲ τὸ ἔχον τὴν θελητικὴν δύναμιν, οἷον ὁ ἄνθρωπος. Θέλων δὲ αὐτὸς ὁ κεχρημένος τῇ θελήσει. Δεῖ εἰδέναι, ὡς τὸ θέλημα, ποτὲ μὲν τὴν θέλησιν δηλοῖ, ἤτοι τὴν θελητικὴν δύναμιν καὶ λέγεται θέλημα φυσικόν, ποτὲ δὲ τὸ θελητὸν καὶ λέγεται θέλημα γνωμικόν.

ΚΕΦΑΛΑΙΟN 37. Περὶ ἐνεργείας

Χρὴ γινώσκειν, ὡς πᾶσαι αἱ δυνάμεις αἱ προειρημέναι, αἵ τε γνωστικαὶ αἵ τε ζωτικαὶ καὶ αἱ φυσικαὶ καὶ αἱ τεχνικαί, ἐνέργειαι λέγονται· ἐνέργεια γάρ ἐστιν ἡ φυσικὴ ἑκάστης οὐσίας δύναμίς τε καὶ κίνησις. Καὶ πάλιν· ἐνέργειά ἐστι φυσικὴ ἡ πάσης οὐσίας ἔμφυτος κίνησις. Ὅθεν δῆλον, ὅτι, ὧν ἡ οὐσία ἡ αὐτή, τούτων καὶ ἡ ἐνέργεια ἡ αὐτή, ὧν δὲ αἱ φύσεις διάφοροι, τούτων καὶ αἱ ἐνέργειαι διάφοροι· ἀμήχανον γὰρ οὐσίαν ἄμοιρον εἶναι φυσικῆς ἐνεργείας. Ἐνέργεια πάλιν ἐστὶ φυσικὴ, ἡ δηλωτικὴ ἑκάστης οὐσίας δύναμις. Καὶ πάλιν· ἐνέργειά ἐστι φυσικὴ καὶ πρώτη ἡ ἀεικίνητος δύναμις τῆς νοερᾶς ψυχῆς, τουτέστιν ὁ ἀεικίνητος αὐτῆς λόγος φυσικῶς ἐξ αὐτῆς ἀεὶ πηγαζόμενος. Καί πάλιν· ἐνέργειά ἐστι φυσικὴ ἡ ἑκάστης οὐσίας δύναμίς τε καὶ κίνησις, ἧς χωρὶς μόνον τὸ μὴ ὄν. Λέγονται δὲ ἐνέργειαι καὶ αἱ πράξεις ὡς τὸ λαλεῖν, τὸ περιπατεῖν, τὸ ἐσθίειν καὶ πίνειν καὶ τὰ τοιαῦτα. Καὶ τὰ πάθη δὲ τὰ φυσικὰ πολλάκις ἐνέργειαι λέγονται, οἷον πεῖνα, δίψα καὶ τὰ τοιαῦτα. Λέγεται πάλιν ἐνέργεια καὶ τὸ ἀποτέλεσμα τῆς δυνάμεως. Διττῶς δὲ λέγεται καὶ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ. Λέγομεν γὰρ τὸν παῖδα τὸν θηλάζοντα δυνάμει γραμματικόν· ἔχει γὰρ ἐπιτηδειότητα διὰ μαθήσεως γενέσθαι γραμματικός. Λέγομεν πάλιν τὸν γραμματικὸν καὶ δυνάμει γραμματικὸν καὶ ἐνεργείᾳ· ἐνεργείᾳ μέν, ὅτι ἔχει τὴν γνῶσιν τῆς γραμματικῆς, δυνάμει δέ, ὅτι δύναται ἐξηγεῖσθαι, οὐκ ἐνεργεῖ δὲ τὴν ἐξήγησιν. Λέγομεν πάλιν ἐνεργείᾳ γραμματικόν, ὅτε ἐνεργεῖ, ἤγουν ἐξηγεῖται. Χρὴ οὖν γινώσκειν, ὅτι ὁ δεύτερος τρόπος κοινός ἐστι τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ· δεύτερος μὲν τοῦ δυνάμει, πρῶτος δὲ τοῦ ἐνεργείᾳ. Ἐνέργεια φύσεώς ἐστι πρώτη καὶ μόνη καὶ ἀληθής, ἡ αὐθαίρετος, ἤτοι λογικὴ καὶ αὐτεξούσιος ζωὴ καὶ τοῦ καθ ̓ ἡμᾶς εἴδους συστατική· ἧς οἱ ἀποστεροῦντες τὸν Κύριον, οὐκ οἶδα ὅπως αὐτὸν Θεὸν ἐνανθρωπήσαντα λέγουσιν. Ἐνέργειά ἐστι φύσεως κίνησις δραστική· δραστικὸν δὲ λέγεται τὸ ἐξ ἑαυτοῦ κινούμενον.

ΚΕΦΑΛΑΙΟN 38. Περὶ ἑκουσίου καὶ ἀκουσίου

Ἐπειδὴ τὸ ἑκούσιον ἐν πράξει τινί ἐστι καὶ τὸ νομιζόμενον δὲ ἀκούσιον ἐν πράξει τινί ἐστι, πολλοὶ δέ τινες καὶ τὸ ὄντως ἀκούσιον οὐ μόνον ἐν τῷ πάσχειν ἀλλὰ καὶ ἐν τῷ πράττειν τίθενται, δεῖ εἰδέναι, ὅτι πρᾶξίς ἐστιν ἐνέργεια λογική, ταῖς δὲ πράξεσιν ἕπεται ἔπαινος ἢ ψόγος· καὶ αἱ μὲν αὐτῶν μεθ ̓ ἡδονῆς, αἱ δὲ μετὰ λύπης πράττονται· καὶ αἱ μὲν αὐτῶν εἰσιν αἱρεταὶ τῷ πράττοντι, αἱ δὲ φευκταί· καὶ τῶν αἱρετῶν αἱ μὲν ἀεὶ αἱρεταί, αἱ δὲ κατά τινα χρόνον. Ὁμοίως καὶ τῶν φευκτῶν. Καὶ πάλιν· αἱ μὲν τῶν πράξεων ἐλεοῦνται, αἱ δὲ συγγνώμης ἀξιοῦνται, αἱ δὲ μισοῦνται καὶ κολάζονται. Τῷ μὲν οὖν ἑκουσίῳ πάντως ἐπακολουθεῖ ἔπαινος ἢ ψόγος καὶ τὸ μεθ ̓ ἡδονῆς πράττεσθαι καὶ τὸ αἱρετὰς εἶναι τὰς πράξεις τοῖς πράττουσιν ἢ ἀεὶ ἢ τότε, ὅτε πράττονται. Τῷ δὲ ἀκουσίῳ τὸ συγγνώμης ἢ ἐλέους ἀξιοῦσθαι, καὶ τὸ μετὰ λύπης πράττεσθαι καὶ τὸ μὴ εἶναι αἱρετὰς μηδὲ δι ̓ ἑαυτοῦ τελεῖν τὸ πραττόμενον, εἰ καὶ βιάζοιτο. Τοῦ δὲ ἀκουσίου τὸ μέν ἐστι κατὰ βίαν, τὸ δὲ δι ̓ ἄγνοιαν· κατὰ βίαν μέν, ὅταν ἡ ποιητικὴ ἀρχὴ, ἤγουν αἰτία ἔξωθέν ἐστιν, ἤγουν ὅταν ὑφ ̓ ἑτέρου βιαζώμεθα, μηδ ̓ ὅλως πειθόμενοι, μηδὲ συμβαλλώμεθα κατ ̓ οἰκείαν ὁρμὴν, μηδὲ ὅλως συμπράττωμεν ἢ δι ̓ ἑαυτῶν τὸ βιασθὲν ποιῶμεν· ὃ καὶ ὁριζόμενοί φαμεν· ἀκούσιόν ἐστιν οὗ ἡ ἀρχὴ ἔξωθεν μηδὲν συμβαλλομένου κατ ̓ οἰκείαν ὁρμὴν τοῦ βιασθέντος. Ἀρχὴν δέ φαμεν τὴν ποιητικὴν αἰτίαν. Τὸ δὲ δι ̓ ἄγνοιαν ἀκούσιόν ἐστιν, ὅταν μὴ αὐτοὶ παρέχωμεν αἰτίαν τῆς ἀγνοίας, ἀλλ ̓ οὕτω συμβῇ. Εἰ γὰρ μεθύων τις φόνον ποιήσει, ἀγνοῶν ἐφόνευσεν, οὐ μὴν ἀκουσίως· τὴν γὰρ αἰτίαν τῆς ἀγνοίας, ἤγουν τὴν μέθην, αὐτὸς ἔπραξεν. Εἰ δέ τις ἐν τῷ συνήθει τόπῳ τοξεύων τὸν πατέρα παριόντα ἀπέκτεινε, δι ̓ ἄγνοιαν λέγεται ἀκουσίως τοῦτο πεποιηκέναι. Τοῦ οὖν ἀκουσίου διττοῦ ὄντος, τοῦ μὲν κατὰ βίαν, τοῦ δὲ δι ̓ ἄγνοιαν, τὸ ἑκούσιον ἀμφοτέροις ἀντίκειται· ἔστι γὰρ ἑκούσιον τὸ μήτε κατὰ βίαν μήτε δι ̓ ἄγνοιαν γινόμενον. Ἑκούσιον τοίνυν ἐστίν, οὗ ἡ ἀρχὴ, τουτέστιν ἡ αἰτία, ἐν αὑτῷ εἰδότι τὰ καθ ̓ ἕκαστα, δι ̓ ὧν καὶ ἐν οἷς ἡ πρᾶξις. «Καθ ̓ ἕκαστα» δέ ἐστιν, ἃ καλεῖται παρὰ τοῖς ῥήτορσι περιστατικὰ μόρια· οἷον τίς, ἤγουν ὁ πράξας, τίνα, ἤγουν τὸν παθόντα, τί, ἤγουν αὐτὸ τὸ πραχθέν, τυχὸν ἐφόνευσε· τίνι, ἤγουν ὀργάνῳ, ποῦ, ἤγουν τόπῳ, πότε, ἤγουν ἐν ποίῳ χρόνῳ, πῶς, ὁ τρόπος τῆς πράξεως, διὰ τί, ἤγουν διὰ ποίαν αἰτίαν. Ἰστέον, ὥς εἰσί τινα μέσα ἑκουσίων καὶ ἀκουσίων, ἅτινα ἀηδῆ καὶ λυπηρὰ ὄντα διὰ μεῖζον κακὸν καταδεχόμεθα, ὡς διὰ ναυάγιον ἀποβάλλομεν τὰ ἐν τῷ πλοίῳ. Ἰστέον, ὡς τὰ παιδία καὶ τὰ ἄλογα ἑκουσίως μὲν ποιεῖ, οὐ μὴν δὲ καὶ προαιρούμενα, καὶ ὅσα διὰ θυμὸν πράττομεν μὴ προβουλευσάμενοι, ἑκουσίως ποιοῦμεν, οὐ μὴν καὶ κατὰ προαίρεσιν. Καὶ ὁ φίλος αἰφνιδίως ἐπέστη ἑκουσίως μὲν ἡμῖν, οὐ μὴν καὶ προαιρούμενος. Καὶ ὁ θησαυρῷ ἀνελπίστως περιτυχὼν ἑκουσίως περιέτυχεν, οὐ μὴν καὶ προαιρούμενος. Πάντα ταῦτα ἑκούσια μὲν διὰ τὸ ἐπ ̓ αὐτοῖς ἥδεσθαι, οὐ μὴν καὶ κατὰ προαίρεσιν, διότι οὐκ ἀπὸ βουλῆς· δεῖ δὲ πάντως βουλὴν προηγεῖσθαι τῆς προαιρέσεως, καθὼς εἴρηται.

ΚΕΦΑΛΑΙΟN 39. Περὶ τοῦ ἐφ ̓ ἡμῖν, τουτέστι τοῦ αὐτεξουσίου

Ὁ περὶ τοῦ αὐτεξουσίου λόγος, τουτέστι τοῦ ἐφ ̓ ἡμῖν, πρώτην μὲν ἔχει ζήτησιν, εἰ ἔστι ἐφ ̓ ἡμῖν· πολλοὶ γὰρ οἱ πρὸς τοῦτο ἀντιβαίνοντες. Δευτέραν δέ, τίνα ἐστὶ τὰ ἐφ ̓ ἡμῖν καὶ τίνων ἐξουσίαν ἔχομεν. Τρίτην τὴν αἰτίαν ἐξετάσαι, δι ̓ ἣν ὁ ποιήσας ἡμᾶς Θεὸς αὐτεξουσίους ἐποίησεν. Ἀναλαβόντες οὖν περὶ τοῦ πρώτου, πρῶτον εἴπωμεν ἀποδεικνύντες, ὅτι ἔστι τινὰ ἐφ ̓ ἡμῖν, ἐκ τῶν παρ ̓ ἐκείνοις ὁμολογουμένων, καὶ εἴπωμεν οὕτως. Τῶν γινομένων πάντων ἢ Θεόν φασιν αἴτιον εἶναι ἢ ἀνάγκην ἢ εἱμαρμένην ἢ φύσιν ἢ τύχην ἢ τὸ αὐτόματον. Ἀλλὰ τοῦ μὲν Θεοῦ ἔργον οὐσία καὶ πρόνοια, τῆς δὲ ἀνάγκης τῶν ἀεὶ ὡσαύτως ἐχόντων ἡ κίνησις· τῆς δὲ εἱμαρμένης τὸ ἐξ ἀνάγκης τὰ δι ̓ αὐτῆς ἐπιτελεῖσθαι (καὶ γὰρ αὕτη τῆς ἀνάγκης ἐστί)· τῆς δὲ φύσεως γένεσις, αὔξησις, φθορά, φυτὰ καὶ ζῷα· τῆς δὲ τύχης τὰ σπάνια καὶ ἀπροσδόκητα· ὁρίζονται γὰρ τὴν τύχην σύμπτωσιν καὶ συνδρομὴν δύο αἰτίων ἀπὸ προαιρέσεως τὴν ἀρχὴν ἐχόντων, ἄλλο τι, παρ ̓ ὃ πέφυκεν, ἀποτελούντων, ὡς τάφρον ὀρύσσοντα θησαυρὸν εὑρεῖν· οὔτε γὰρ ὁ θεὶς τὸν θησαυρὸν οὕτως ἔθηκεν, ὥστε ἄλλον τοῦτον εὑρεῖν, οὔτε ὁ εὑρὼν οὕτως ὤρυξεν, ὡς εὑρεῖν θησαυρόν, ἀλλ ̓ ὁ μὲν ἵν ̓ ὅταν θέλῃ, ἀνέληται, ὁ δὲ ἵνα τάφρον ὀρύξῃ· συνέπεσε δὲ ἄλλο τι, παρ ̓ ὃ προῃροῦντο ἀμφότεροι. Τοῦ δὲ αὐτομάτου τὰ τῶν ἀψύχων ἢ ἀλόγων συμπτώματα ἄνευ φύσεως καὶ τέχνης. Οὕτως αὐτοί φασι. Τίνι τοίνυν τούτων ὑπαγάγωμεν τὰ διὰ τῶν ἀνθρώπων, εἴπερ ὁ ἄνθρωπος οὐκ ἔστιν αἴτιος καὶ ἀρχὴ πράξεως; Οὐδὲ γὰρ Θεῷ θεμιτὸν ἐπιγράφειν αἰσχρὰς ἔσθ ̓ ὅτε πράξεις καὶ ἀδίκους οὐδὲ ἀνάγκῃ (οὐ γὰρ τῶν ἀεὶ ὡσαύτως ἐχόντων ἐστίν), οὐδὲ εἱμαρμένῃ (οὐ γὰρ τῶν ἐνδεχομένων, ἀλλὰ τῶν ἀναγκαίων τὰ τῆς εἱμαρμένης λέγουσιν), οὔτε φύσει (φύσεως γὰρ ἔργα ζῷα καὶ φυτά), οὐδὲ τύχῃ (οὐ γὰρ σπάνιοι καὶ ἀπροσδόκητοι τῶν ἀνθρώπων αἱ πράξεις), οὔτε τῷ αὐτομάτῳ (ἀψύχων γὰρ λέγουσιν ἢ ἀλόγων συμπτώματα τοῦ αὐτομάτου). Λείπεται δὴ αὐτὸν τὸν πράττοντα καὶ ποιοῦντα ἄνθρωπον ἀρχὴν εἶναι τῶν ἰδίων ἔργων καὶ αὐτεξούσιον. Ἔτι, εἰ μηδεμιᾶς ἐστιν ἀρχὴ πράξεως ὁ ἄνθρωπος, περιττῶς ἔχει τὸ βουλεύεσθαι· εἰς τί γὰρ χρήσεται τῇ βουλῇ μηδεμιᾶς ὢν κύριος πράξεως; Πᾶσα γὰρ βουλὴ πράξεως ἕνεκα. Τὸ δὲ κάλλιστον καὶ τιμιώτατον τῶν ἐν ἀνθρώπῳ περιττὸν ἀποφαίνειν τῶν ἀτοπωτάτων ἂν εἴη. Εἰ τοίνυν βουλεύεται, πράξεως ἕνεκα βουλεύεται· πᾶσα γὰρ βουλὴ πράξεως ἕνεκα καὶ διὰ πρᾶξιν.

ΚΕΦΑΛΑΙΟN 40. Περὶ τῶν γινομένων

Τῶν γινομένων τὰ μέν εἰσιν ἐφ ̓ ἡμῖν, τὰ δὲ οὐκ ἐφ ̓ ἡμῖν. Ἐφ ̓ ἡμῖν μὲν οὖν εἰσιν, ὧν ἡμεῖς ἐσμεν αὐτεξούσιοι ποιεῖν τε καὶ μὴ ποιεῖν, τουτέστι πάντα τὰ δι ̓ ἡμῶν ἑκουσίως πραττόμενα (οὐ γὰρ ἑκουσίως ἐλέγετο πράττεσθαι τῆς πράξεως οὐκ οὔσης ἐφ ̓ ἡμῖν) καὶ ἁπλῶς, οἷς ἕπεται ψόγος ἢ ἔπαινος καὶ ἐφ ̓ οἷς ἐστι προτροπὴ καὶ νόμος. Κυρίως δὲ ἐφ ̓ ἡμῖν ἐστι τὰ ψυχικὰ πάντα καὶ περὶ ὧν βουλευόμεθα· ἡ δὲ βουλὴ τῶν ἐπίσης ἐνδεχομένων ἐστίν. Ἐπίσης δὲ ἐνδεχόμενόν ἐστιν, ὃ αὐτό τε δυνάμεθα, καὶ τὸ ἀντικείμενον αὐτῷ· ποιεῖται δὲ τούτου τὴν αἵρεσιν ὁ νοῦς ὁ ἡμέτερος, καὶ οὗτός ἐστιν ἀρχὴ πράξεως. Ταῦτα τοίνυν ἐστὶ τὰ ἐφ ̓ ἡμῖν, τὰ ἐπίσης ἐνδεχόμενα, οἷον τὸ κινεῖσθαι καὶ μὴ κινεῖσθαι, ὁρμᾶν καὶ μὴ ὁρμᾶν, ὀρέγεσθαι τῶν μὴ ἀναγκαίων καὶ μὴ ὀρέγεσθαι, ψεύδεσθαι καὶ μὴ ψεύδεσθαι, διδόναι καὶ μὴ διδόναι, χαίρειν ἐφ ̓ οἷς δεῖ καὶ μὴ χαίρειν ὁμοίως, καὶ ἐφ ̓ οἷς οὐ δεῖ, καὶ ὅσα τοιαῦτα, ἐν οἷς ἐστι τὰ τῆς ἀρετῆς καὶ τῆς κακίας ἔργα· τούτων γάρ ἐσμεν αὐτεξούσιοι. Τῶν δὲ ἐπίσης ἐνδεχομένων εἰσὶ καὶ αἱ τέχναι· ἐφ ̓ ἡμῖν γάρ ἐστι μετελθεῖν, ἣν ἂν θελήσωμεν, καὶ μὴ μετελθεῖν. Χρὴ δὲ γινώσκειν, ὡς ἡ μὲν αἵρεσις τῶν πρακτῶν ἀεὶ ἐφ ̓ ἡμῖν ἐστιν· ἡ δὲ πρᾶξις πολλάκις κωλύεται κατά τινα τρόπον τῆς προνοίας.

ΚΕΦΑΛΑΙΟN 41. Διὰ ποίαν αἰτίαν αὐτεξούσιοι γεγόναμεν

Φαμὲν τοίνυν εὐθέως τῷ λογικῷ συνεισέρχεσθαι τὸ αὐτεξούσιον καί τοῖς γεννητοῖς συμπεφυκέναι μεταβολήν και τροπήν. Πᾶν γὰρ γεννητὸν καὶ τρεπτόν ἐστιν. Ὧν γὰρ ἡ ἀρχὴ τῆς γενέσεως ἀπὸ τροπῆς ἤρξατο, ἀνάγκῃ ταῦτα τρεπτὰ εἶναι. Τροπὴ δέ ἐστι τὸ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παραχθῆναι καὶ τὸ ἐξ ὑποκειμένης ὕλης ἕτερόν τι γενέσθαι. Τὰ μὲν οὖν ἄψυχα καὶ ἄλογα τρέπονται κατὰ τὰς προειρημένας σωματικὰς ἀλλοιώσεις, τὰ δὲ λογικὰ κατὰ προαίρεσιν. Τοῦ γὰρ λογικοῦ τὸ μέν ἐστι θεωρητικόν, τὸ δὲ πρακτικόν. Θεωρητικὸν μὲν τὸ κατανοοῦν, ὡς ἔχει τὰ ὄντα, πρακτικὸν δὲ τὸ βουλευτικόν, τὸ ὁρίζον τοῖς πρακτοῖς τὸν ὀρθὸν λόγον. Καὶ καλοῦσι τὸ μὲν θεωρητικὸν νοῦν, τὸ δὲ πρακτικὸν λόγον· καὶ τὸ μὲν θεωρητικὸν σοφίαν, τὸ δὲ πρακτικὸν φρόνησιν. Πᾶς οὖν ὁ βουλευόμενος ὡς ἐπ ̓ αὐτῷ τῆς αἱρέσεως οὔσης τῶν πρακτέων βουλεύεται, ἵνα τὸ προκριθὲν ἐκ τῆς βουλῆς ἕληται καὶ ἑλόμενος πράξῃ· εἰ δὲ τοῦτο, ἐξ ἀνάγκης παρυφίσταται τῷ λογικῷ τὸ αὐτεξούσιον· ἢ γὰρ οὐκ ἔσται λογικόν, ἢ λογικὸν ὂν κύριον ἔσται πράξεων καὶ αὐτεξούσιον. Ὅθεν καὶ τὰ ἄλογα οὔκ εἰσιν αὐτεξούσια· ἄγονται γὰρ μᾶλλον ὑπὸ τῆς φύσεως ἤπερ ἄγουσι· διὸ οὐδὲ ἀντιλέγουσι τῇ φυσικῇ ὀρέξει, ἀλλ ̓, ἅμα ὀρεχθῶσί τινος, ὁρμῶσι πρὸς τὴν πρᾶξιν. Ὁ δὲ ἄνθρωπος, λογικὸς ὤν, ἄγει μᾶλλον τὴν φύσιν, ἤπερ ἄγεται· διὸ καὶ ὀρεγόμενος, εἴπερ ἐθέλοι, ἐξουσίαν ἔχει τὴν ὄρεξιν ἀναχαιτίσαι ἢ ἀκολουθῆσαι αὐτῇ. Ὅθεν τὰ μὲν ἄλογα οὐδὲ ἐπαινεῖται οὐδὲ ψέγεται, ὁ δὲ ἄνθρωπος καὶ ἐπαινεῖται καὶ ψέγεται. Χρὴ δὲ γινώσκειν, ὅτι καὶ οἱ ἄγγελοι, λογικοὶ ὄντες, αὐτεξούσιοι ὑπάρχουσι, καὶ ὡς κτιστοὶ καὶ τρεπτοί. Καὶ ἔδειξεν ὁ μὲν Διάβολος ἀγαθὸς ὑπὸ τοῦ Δημιουργοῦ γενόμενος, αὐτεξουσίως δὲ τῆς κακίας εὑρετὴς γεγονώς, καὶ αἱ σὺν αὐτῷ ἀποστατήσασαι δυνάμεις, ἤγουν οἱ δαίμονες, τὰ δὲ λοιπὰ τάγματα τῶν ἀγγέλων ἐν τῷ ἀγαθῷ διαμείναντα.

ΚΕΦΑΛΑΙΟN 42. Περὶ τῶν οὐκ ἐφ ̓ ἡμῖν

Τῶν δὲ οὐκ ἐφ ̓ ἡμῖν τὰ μὲν ἐκ τῶν ἐφ ̓ ἡμῖν ἔχει τὰς ἀρχὰς, ἤτοι τὰς αἰτίας, τουτέστιν αἱ ἀμοιβαὶ τῶν πράξεων ἡμῶν ἔν τε τῷ παρόντι καὶ ἐν τῷ μέλλοντι αἰῶνι, τὰ δὲ λοιπὰ πάντα τῆς θείας βουλῆς ἐξήρτηται. Ἡ μὲν γὰρ γένεσις πάντων ἐκ τοῦ Θεοῦ, ἡ δὲ φθορὰ διὰ τὴν ἡμετέραν κακίαν ὑπεισήχθη πρὸς τιμωρίαν καὶ ὠφέλειαν. «Θεὸς γὰρ θάνατον οὐκ ἐποίησεν οὐδὲ τέρπεται ἐπ ̓ ἀπωλείᾳ ζώντων»· δι ̓ ἀνθρώπου δὲ μᾶλλον θάνατος, τουτέστι τῆς τοῦ Ἀδὰμ παραβάσεως, ὁμοίως καὶ αἱ λοιπαὶ τιμωρίαι. Τὰ δὲ λοιπὰ πάντα τῷ Θεῷ ἀναθετέον· ἥ τε γὰρ γένεσις ἡμῶν τῆς δημιουργικῆς αὐτοῦ δυνάμεώς ἐστι, καὶ ἡ διαμονὴ τῆς συνεκτικῆς δυνάμεως αὐτοῦ, καὶ ἡ κυβέρνησις καί σωτηρία τῆς προνοητικῆς αὐτοῦ δυνάμεως καί ἡ τῶν ἀγαθῶν αἰωνία ἀπόλαυσις τῆς ἀγαθότητος αὐτοῦ, τοῖς φυλάσσουσι τό κατά φύσιν, ἐφ’ ᾧ καί ἐπλάσθημεν. Ἐπειδὴ δέ τινες ἀντιλέγουσι τῇ προνοίᾳ, εἴπωμεν λοιπὸν ὀλίγα καὶ περὶ προνοίας.

ΚΕΦΑΛΑΙΟN 43. Περὶ προνοίας Πρόνοια τοίνυν ἐστὶν ἐκ Θεοῦ εἰς τὰ ὄντα γινομένη ἐπιμέλεια

Καὶ πάλιν· Πρόνοιά ἐστι βούλησις Θεοῦ, δι ̓ ἣν πάντα τὰ ὄντα τὴν πρόσφορον διεξαγωγὴν λαμβάνει. Εἰ δὲ Θεοῦ βούλησίς ἐστιν ἡ πρόνοια, πᾶσα ἀνάγκη πάντα τὰ τῇ προνοίᾳ γινόμενα κατὰ τὸν ὀρθὸν λόγον κάλλιστά τε καὶ θεοπρεπέστατα γίνεσθαι καὶ ὡς οὐκ ἔνι κρείττω γενέσθαι. Ἀνάγκη γὰρ τὸν αὐτὸν εἶναι ποιητὴν τῶν ὄντων καὶ προνοητήν· οὔτε γὰρ πρέπον οὔτε ἀκόλουθον ἄλλον μὲν ποιητὴν εἶναι τῶν ὄντων, ἄλλον δὲ προνοητήν· οὕτω γὰρ ἐν ἀσθενείᾳ πάντως εἰσὶν ἀμφότεροι, ὁ μὲν τοῦ ποιεῖν, ὁ δὲ τοῦ προνοεῖν. Ὁ Θεὸς τοίνυν ἐστὶν ὅ τε ποιητὴς καὶ προνοητής, καὶ ἡ ποιητικὴ δὲ αὐτοῦ δύναμις καὶ ἡ συνεκτικὴ καὶ ἡ προνοητικὴ ἡ ἀγαθὴ αὐτοῦ θέλησίς ἐστι· «πάντα γάρ, ὅσα ἠθέλησεν, ὁ Κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καί ἐν τῇ γῇ», καὶ τῷ θελήματι αὐτοῦ οὐδεὶς ἀνθέστηκεν. Ἠθέλησε γενέσθαι τὰ πάντα, καὶ γέγονε· θέλει συνίστασθαι τὸν κόσμον, καὶ συνίσταται, καὶ πάντα, ὅσα θέλει, γίνεται. Ὅτι δὲ προνοεῖ καὶ ὅτι καλῶς προνοεῖ, ὀρθότατα σκοπήσειεν ἄν τις οὕτως· Μόνος ὁ Θεός ἐστι φύσει ἀγαθὸς καὶ σοφός· ὡς οὖν ἀγαθὸς προνοεῖ (ὁ γὰρ μὴ προνοῶν οὐκ ἀγαθός· καὶ γὰρ καὶ οἱ ἄνθρωποι καὶ τὰ ἄλογα τῶν οἰκείων τέκνων προνοοῦνται φυσικῶς, καὶ ὁ μὴ προνοῶν ψέγεται), ὡς δὲ σοφὸς ἄριστα τῶν ὄντων ἐπιμελεῖται. Χρὴ τοίνυν τούτοις προσέχοντας πάντα θαυμάζειν, πάντα ἐπαινεῖν, πάντα ἀνεξετάστως ἀποδέχεσθαι τὰ τῆς προνοίας ἔργα, κἂν φαίνηται τοῖς πολλοῖς ἄδικα διὰ τὸ ἄγνωστον καὶ ἀκατάληπτον εἶναι τοῦ Θεοῦ τὴν πρόνοιαν καί τούς λογισμούς ἡμῶν καί τάς πράξεις καί τά μέλλοντα αὐτῷ μόνῳ γνωστά. Πάντα δὲ λέγω τὰ οὐκ ἐφ ̓ ἡμῖν· τὰ γὰρ ἐφ ̓ ἡμῖν οὐ τῆς προνοίας ἐστίν, ἀλλὰ τοῦ ἡμετέρου αὐτεξουσίου. Τῆς δὲ προνοίας τὰ μὲν κατ ̓ εὐδοκίαν ἐστί, τὰ δὲ κατὰ συγχώρησιν. Κατ ̓ εὐδοκίαν μέν, ὅσα ἀναντιρρήτως εἰσὶν ἀγαθά, κατὰ συγχώρησιν δὲ ὅσα εἰσί πονηρά. Συγχωρεῖ γὰρ πολλάκις καὶ τὸν δίκαιον περιπεσεῖν συμφοραῖς, ἵνα τὴν ἐν αὐτῷ λανθάνουσαν ἀρετὴν δείξῃ τοῖς ἄλλοις, ὡς ἐπὶ τοῦ Ἰώβ. Ἄλλοτε συγχωρεῖ τῶν ἀτόπων τι πραχθῆναι, ἵνα διὰ τῆς πράξεως τῆς δοκούσης ἀτόπου μέγα τι καὶ θαυμαστὸν κατορθωθῇ ὡς διὰ τοῦ σταυροῦ τὴν σωτηρίαν τῶν ἀνθρώπων. Κατ ̓ ἄλλον τρόπον συγχωρεῖ τὸν ὅσιον πάσχειν κακῶς, ἵνα μὴ ἐκ τοῦ ὀρθοῦ συνειδότος ἐκπέσῃ ἢ καὶ ἐκ τῆς δοθείσης αὐτῷ δυνάμεώς τε καὶ χάριτος εἰς ἀλαζονείαν ἐκπέσῃ ὡς ἐπὶ τοῦ Παύλου. Ἐγκαταλείπεταί τις πρὸς καιρὸν πρὸς διόρθωσιν ἄλλου, ἵνα τὸ κατ ̓ αὐτὸν σκοποῦντες οἱ ἄλλοι παιδεύωνται, ὡς ἐπὶ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου· φυσικῶς γὰρ ὁρῶντές τινας πάσχοντας συστελλόμεθα. Ἐγκαταλείπεταί τις καὶ εἰς ἄλλου δόξαν, οὐ δι ̓ οἰκείας ἢ γονέων ἁμαρτίας ὡς ὁ ἐκ γενετῆς τυφλὸς εἰς δόξαν τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Πάλιν συγχωρεῖταί τις παθεῖν εἰς ἄλλου ζῆλον, ἵνα τῆς δόξης τοῦ παθόντος μεγαλυνθείσης ἄοκνον τὸ πάθος τοῖς ἄλλοις γένηται ἐλπίδι τῆς μελλούσης δόξης καὶ ἐπιθυμίᾳ τῶν μελλόντων ἀγαθῶν, ὡς ἐπὶ τῶν μαρτύρων. Παραχωρεῖταί τις καὶ εἰς αἰσχρὰν ἐμπεσεῖν πρᾶξιν ἐνίοτε εἰς διόρθωσιν ἑτέρου χείρονος πάθους· οἷον, ἔστι τις ἐπαιρόμενος ἐπὶ ταῖς ἀρεταῖς καὶ τοῖς κατορθώμασιν αὐτοῦ· παραχωρεῖ τοῦτον ὁ Θεὸς εἰς πορνείαν ἐμπεσεῖν, ὅπως διὰ τοῦ πτώματος εἰς συναίσθησιν τῆς οἰκείας ἀσθενείας ἐλθὼν ταπεινωθῇ καὶ προσελθὼν ἐξομολογήσηται τῷ Κυρίῳ. Χρὴ δὲ γινώσκειν, ὅτι ἡ μὲν αἵρεσις τῶν πρακτῶν ἐφ ̓ ἡμῖν ἐστι, τὸ δὲ τέλος τῶν μὲν ἀγαθῶν τῆς τοῦ Θεοῦ συνεργίας δικαίως συνεργοῦντος τοῖς προαιρουμένοις τὸ ἀγαθὸν ὀρθῷ τῷ συνειδότι κατὰ τὴν πρόγνωσιν αὐτοῦ, τῶν δὲ πονηρῶν τῆς ἐγκαταλείψεως τοῦ Θεοῦ πάλιν κατὰ τὴν πρόγνωσιν αὐτοῦ δικαίως ἐγκαταλιμπάνοντος. Τῆς δὲ ἐγκαταλείψεώς εἰσιν εἴδη δύο· ἔστι γὰρ ἐγκατάλειψις οἰκονομικὴ καὶ παιδευτικὴ καὶ ἔστιν ἐγκατάλειψις τελεία ἀπογνωστική. Οἰκονομικὴ μὲν καὶ παιδευτικὴ ἡ πρὸς διόρθωσιν καὶ σωτηρίαν καὶ δόξαν τοῦ πάσχοντος γινομένη ἢ καὶ πρὸς ἄλλων ζῆλον καὶ μίμησιν ἢ καὶ πρὸς δόξαν Θεοῦ· ἡ δὲ τελεία ἐγκατάλειψις, ὅτε τοῦ Θεοῦ πάντα πρὸς σωτηρίαν πεποιηκότος ἀνεπαίσθητος καὶ ἀνιάτρευτος, μᾶλλον δὲ ἀνίατος ἐξ οἰκείας προθέσεως διαμείνῃ ὁ ἄνθρωπος· τότε παραδίδοται εἰς τελείαν ἀπώλειαν ὡς ὁ Ἰούδας. Φείσοιται ἡμῶν ὁ Θεὸς καὶ ἐξελοῖτο τῆς τοιαύτης ἐγκαταλείψεως. Χρὴ δὲ εἰδέναι, ὡς πολλοί εἰσιν οἱ τρόποι τῆς τοῦ Θεοῦ προνοίας, καὶ μήτε λόγῳ ἑρμηνευθῆναι, μήτε νῷ περιληφθῆναι δυνάμενοι. Δεῖ γινώσκειν, ὡς πᾶσαι αἱ σκυθρωπαὶ ἐπιφοραὶ τοῖς μετ ̓ εὐχαριστίας δεχομένοις πρὸς σωτηρίαν ἐπάγονται καὶ πάντως ὠφελείας γίνονται πρόξενοι. Χρὴ εἰδέναι, ὡς ὁ Θεὸς προηγουμένως θέλει πάντας σωθῆναι καὶ τῆς βασιλείας αὐτοῦ τυχεῖν· οὐ γὰρ ἐπὶ τὸ κολάσαι ἔπλασεν ἡμᾶς, ἀλλὰ πρὸς τὸ μετασχεῖν τῆς ἀγαθότητος αὐτοῦ, ὡς ἀγαθός. Ἁμαρτάνοντας δὲ θέλει κολάζεσθαι ὡς δίκαιος. Λέγεται οὖν τὸ μὲν πρῶτον προηγούμενον θέλημα καὶ εὐδοκία, ἐξ αὐτοῦ ὄν, τὸ δὲ δεύτερον ἑπόμενον θέλημα καὶ παραχώρησις, ἐξ ἡμετέρας αἰτίας. Καὶ αὕτη διττή· ἡ μὲν οἰκονομικὴ καὶ παιδευτικὴ πρὸς σωτηρίαν, ἡ δὲ ἀπογνωστικὴ πρὸς τελείαν κόλασιν, ὡς εἰρήκαμεν. Ταῦτα δὲ ἐπὶ τῶν οὐκ ἐφ ̓ ἡμῖν. Τῶν δὲ ἐφ ̓ ἡμῖν τὰ μὲν ἀγαθὰ προηγουμένως θέλει καὶ εὐδοκεῖ, τὰ δὲ πονηρὰ καὶ ὄντως κακὰ οὔτε προηγουμένως οὔτε ἑπομένως θέλει· παραχωρεῖ δὲ τῷ αὐτεξουσίῳ· τὸ γὰρ κατὰ βίαν γινόμενον οὐ λογικόν, οὐδὲ ἀρετή. Προνοεῖ δὲ ὁ Θεὸς πάσης τῆς κτίσεως καὶ διὰ πάσης τῆς κτίσεως εὐεργετῶν καὶ παιδεύων καὶ δι ̓ αὐτῶν πολλάκις τῶν δαιμόνων ὡς ἐπὶ τοῦ Ἰὼβ καὶ τῶν χοίρων.

ΚΕΦΑΛΑΙΟN 44. Περὶ προγνώσεως καὶ προορισμοῦ

Χρὴ γινώσκειν, ὡς πάντα μὲν προγινώσκει ὁ Θεός, οὐ πάντα δὲ προορίζει· προγινώσκει γὰρ καὶ τὰ ἐφ ̓ ἡμῖν, οὐ προορίζει δὲ αὐτά· οὐ γὰρ θέλει τὴν κακίαν γενέσθαι οὐδὲ βιάζεται τὴν ἀρετήν. Ὥστε τῆς θείας προγνωστικῆς κελεύσεως ἔργον ἐστὶν ὁ προορισμός. Προορίζει δὲ τὰ οὐκ ἐφ ̓ ἡμῖν κατὰ τὴν πρόγνωσιν αὐτοῦ· ἤδη γὰρ κατὰ τὴν πρόγνωσιν αὐτοῦ προέκρινε πάντα ὁ Θεὸς κατὰ τὴν ἀγαθότητα καὶ τὴν δικαιοσύνην αὐτοῦ. Χρὴ δὲ γινώσκειν, ὅτι ἡ μὲν ἀρετὴ ἐκ τοῦ Θεοῦ ἐδόθη ἐν τῇ φύσει καὶ αὐτός ἐστι παντὸς ἀγαθοῦ ἀρχὴ καὶ αἰτία καὶ ἐκτὸς τῆς αὐτοῦ συνεργίας καὶ βοηθείας ἀδύνατον ἀγαθὸν θελῆσαι ἢ πρᾶξαι ἡμᾶς. Ἐφ ̓ ἡμῖν δέ ἐστιν ἢ ἐμμεῖναι τῇ ἀρετῇ καὶ ἀκολουθῆσαι τῷ Θεῷ πρὸς ταύτην καλοῦντι ἢ ἀποφοιτῆσαι τῆς ἀρετῆς, ὅπερ ἐστὶν ἐν τῇ κακίᾳ γενέσθαι καὶ ἀκολουθῆσαι τῷ Διαβόλῳ πρὸς ταύτην καλοῦντι ἀβιάστως· ἡ γὰρ κακία οὐδὲν ἕτερόν ἐστιν, εἰ μὴ ἀναχώρησις τοῦ ἀγαθοῦ, ὥσπερ καὶ τὸ σκότος τοῦ φωτός ἐστιν ἀναχώρησις. Μένοντες οὖν ἐν τῷ κατὰ φύσιν ἐν τῇ ἀρετῇ ἐσμεν, ἐκκλίνοντες δὲ ἐκ τοῦ κατὰ φύσιν, ἤγουν ἐκ τῆς ἀρετῆς, εἰς τό παρὰ φύσιν ἐρχόμεθα καὶ ἐν τῇ κακίᾳ γινόμεθα. Μετάνοιά ἐστιν ἐκ τοῦ παρὰ φύσιν εἰς τὸ κατὰ φύσιν καὶ ἐκ τοῦ Διαβόλου πρὸς τὸν Θεὸν ἐπάνοδος δι ̓ ἀσκήσεως καὶ πόνων. Τοῦτον τοίνυν τὸν ἄνθρωπον ὁ Δημιουργὸς ἄρρενα κατεσκεύασε, μεταδοὺς αὐτῷ τῆς ἑαυτοῦ θείας χάριτος καὶ ἐν κοινωνίᾳ ἑαυτοῦ διὰ ταύτης αὐτὸν ποιησάμενος· ὅθεν καὶ τὴν τῶν ζῴων ὀνομασίαν προφητικῶς, ὡς δούλων αὐτῷ δοθέντων, δεσποτικῶς ἐποιήσατο. Κατ ̓ εἰκόνα γὰρ Θεοῦ λογικός τε καὶ νοερὸς καὶ αὐτεξούσιος γενόμενος, εἰκότως τὴν τῶν ἐπιγείων ἀρχὴν ἐνεχειρίζετο ὑπὸ τοῦ κοινοῦ τῶν ἁπάντων Δημιουργοῦ τε καὶ Δεσπότου. Εἰδὼς δὲ ὁ προγνώστης Θεός, ὡς ἐν παραβάσει γενήσεται καὶ τῇ φθορᾷ ὑποπεσεῖται, ἐποίησεν ἐξ αὐτοῦ τὸ θῆλυ, «βοηθὸν αὐτῷ κατ ̓ αὐτόν»· βοηθὸν δὲ πρὸς τὴν διὰ γεννήσεως μετὰ τὴν παράβασιν τοῦ γένους ἐκ διαδοχῆς σύστασιν. Ἡ γὰρ πρώτη πλάσις γένεσις λέγεται καὶ οὐ γέννησις· γένεσις μὲν γάρ ἐστιν ἡ ἐκ Θεοῦ πρώτη πλάσις, γέννησις δὲ ἡ ἐκ καταδίκης τοῦ θανάτου διὰ τὴν παράβασιν ἐξ ἀλλήλων διαδοχή. Τοῦτον ἔθετο ἐν τῷ παραδείσῳ τῷ τε νοητῷ καὶ τῷ αἰσθητῷ· ἐν μὲν γὰρ τῷ αἰσθητῷ ἐπὶ γῆς σωματικῶς διαιτώμενος ψυχικῶς τοῖς ἀγγέλοις συνανεστρέφετο θείας γεωργῶν ἐννοίας καὶ ταύταις τρεφόμενος, γυμνὸς τῇ ἁπλότητι καὶ ἀτέχνῳ ζωῇ πρὸς μόνον τὸν Δημιουργὸν διὰ τῶν κτισμάτων ἐναγόμενος καὶ τῇ αὐτοῦ θεωρίᾳ ἐνηδυνόμενός τε καὶ εὐφραινόμενος. Ἐπειδὴ τοίνυν αὐτὸν αὐτεξουσίῳ θελήματι φυσικῶς κατεκόσμησε, δίδωσι νόμον αὐτῷ μὴ γεύσασθαι τοῦ ξύλου τῆς γνώσεως. Περὶ οὗ ξύλου αὐταρκῶς ἐν τῷ περὶ παραδείσου κεφαλαίῳ κατά γε τὴν ἡμετέραν εἰρήκαμεν δύναμιν. Ταύτην τὴν ἐντολὴν αὐτῷ δίδωσιν ἐπαγγειλάμενος, ὡς, εἰ μὲν φυλάξοι τὸ τῆς ψυχῆς ἀξίωμα τῷ λόγῳ τὴν νίκην διδούς, ἐπιγινώσκων τὸν κτίσαντα καὶ τούτου φυλάττων τὸ πρόσταγμα, τῆς ἀιδίου μεθέξει μακαριότητος καὶ ζήσεται εἰς τὸν αἰῶνα κρείττων θανάτου γενόμενος. Εἰ δέ γε τὴν ψυχὴν ὑποτάξει τῷ σώματι καὶ τὰ τοῦ σώματος προτιμήσει τερπνὰ, τὴν οἰκείαν τιμὴν ἀγνοήσας καὶ τοῖς ἀνοήτοις παρεικασθεὶς κτήνεσι, τοῦ πεποιηκότος τὴν ζεύγλην ἀποσεισάμενος καὶ τὸ θεῖον αὐτοῦ παριδὼν ἐπίταγμα, θανάτῳ ἔσται ὑπεύθυνος καὶ φθορᾷ καὶ πόνῳ καθυποβληθήσεται τὸν ταλαίπωρον ἕλκων βίον. Οὐ γὰρ ἦν λυσιτελὲς ἀπείραστον ἔτι τυγχάνοντα καὶ ἀδόκιμον τῆς ἀφθαρσίας τυχεῖν, ἵνα μὴ εἰς τῦφον ἐμπέσῃ καὶ κρῖμα τοῦ Διαβόλου. Ἐκεῖνος γάρ διὰ τὸ ἄφθαρτον μετὰ τὴν ἐκ προαιρέσεως ἔκπτωσιν τὴν ἐν τῷ κακῷ ἀμεταμέλητον ἔσχε καὶ ἄτρεπτον παγιότητα, ὥσπερ αὖ πάλιν καὶ οἱ ἄγγελοι, μετὰ τὴν ἐκ προαιρέσεως τῆς ἀρετῆς ἐκλογὴν, τὴν ἐν τῷ καλῷ διὰ τῆς χάριτος ἀμετακίνητον ἵδρυσιν. Ἔδει τοίνυν πρότερον δοκιμασθέντα τὸν ἄνθρωπον –ἀνήρ γάρ ἀπείραστος καί ἀδόκιμος, οὐδενός λόγου ἄξιος– καὶ τῇ πείρᾳ διὰ τῆς τηρήσεως τῆς ἐντολῆς τελειωθέντα, οὕτω τὴν ἀφθαρσίαν ἀρετῆς κομίσασθαι ἔπαθλον· μέσος γὰρ Θεοῦ καὶ ὕλης γενόμενος, διὰ μὲν τῆς τηρήσεως τῆς ἐντολῆς μετὰ τὴν ἀπαλλαγὴν τῆς πρὸς τὰ ὄντα φυσικῆς σχέσεως, ἑνωθεὶς τῷ Θεῷ καθ ̓ ἕξιν, τὴν περὶ τὸ καλὸν παγιότητα λαμβάνειν ἀμετακίνητον ἔμελλε, διὰ δὲ τῆς παραβάσεως πρὸς τὴν ὕλην μᾶλλον κινηθεὶς καὶ τῆς αὐτοῦ αἰτίας, τοῦ Θεοῦ φημι, ἀποσπάσας τὸν νοῦν, τῇ φθορᾷ προσοικειοῦσθαι, καὶ παθητὸς ἀντὶ ἀπαθοῦς καὶ θνητὸς ἀντὶ ἀθανάτου γίνεσθαι καὶ συνδυασμοῦ καὶ ῥευστῆς γεννήσεως ἐπιδέεσθαι καὶ τῇ ἐφέσει τῆς ζωῆς τῶν μὲν ἡδέων, ὡς δῆθεν ταύτην συνιστώντων ἀντέχεσθαι, πρὸς δὲ τοὺς τούτων προμηθουμένους τὴν στέρησιν ἀδεῶς ἀπεχθάνεσθαι· καὶ τὴν μὲν ἔφεσιν ἐκ Θεοῦ πρὸς τὴν ὕλην, τὸν δὲ θυμὸν ἐκ τοῦ τῆς σωτηρίας ὄντως ἐχθροῦ μεταφέρειν πρὸς τὸ ὁμόφυλον. Φθόνῳ τοίνυν Διαβόλου ἡττήθη ὁ ἄνθρωπος· οὐ γὰρ ἔφερεν ὁ φθονερὸς καὶ μισόκαλος δαίμων αὐτὸς διὰ τὴν ἔπαρσιν κάτω γενόμενος ἡμᾶς τῶν ἄνω τυχεῖν, ὅθεν καὶ θεότητος ἐλπίδι ὁ ψεύστης δελεάζει τὸν ἄθλιον καὶ πρὸς τὸ ἴδιον τῆς ἐπάρσεως ὕψος ἀναγαγὼν, πρὸς τὸ ὅμοιον καταφέρει τῆς πτώσεως βάραθρον.

Βιβλίο Γ'

ΚΕΦΑΛΑΙΟN 45. Περὶ τῆς θείας οἰκονομίας καὶ περὶ τῆς δι ̓ ἡμᾶς κηδεμονίας καὶ τῆς ἡμῶν σωτηρίας

Ταύτῃ τοίνυν τῇ προσβολῇ τοῦ ἀρχεκάκου δαίμονος δελεασθέντα τὸν ἄνθρωπον καὶ τὴν τοῦ Δημιουργοῦ ἐντολὴν οὐ φυλάξαντα καὶ γυμνωθέντα τῆς χάριτος καὶ τὴν πρὸς Θεὸν παρρησίαν ἀπεκδυσάμενον καὶ σκεπασθέντα τῇ τοῦ μοχθηροῦ βίου τραχύτητι –τοῦτο γὰρ τὰ φύλλα τῆς συκῆς– καὶ περιβληθέντα τὴν νέκρωσιν, ἤτοι τὴν θνητότητα καὶ παχύτητα τῆς σαρκός –τοῦτο γὰρ ἡ τῶν νεκρῶν δερμάτων ἀμφίασις– καὶ τοῦ παραδείσου κατὰ τὴν τοῦ Θεοῦ δικαιοκρισίαν γεγονότα ἐξόριστον καὶ θανάτῳ κατάκριτον καὶ φθορᾷ ὑποχείριον, οὐ παρεῖδεν ὁ συμπαθής, ὁ τὸ εἶναι δοὺς καὶ τὸ εὖ εἶναι χαρισάμενος, ἀλλὰ πολλοῖς πρότερον παιδαγωγήσας καὶ πρὸς ἐπιστροφὴν καλέσας στόνῳ καὶ τρόμῳ, ὕδατος κατακλυσμῷ καὶ παντὸς τοῦ γένους μικροῦ δεῖν πανωλεθρίᾳ, συγχύσει καὶ διαιρέσει γλωσσῶν, ἀγγέλων ἐπιστασίᾳ, πόλεων ἐμπρησμῷ, τυπικαῖς θεοφανείαις, πολέμοις, νίκαις, ἥτταις, σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι, νόμῳ, προφήταις, δι ̓ ὧν τὸ σπουδαζόμενον ἦν ἡ τῆς ἁμαρτίας ἀναίρεσις, πολυσχεδῶς χεθείσης καὶ καταδουλωσαμένης τὸν ἄνθρωπον καὶ πᾶν εἶδος κακίας ἐπισωρευσάσης τῷ βίῳ καὶ ἡ πρὸς τὸ εὖ εἶναι τοῦ ἀνθρώπου ἐπάνοδος. Ἐπειδὴ δι ̓ ἁμαρτίας ὁ θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν, ὥσπερ τι θηρίον ἄγριον καὶ ἀνήμερον τὸν ἀνθρώπινον λυμαινόμενος βίον, ἔδει δὲ τὸν λυτροῦσθαι μέλλοντα ἀναμάρτητον εἶναι καὶ μὴ τῷ θανάτῳ διὰ τῆς ἁμαρτίας ὑπεύθυνον, ἔτι δὲ νευρωθῆναι καὶ ἀνακαινισθῆναι τὴν φύσιν καὶ ἔργῳ παιδαγωγηθῆναι καὶ διδαχθῆναι ἀρετῆς ὁδόν, τῆς μὲν φθορᾶς ἀπάγουσαν, πρὸς δὲ τὴν ζωὴν ποδηγοῦσαν τὴν αἰώνιον· τέλος τὸ μέγα περὶ αὐτὸν τῆς φιλανθρωπίας ἐνδείκνυται πέλαγος· αὐτὸς γὰρ ὁ Δημιουργός τε καὶ Κύριος τὴν ὑπὲρ τοῦ οἰκείου πλάσματος ἀναδέχεται πάλην καὶ ἔργῳ διδάσκαλος γίνεται· καὶ ἐπειδὴ θεότητος ἐλπίδι ὁ ἐχθρὸς δελεάζει τὸν ἄνθρωπον, σαρκὸς προβλήματι δελεάζεται καὶ δείκνυται ἅμα τὸ ἀγαθὸν καὶ τὸ σοφόν, τὸ δίκαιόν τε καὶ τὸ δυνατὸν τοῦ Θεοῦ· τὸ μὲν ἀγαθόν, ὅτι οὐ παρεῖδε τοῦ οἰκείου πλάσματος τὴν ἀσθένειαν, ἀλλ ̓ ἐσπλαγχνίσθη ἐπ ̓ αὐτῷ πεσόντι καὶ χεῖρα ὤρεξε· τὸ δέ δίκαιον, ὅτι ἀνθρώπου ἡττηθέντος, οὐχ ἕτερον ποιεῖ νικῆσαι τὸν τύραννον, οὐδὲ βίᾳ ἐξαρπάζει τοῦ θανάτου τὸν ἄνθρωπον, ἀλλ ̓ ὃν πάλαι διὰ τῆς ἁμαρτίας καταδουλοῦται ὁ θάνατος, τοῦτον ὁ ἀγαθὸς καὶ δίκαιος νικητὴν πάλιν πεποίηκε καὶ τῷ ὁμοίῳ τὸν ὅμοιον ἀνεσώσατο, ὅπερ ἄπορον ἦν· τὸ δὲ σοφόν, ὅτι εὗρε τοῦ ἀπόρου λύσιν εὐπρεπεστάτην· εὐδοκίᾳ γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Θεὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ὁ ὁμοούσιος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, ὁ προαιώνιος, ὁ ἄναρχος, ὁ ἐν ἀρχῇ ὢν καὶ πρὸς τὸν Θεὸν καὶ Πατέρα ὢν καὶ Θεὸς ὤν, ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων κλίνας οὐρανοὺς κατέρχεται, τουτέστιν, τὸ ἀταπείνωτον αὐτοῦ ὕψος ἀταπεινώτως ταπεινώσας συγκαταβαίνει τοῖς ἑαυτοῦ δούλοις συγκατάβασιν ἄφραστόν τε καὶ ἀκατάληπτον –τοῦτο γὰρ δηλοῖ ἡ κατάβασις– καὶ Θεὸς ὢν τέλειος ἄνθρωπος τέλειος γίνεται καὶ ἐπιτελεῖται τὸ πάντων καινῶν καινότατον, τὸ μόνον καινὸν ὑπὸ τὸν ἥλιον, δι ̓ οὗ ἡ ἄπειρος τοῦ Θεοῦ ἐμφανίζεται δύναμις. Τί γὰρ μεῖζον τοῦ γενέσθαι τὸν Θεὸν ἄνθρωπον; Καὶ ὁ Λόγος σὰρξ ἀτρέπτως ἐγένετο ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Ἁγίας Ἀειπαρθένου καὶ Θεοτόκου, καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων χρηματίζει ὁ μόνος φιλάνθρωπος, οὐκ ἐκ θελήματος ἢ ἐπιθυμίας ἢ συναφείας ἀνδρὸς ἢ γεννήσεως ἐνηδόνου ἐν τῇ ἀχράντῳ μήτρᾳ τῆς Παρθένου συλληφθείς, ἀλλ ̓ ἐκ Πνεύματος Ἁγίου καὶ τῆς πρώτης τοῦ Ἀδὰμ γενέσεως· καὶ γίνεται ὑπήκοος τῷ Πατρὶ τῷ καθ ̓ ἡμᾶς καὶ ἐξ ἡμῶν προσλήμματι τὴν ἡμετέραν παρακοὴν ἰώμενος καὶ ὑπογραμμὸς ἡμῖν ὑπακοῆς γινόμενος, ἧς ἐκτὸς οὐκ ἔστι σωτηρίας τυχεῖν.

ΚΕΦΑΛΑΙΟN 46. Περὶ τοῦ τρόπου τῆς συλλήψεως τοῦ Θεοῦ Λόγου καὶ τῆς θείας αὐτοῦ σαρκώσεως

Ἄγγελος γὰρ Κυρίου ἀπεστάλη πρὸς τὴν Ἁγίαν Παρθένον, ἐκ δαυιτικοῦ φύλου καταγομένην· «πρόδηλον γὰρ ὡς ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν», «ἐξ ἧς φυλῆς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ», ὡς ὁ θεῖος ἔφη ἀπόστολος, περὶ οὗ ὕστερον ἐροῦμεν ἀκριβέστερον, ἥν εὐαγγελιζόμενος ἔλεγε· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Ἡ δὲ διεταράχθη ἐπὶ τῷ λόγῳ» καί φησι πρὸς αὐτὴν ὁ ἄγγελος· «Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ Κυρίῳ καὶ τέξῃ Υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.» Ὅθεν καὶ τὸ «Ἰησοῦς» σωτὴρ ἑρμηνεύεται. Τῆς δὲ διαπορούσης· «Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;», πάλιν φησὶ πρὸς αὐτὴν ὁ ἄγγελος· «Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσεται, Υἱὸς Θεοῦ». Ἡ δὲ πρὸς αὐτόν· «Ἰδοὺ ἡ δούλη Κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου». Μετὰ οὖν τὴν συγκατάθεσιν τῆς Ἁγίας Παρθένου Πνεῦμα Ἅγιον ἐπῆλθεν ἐπ ̓ αὐτὴν κατὰ τὸν τοῦ Κυρίου λόγον, ὃν εἶπεν ὁ ἄγγελος, καθαῖρον αὐτὴν καὶ δύναμιν δεκτικὴν τῆς τοῦ Λόγου θεότητος παρέχον, ἅμα δὲ καὶ γεννητικήν. Καὶ τότε ἐπεσκίασεν ἐπ ̓ αὐτὴν ἡ τοῦ Θεοῦ τοῦ Ὑψίστου ἐνυπόστατος σοφία καὶ δύναμις, ὁ Υἱὸς τοῦ Θεοῦ ὁ τῷ Πατρὶ ὁμοούσιος, οἱονεὶ θεῖος σπόρος, καὶ συνέπηξεν ἑαυτῷ ἐκ τῶν ἁγνῶν καὶ καθαρωτάτων αὐτῆς αἱμάτων σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ, ἀπαρχὴν τοῦ ἡμετέρου φυράματος, οὐ σπερματικῶς ἀλλὰ δημιουργικῶς διὰ τοῦ Ἁγίου Πνεύματος, οὐ ταῖς κατὰ μικρὸν προσθήκαις ἀπαρτιζομένου τοῦ σχήματος, ἀλλ ̓ ὑφ ̓ ἓν τελειωθέντος, αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος χρηματίσας τῇ σαρκὶ ὑπόστασις· οὐ γὰρ προϋποστάσῃ καθ ̓ ἑαυτὴν σαρκὶ ἡνώθη ὁ θεῖος Λόγος, ἀλλ ̓ ἐνοικήσας τῇ γαστρὶ τῆς Ἁγίας Παρθένου ἀπεριγράπτως ἐν τῇ ἑαυτοῦ ὑποστάσει ἐκ τῶν ἁγνῶν τῆς Ἀειπαρθένου αἱμάτων σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ ὑπεστήσατο ἀπαρχὴν προσλαβόμενος τοῦ ἀνθρωπίνου φυράματος, αὐτὸς ὁ Λόγος γενόμενος τῇ σαρκὶ ὑπόστασις. Ὥστε ἅμα σάρξ, ἅμα Θεοῦ Λόγου σάρξ, ἅμα σὰρξ ἔμψυχος λογική τε καὶ νοερά, ἅμα Θεοῦ Λόγου σὰρξ ἔμψυχος λογική τε καὶ νοερά. Διὸ οὐκ ἄνθρωπον ἀποθεωθέντα λέγομεν, ἀλλὰ Θεὸν ἐνανθρωπήσαντα· ὢν γὰρ φύσει τέλειος Θεὸς, γέγονε φύσει τέλειος ἄνθρωπος ὁ αὐτὸς, οὐ τραπεὶς τὴν φύσιν, οὐδὲ φαντάσας τὴν οἰκονομίαν, ἀλλὰ τῇ ἐκ τῆς Ἁγίας Παρθένου ληφθείσῃ λογικῶς τε καὶ νοερῶς ἐψυχωμένῃ σαρκὶ καὶ ἐν αὐτῷ τὸ εἶναι λαχούσῃ ἑνωθεὶς καθ ̓ ὑπόστασιν ἀσυγχύτως καὶ ἀναλλοιώτως καὶ ἀδιαιρέτως, μὴ μεταβαλὼν τὴν τῆς θεότητος αὐτοῦ φύσιν εἰς τὴν τῆς σαρκὸς οὐσίαν, μήτε τὴν οὐσίαν τῆς σαρκὸς αὐτοῦ εἰς τὴν φύσιν τῆς αὐτοῦ θεότητος οὐδὲ ἐκ τῆς θείας αὐτοῦ φύσεως καί, ἧς προσελάβετο ἀνθρωπίνης φύσεως, μίαν φύσιν ἀποτελέσας σύνθετον.

ΚΕΦΑΛΑΙΟN 47. Περὶ τῶν δύο φύσεων

Ἀτρέπτως γὰρ καὶ ἀναλλοιώτως ἡνώθησαν ἀλλήλαις αἱ φύσεις, μήτε τῆς θείας φύσεως ἐκστάσης τῆς οἰκείας ἁπλότητος, μήτε μὴν τῆς ἀνθρωπίνης ἢ τραπείσης εἰς θεότητος φύσιν ἢ εἰς ἀνυπαρξίαν χωρησάσης, μήτε ἐκ τῶν δύο μιᾶς γεγενημένης συνθέτου φύσεως· ἡ γὰρ σύνθετος φύσις οὐδ ̓ ὁποτέρας τῶν, ἐξ ὧν συνετέθη, φύσεων ὁμοούσιος ὑπάρχειν δύναται, ἐξ ἑτέρων ἀποτελεσθεῖσα ἕτερον· οἷον τὸ σῶμα τὸ ἐκ τῶν τεσσάρων στοιχείων συντεθειμένον οὐδὲ τῷ πυρὶ λέγεται ὁμοούσιον, οὔτε πῦρ ὀνομάζεται, οὔτε ἀὴρ λέγεται οὔτε ὕδωρ, οὔτε γῆ, οὐδέ τινι τούτων ἐστὶν ὁμοούσιον. Εἰ τοίνυν κατὰ τοὺς αἱρετικοὺς μιᾶς συνθέτου φύσεως ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν ἐχρημάτισεν, ἐξ ἁπλῆς φύσεως ἐτράπη εἰς σύνθεσιν καὶ οὔτε τῷ Πατρὶ ἁπλῆς φύσεως ὄντι ἐστὶν ὁμοούσιος, οὔτε τῇ μητρί (οὐ γὰρ ἐκ θεότητος καὶ ἀνθρωπότητος αὕτη συντέθειται), οὔτε μὴν ἐν θεότητί ἐστι καὶ ἀνθρωπότητι, οὔτε δὲ Θεὸς ὀνομασθήσεται οὐδὲ ἄνθρωπος, ἀλλὰ Χριστὸς μόνον. Καὶ ἔσται τὸ Χριστὸς οὐ τῆς ὑποστάσεως αὐτοῦ ὄνομα, ἀλλὰ τῆς μιᾶς κατ ̓ αὐτοὺς φύσεως. Ἡμεῖς δὲ οὐ μιᾶς συνθέτου φύσεως τὸν Χριστὸν δογματίζομεν, οὐδὲ ἐξ ἑτέρων ἕτερον, ὥσπερ ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον ἢ ὡς ἐκ τεσσάρων στοιχείων σῶμα, ἀλλ ̓ ἐξ ἑτέρων τὰ αὐτά· ἐκ θεότητος μὲν γὰρ καὶ ἀνθρωπότητος Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον τὸν αὐτὸν καὶ εἶναι καὶ λέγεσθαι ἐκ δύο τε καὶ ἐν δυσὶ φύσεσιν ὁμολογοῦμεν. Τὸ δὲ Χριστὸς ὄνομα τῆς ὑποστάσεως λέγομεν, οὐ μονοτρόπως λεγόμενον, ἀλλὰ τῶν δύο φύσεων ὑπάρχον σημαντικόν· αὐτὸς γὰρ ἑαυτὸν ἔχρισε, χρίων μὲν ὡς Θεὸς τὸ σῶμα τῇ θεότητι αὐτοῦ, χριόμενος δὲ ὡς ἄνθρωπος· αὐτὸς γάρ ἐστι τοῦτο κἀκεῖνο. Χρίσις δὲ ἡ θεότης τῆς ἀνθρωπότητος. Εἰ γὰρ μιᾶς φύσεως συνθέτου ὢν ὁ Χριστὸς ὁμοούσιός ἐστι τῷ Πατρί, ἔσται ἄρα καὶ ὁ Πατὴρ σύνθετος καὶ τῇ σαρκὶ ὁμοούσιος, ὅπερ ἄτοπον καὶ πάσης βλασφημίας ἀνάπλεον. Πῶς δὲ καὶ μία φύσις τῶν ἐναντίων οὐσιωδῶν διαφορῶν δεκτικὴ γενήσεται; Πῶς γὰρ δυνατὸν τὴν αὐτὴν φύσιν κατὰ ταὐτὸν κτιστὴν εἶναι καὶ ἄκτιστον, θνητὴν καὶ ἀθάνατον, περιγραπτὴν καὶ ἀπερίγραπτον; Εἰ δὲ καὶ μιᾶς λέγοντες τὸν Χριστὸν φύσεως ἁπλῆν ταύτην εἴποιεν, ἢ γυμνὸν αὐτὸν Θεὸν ὁμολογήσουσι καὶ φαντασίαν εἰσάξουσιν τὴν ἐνανθρώπησιν ἢ ψιλὸν ἄνθρωπον κατὰ Νεστόριον. Καὶ ποῦ τὸ ἐν θεότητι τέλειον καὶ τὸ ἐν ἀνθρωπότητι τέλειον; Πότε δὲ καὶ δύο τὸν Χριστὸν λέξουσι φύσεων, μιᾶς συνθέτου φύσεως αὐτὸν μετὰ τὴν ἕνωσιν λέγοντες; Ὅτι γὰρ μιᾶς ὁ Χριστὸς φύσεως πρὸ τῆς ἑνώσεως, παντί που δῆλον. Ἀλλὰ τοῦτό ἐστι τὸ ποιοῦν τοῖς αἱρετικοῖς τὴν πλάνην, τὸ ταὐτὸν λέγειν τὴν φύσιν καὶ τὴν ὑπόστασιν. Ἐπειδὴ δὲ μίαν τῶν ἀνθρώπων φύσιν φαμέν, ἰστέον, ὡς οὐκ ἀφορῶντες εἰς τὸν τῆς ψυχῆς καὶ τοῦ σώματος λόγον τοῦτο λέγομεν· ἀδύνατον γὰρ μιᾶς φύσεως λέγειν τὴν ψυχὴν καὶ τὸ σῶμα πρὸς ἄλληλα συγκρινόμενα. Ἀλλ ̓ ἐπειδὴ πλεῖσται ὑποστάσεις τῶν ἀνθρώπων εἰσί, πάντες δὲ τὸν αὐτὸν ἐπιδέχονται λόγον τῆς φύσεως, πάντες γὰρ ἐκ ψυχῆς εἰσι συντεθειμένοι καὶ σώματος, καὶ πάντες τῆς φύσεως τῆς ψυχῆς μετειλήφασι καὶ τὴν οὐσίαν τοῦ σώματος κέκτηνται, καὶ τὸ κοινὸν εἶδος τῶν πλείστων καὶ διαφόρων ὑποστάσεων, μίαν φύσιν φαμέν· ἑκάστης δηλαδὴ ὑποστάσεως δύο φύσεις ἐχούσης καὶ ἐν δυσὶ τελούσης ταῖς φύσεσι, ψυχῆς λέγω καὶ σώματος. Ἐπὶ δὲ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὐκ ἔστι κοινὸν εἶδος λαβεῖν· οὔτε γὰρ ἐγένετο, οὐδὲ ἔστιν, οὔτε ποτὲ γενήσεται ἄλλος Χριστὸς ἐκ θεότητος καὶ ἀνθρωπότητος, ἐν θεότητι καὶ ἀνθρωπότητι Θεὸς τέλειος ὁ αὐτὸς καὶ ἄνθρωπος τέλειος. Ἐντεῦθεν οὐκ ἔστιν εἰπεῖν μίαν φύσιν ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὥσπερ ἐπί τοῦ ἀτόμου ἐκ ψυχῆς καί σώματος συγκειμένου, οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ ἐκ θεότητος καί ἀνθρωπότητος. Ἐκεῖ μέν γάρ ἄτομον, ὁ δέ Χριστός οὐκ ἄτομον· οὐδέ γάρ ἔχει κατηγορούμενον εἶδος χρηστότητος. Διὸ δὴ ἐκ δύο φύσεων τελείων, θείας τε καὶ ἀνθρωπίνης, φαμὲν γεγενῆσθαι τὴν ἕνωσιν, οὐ κατὰ φυρμὸν ἢ σύγχυσιν ἢ ἀνάκρασιν, ὡς ὁ θεήλατος ἔφη Διόσκορος, Εὐτυχής τε καὶ Σευῆρος καὶ ἡ τούτων ἐναγὴς συμμορία· οὐδὲ προσωπικὴν ἢ σχετικὴν ἢ κατ ̓ ἀξίαν ἢ ταυτοβουλίαν ἢ ὁμοτιμίαν ἢ ὁμωνυμίαν ἢ εὐδοκίαν, ὡς ὁ θεοστυγὴς ἔφη Νεστόριος, Διόδωρός τε καὶ ὁ Μοψουεστίας Θεόδωρος, καὶ ἡ τούτων δαιμονιώδης ὁμήγυρις, ἀλλὰ κατὰ σύνθεσιν, ἤτοι καθ ̓ ὑπόστασιν ἀτρέπτως καὶ ἀσυγχύτως καὶ ἀναλλοιώτως καὶ ἀδιαιρέτως καὶ ἀδιασπάστως καὶ ἐν δυσὶ φύσεσι τελείως ἐχούσαις μίαν ὑπόστασιν ὁμολογοῦμεν τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ σεσαρκωμένου, τὴν αὐτὴν ὑπόστασιν λέγοντες τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος αὐτοῦ καὶ τὰς δύο φύσεις ὁμολογοῦντες σῴζεσθαι ἐν αὐτῷ μετὰ τὴν ἕνωσιν, οὐκ ἰδίᾳ καὶ ἀναμέρος τιθέντες ἑκάστην, ἀλλ ̓ ἡνωμένας ἀλλήλαις ἐν τῇ μιᾷ συνθέτῳ ὑποστάσει. Οὐσιώδη γάρ φαμεν τὴν ἕνωσιν, τουτέστιν ἀληθῆ καὶ οὐ κατὰ φαντασίαν. Οὐσιώδη δέ, οὐχ ὡς τῶν δύο φύσεων ἀποτελεσασῶν μίαν σύνθετον φύσιν, ἀλλ ̓ ἑνωθεισῶν ἀλλήλαις κατὰ ἀλήθειαν εἰς μίαν ὑπόστασιν σύνθετον τοῦ Υἱοῦ τοῦ Θεοῦ. Καὶ σῴζεσθαι αὐτῶν τὴν οὐσιώδη διαφορὰν ὁριζόμεθα· τὸ γὰρ κτιστὸν μεμένηκε κτιστὸν καὶ τὸ ἄκτιστον ἄκτιστον· τὸ θνητὸν ἔμεινε θνητὸν καὶ τό ἀθάνατον ἀθάνατον· τὸ περιγραπτὸν περιγραπτὸν καὶ τὸ ἀπερίγραπτον ἀπερίγραπτον· τὸ ὁρατὸν ὁρατὸν καὶ τὸ ἀόρατον ἀόρατον· τὸ μὲν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν. Οἰκειοῦται δὲ τὰ ἀνθρώπινα ὁ Λόγος· αὐτοῦ γάρ εἰσι τὰ τῆς ἁγίας αὐτοῦ σαρκὸς ὄντα, καὶ μεταδίδωσι τῇ σαρκὶ τῶν ἰδίων κατὰ τὸν τῆς ἀντιδόσεως τρόπον διὰ τὴν εἰς ἄλληλα τῶν μερῶν περιχώρησιν καὶ τὴν καθ ̓ ὑπόστασιν ἕνωσιν, καὶ ὅτι εἷς ἦν καὶ ὁ αὐτὸς ὁ καὶ τὰ θεῖα καὶ τὰ ἀνθρώπινα ἐνεργῶν ἐν ἑκατέρᾳ μορφῇ μετὰ τῆς θατέρου κοινωνίας. Διὸ δὴ καὶ ὁ Κύριος τῆς δόξης ἐσταυρῶσθαι λέγεται καίτοι τῆς θείας αὐτοῦ μὴ παθούσης φύσεως, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου πρὸ τοῦ πάθους ἐν τῷ οὐρανῷ εἶναι ὡμολόγηται, ὡς αὐτὸς ὁ Κύριος ἔφησεν· εἷς γὰρ ἦν καὶ ὁ αὐτὸς Κύριος τῆς δόξης, ὁ φύσει καὶ ἀληθείᾳ Υἱὸς ἀνθρώπου, ἤτοι ἄνθρωπος γενόμενος, καὶ αὐτοῦ τά τε θαύματα καὶ τὰ πάθη γινώσκομεν, εἰ καὶ κατ ̓ ἄλλο ἐθαυματούργει καὶ κατ ̓ ἄλλο τὰ πάθη ὁ αὐτὸς ὑπέμεινεν. Ἴσμεν γάρ, ὥσπερ μίαν αὐτοῦ τὴν ὑπόστασιν, οὕτω καὶ τὴν τῶν φύσεων οὐσιώδη διαφορὰν σῴζεσθαι. Πῶς δὲ σωθείη διαφορὰ, μὴ σῳζομένων τῶν τὴν διαφορὰν ἐχόντων πρὸς ἄλληλα; Διαφορὰ γὰρ διαφερόντων ἐστὶ διαφορά. Τῷ μὲν οὖν λόγῳ, ᾧ διαφέρουσιν ἀλλήλων αἱ φύσεις τοῦ Χριστοῦ, τουτέστι τῷ λόγῳ τῆς οὐσίας, φαμὲν συνάπτεσθαι αὐτὸν τοῖς ἄκροις· κατὰ μὲν τὴν θεότητα τῷ τε Πατρὶ καὶ τῷ Πνεύματι, κατὰ δὲ τὴν ἀνθρωπότητα τῇ τε μητρὶ καὶ πᾶσι τοῖς ἀνθρώποις. ᾯ δὲ λόγῳ συνάπτονται αἱ φύσεις αὐτοῦ, διαφέρειν αὐτόν φαμεν τοῦ τε Πατρὸς καὶ τοῦ Πνεύματος, τῆς τε μητρὸς καὶ τῶν λοιπῶν ἀνθρώπων· συνάπτονται γὰρ αἱ φύσεις αὐτοῦ τῇ ὑποστάσει, μίαν ὑπόστασιν σύνθετον ἔχουσαι, καθ ̓ ἣν διαφέρει τοῦ τε Πατρὸς καὶ τοῦ Πνεύματος, τῆς τε μητρὸς καὶ ἡμῶν.

Ἀλλὰ καὶ πάσης συνθέτου φύσεως τὰ μέρη ἅμα τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴν ἔσχηκε πρὸς συμπλήρωσιν τοῦ παντός. Καὶ δυνατὸν τὰ ὁμόχρονα μίαν φύσιν ἀποτελεῖν σύνθετον, τοιοῦτον ὅρον καὶ φυσικὸν νόμον παρὰ τοῦ δημιουργοῦ δεχόμενα, ὥστε φύσεως νόμῳ κατὰ διαδοχὴν ὅμοια ἐξ ὁμοίων γεννᾶσθαι. Ἐπὶ δὲ τοῦ κυρίου τῶν ἑνωθεισῶν φύσεων ἡ μὲν ἄναρχός ἐστι καὶ ἄχρονος, ἡ δὲ ἠργμένη καὶ ὑπὸ χρόνον· καὶ οὐ γέγονεν εἶδος πρὸς συμπλήρωσιν τοῦ παντός ἐπεὶ οὐ κατέπαυσεν ὁ θεὸς ἀπὸ τῶν ἔργων αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ οὔτε δύο φυσικῶς ἡνώθησαν, ἀλλὰ παραδόξως καὶ ὑπερφυῶς. Τὰ δὲ παράδοξα καὶ ὑπερφυῆ οὐ φύσιν ἀποτελεῖ· οὐ γάρ φαμεν βάτου φύσιν προσομιλοῦσαν πυρὶ καὶ μὴ φλεγομένην οὐδὲ φύσιν ἀνθρώπου μεταρσίου γενομένου ὡς ὡς ὢν ́Νῄ εἰς τὸν οὐρανὸν οὔτε φύσιν σώματος ἀνθρωπείου δροσιζομένην ἐν πυρί, ἀλλὰ παράδοξα ταῦτά φαμεν περὶ μίαν ὑπόστασιν. Οὕτω καὶ τὴν σάρκωσιν τοῦ κυρίου ἐν μιᾷ ὑποστάσει τῶν τῆς θεότητος ὑποστάσεων οὐ νόμῳ φύσεως, ἀλλ ̓ ὑπερφυεῖ οἰκονομίᾳ τὴν ἕνωσιν τῶν φύσεων γεγενῆσθαί φαμεν καὶ οὔτε ὑπὸ φύσεως ὅρον, ὥστε ἀπὸ Χριστοῦ Χριστὸν γεννᾶσθαι καὶ εἶδος ἀποτελεῖσθαι Χριστῶν περιεκτικὸν πολλῶν ὑποστάσεων, ἀλλὰ μίαν ὑπόστασιν σύνθετον ἐκ δύο φύσεων καὶ ἐν δύο φύσεσι καὶ δύο φύσεις, ἑκάστης φύσεως καὶ μετὰ τὴν ἕνωσιν φυλαττούσης τὸν οἰκεῖον ὅρον τε καὶ νόμον καὶ τὴν πρὸς ἄλληλα διαφοράν. Ἐπὶ μὲν γὰρ τοῦ ἀνθρώπου, καθὸ μὲν θεωρεῖται πρὸς ἄλληλα διαφορὰ ψυχῆς τε καὶ σώματος, δύο φύσεις φαμέν· καθὸ δὲ οὐ θεωρεῖται φυσικὴ διαφορὰ ὑποστάσεων ἐξ ὑποστάσεως μιᾶς, καὶ μιᾶς μὲν φύσεως λέγονται τὰ καθ ̓ ὑπόστασιν διαφέροντα ὁμοειδῆ, μιᾶς δὲ ὑποστάσεως τὰ κατ ̓ οὐσίαν διαφέροντα καὶ καθ ̓ ὑπόστασιν ἡνωμένα. Αἱ οὖν ἑτεροειδεῖς ὑποστάσεις οὐχ ὑποστατικῶς συγκρίνονται ἢ διακρίνονται, ἀλλὰ φυσικῶς· καὶ αἱ ὁμοειδεῖς ὑποστάσεις οὐ φυσικῶς συγκρίνονται ἢ διακρίνονται. Καὶ ὥσπερ ἀδύνατον τὰ ὑποστατικῇ διαφορᾷ διαφέροντα μιᾶς εἶναι ὑποστάσεως, οὕτως ἀδύνατον τὰ φυσικῇ διαφορᾷ φυσικὰ διάφορα ́Νῄ διαφέροντα μιᾶς εἶναι φύσεως.

ΚΕΦΑΛΑΙΟN 48. Περὶ τοῦ τρόπου τῆς ἀντιδόσεως

Ὅτι μὲν οὖν ἕτερόν ἐστιν οὐσία καὶ ἕτερον ὑπόστασις, πλειστάκις εἰρήκαμεν, καὶ ὅτι ἡ μὲν οὐσία τὸ κοινὸν καὶ περιεκτικὸν εἶδος τῶν ὁμοειδῶν ὑποστάσεων σημαίνει, οἷον Θεός, ἄνθρωπος, ἡ δὲ ὑπόστασις ἄτομον δηλοῖ, ἤτοι Πατέρα, Υἱόν, Πνεῦμα Ἅγιον, Πέτρον, Παῦλον. Ἰστέον τοίνυν, ὅτι τὸ μὲν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος ὄνομα τῶν οὐσιῶν, ἤτοι φύσεών ἐστι παραστατικόν, τὸ δὲ Θεὸς καὶ ἄνθρωπος καὶ ἐπὶ τῆς φύσεως τάττεται, ὥσπερ ὅταν λέγωμεν· Θεός ἐστιν ἀκατάληπτος οὐσία, καὶ ὅτι εἷς ἐστι Θεός· λαμβάνεται δὲ καὶ ἐπὶ τῶν ὑποστάσεων, ὡς τοῦ μερικωτέρου δεχομένου τὸ τοῦ καθολικωτέρου ὄνομα, ὡς ὅταν φησὶν ἡ Γραφή· «Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου» (ἰδοὺ γὰρ τὸν Πατέρα καὶ τὸν Υἱὸν ἐδήλωσε), καὶ ὡς ὅταν λέγῃ· «Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι» (τὸν γὰρ Ἰὼβ μόνον ἐδήλωσεν). Ἐπὶ οὖν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπειδὴ δύο μὲν τὰς φύσεις γινώσκομεν, μίαν δὲ τὴν ὑπόστασιν ἐξ ἀμφοτέρων σύνθετον, ὅτε μὲν τὰς φύσεις ἀναθεωροῦμεν, θεότητα καὶ ἀνθρωπότητα καλοῦμεν, ὅτε δὲ τὴν ἐκ τῶν φύσεων συντεθεῖσαν ὑπόστασιν, ποτὲ μὲν ἐκ τοῦ συναμφοτέρου Χριστὸν ὀνομάζομεν καὶ Θεὸν καὶ ἄνθρωπον κατά ταὐτὸ καὶ Θεὸν σεσαρκωμένον, ποτὲ δὲ ἐξ ἑνὸς τῶν μερῶν, Θεὸν μόνον καὶ Υἱὸν Θεοῦ καὶ ἄνθρωπον μόνον καὶ Υἱὸν ἀνθρώπου· καὶ ποτὲ μὲν ἐκ τῶν ὑψηλῶν μόνον, ποτὲ δὲ ἐκ τῶν ταπεινῶν μόνον· εἷς γάρ ἐστιν ὁ κἀκεῖνο καὶ τοῦτο ὁμοίως ὑπάρχων, τὸ μὲν ὢν ἀεὶ ἀναιτίως ἐκ Πατρός, τὸ δὲ γενόμενος ὕστερον διὰ φιλανθρωπίαν. Θεότητα μὲν οὖν λέγοντες οὐ κατονομάζομεν αὐτῆς τὰ τῆς ἀνθρωπότητος ἰδιώματα· οὐ γάρ φαμεν θεότητα παθητὴν ἢ κτιστήν· οὔτε δὲ τῆς σαρκὸς, ἤτοι τῆς ἀνθρωπότητος κατηγοροῦμεν τὰ τῆς θεότητος ἰδιώματα· οὐ γάρ φαμεν σάρκα ἤτοι ἀνθρωπότητα ἄκτιστον. Ἐπὶ δὲ τῆς ὑποστάσεως, κἂν ἐκ τοῦ συναμφοτέρου, κἂν ἐξ ἑνὸς τῶν μερῶν ταύτην ὀνομάσωμεν, ἀμφοτέρων τῶν φύσεων τὰ ἰδιώματα αὐτῇ ἐπιτίθεμεν. Καὶ γὰρ ὁ Χριστός, ὅπερ ἐστὶ τὸ συναμφότερον, καὶ Θεὸς καὶ ἄνθρωπος λέγεται, καὶ κτιστὸς καὶ ἄκτιστος καὶ παθητὸς καὶ ἀπαθής. Καὶ ὅταν ἐξ ἑνὸς τῶν μερῶν καὶ Υἱὸς Θεοῦ καὶ Θεὸς ὀνομάζηται, δέχεται τὰ τῆς συνυφεστηκυίας φύσεως ἰδιώματα, ἤτοι τῆς σαρκός, Θεὸς παθητὸς ὀνομαζόμενος καὶ Κύριος τῆς δόξης ἐσταυρωμένος, οὐ καθὸ Θεὸς ἀλλὰ καθὸ καὶ ἄνθρωπος ὁ αὐτός· καὶ ὅταν ἄνθρωπος καὶ Υἱὸς ἀνθρώπου ὀνομάζηται, δέχεται τὰ τῆς θείας οὐσίας ἰδιώματα καὶ αὐχήματα, παιδίον προαιώνιον καὶ ἄνθρωπος ἄναρχος, οὐ καθὸ παιδίον καὶ ἄνθρωπος, ἀλλὰ καθὸ Θεὸς ὢν προαιώνιος γέγονεν ἐπ ̓ ἐσχάτων παιδίον. Καὶ οὗτός ἐστιν ὁ τρόπος τῆς ἀντιδόσεως· ἑκατέρας φύσεως ἀντιδιδούσης τῇ ἑτέρᾳ τὰ ἴδια διὰ τὴν τῆς ὑποστάσεως ταυτότητα καὶ τὴν εἰς ἄλληλα αὐτῶν περιχώρησιν. Κατὰ τοῦτο δυνάμεθα εἰπεῖν περὶ Χριστοῦ· «Οὗτος ὁ Θεὸς ἡμῶν ἐπὶ τῆς γῆς ὤφθη καί τοῖς ἀνθρώποις συνανεστράφη», καί· «Ὁ ἄνθρωπος οὗτος ἄκτιστός ἐστι καὶ ἀπαθὴς καὶ ἀπερίγραπτος».

ΚΕΦΑΛΑΙΟN 49. Περὶ ἀριθμοῦ τῶν φύσεων

Ὥσπερ δὲ ἐπὶ τῆς θεότητος μίαν φύσιν ὁμολογοῦμεν, τρεῖς δὲ ὑποστάσεις κατὰ ἀλήθειαν οὔσας φαμὲν, καὶ πάντα μὲν τὰ φυσικὰ καὶ οὐσιώδη ἁπλᾶ φαμεν, τὴν δὲ διαφορὰν τῶν ὑποστάσεων ἐν μόναις ταῖς τρισὶν ἰδιότησι, τῇ ἀναιτίῳ καὶ πατρικῇ καὶ τῇ αἰτιατῇ καὶ υἱϊκῇ καὶ ἐκπορευτῇ ἐπιγινώσκομεν, ἀνεκφοιτήτους δὲ αὐτὰς καὶ ἀδιαστάτους ἀλλήλων καὶ ἡνωμένας καὶ ἐν ἀλλήλαις ἀσυγχύτως περιχωρούσας ἐπιστάμεθα, καὶ ἡνωμένας μὲν ἀσυγχύτως –τρεῖς γάρ εἰσιν, εἰ καὶ ἥνωνται–, διαιρουμένας δὲ ἀδιαστάτως. Εἰ γὰρ καὶ ἑκάστη καθ ̓ ἑαυτὴν ὑφέστηκεν, ἤγουν τελεία ἐστὶν ὑπόστασις καὶ τὴν οἰκείαν ἰδιότητα, ἤτοι τὸν τῆς ὑπάρξεως τρόπον διάφορον κέκτηται, ἀλλ ̓ ἥνωνται τῇ τε οὐσίᾳ καὶ τοῖς φυσικοῖς ἰδιώμασι καὶ τῷ μὴ διίστασθαι, μηδὲ ἐκφοιτᾶν τῆς πατρικῆς ὑποστάσεως, καὶ εἷς Θεός εἰσί τε καὶ λέγονται. Τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς θείας καὶ ἀπορρήτου καὶ πάντα νοῦν καὶ κατάληψιν ὑπερεχούσης οἰκονομίας τοῦ ἑνὸς τῆς Ἁγίας Τριάδος Θεοῦ Λόγου, Κυρίου τε ἡμῶν Ἰησοῦ Χριστοῦ, δύο μὲν φύσεις ὁμολογοῦμεν, θείαν τε καὶ ἀνθρωπίνην, συνεληλυθυίας ἀλλήλαις καὶ καθ ̓ ὑπόστασιν ἑνωθείσας, μίαν δὲ ὑπόστασιν ἐκ τῶν δύο φύσεων ἀποτελεσθεῖσαν σύνθετον. Σῴζεσθαι δέ φαμεν τὰς δύο φύσεις καὶ μετὰ τὴν ἕνωσιν ἐν τῇ μιᾷ συνθέτῳ ὑποστάσει, ἤγουν ἐν τῷ ἑνὶ Χριστῷ, καὶ κατὰ ἀλήθειαν αὐτὰς εἶναι καὶ τὰ τούτων φυσικὰ ἰδιώματα, ἡνωμένας μέντοι ἀσυγχύτως καὶ ἀδιαιρέτως διαφερούσας τε καὶ ἀριθμουμένας. Καὶ ὥσπερ αἱ τρεῖς ὑποστάσεις τῆς Ἁγίας Τριάδος ἀσυγχύτως ἥνωνται καὶ ἀδιαιρέτως διῄρηνται καὶ ἀριθμοῦνται, καὶ ὁ ἀριθμὸς διαίρεσιν ἢ διάστασιν ἢ ἀλλοτρίωσιν καὶ διατομὴν ἐν αὐταῖς οὐκ ἐργάζεται (ἕνα γὰρ Θεὸν ἐπιγινώσκομεν, τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον). Τὸν αὐτὸν τρόπον καὶ αἱ τοῦ Χριστοῦ φύσεις, εἰ καὶ ἥνωνται, ἀλλ ̓ ἀσυγχύτως ἥνωνται· καὶ εἰ ἐν ἀλλήλαις περιχωροῦσιν, ἀλλὰ τὴν εἰς ἀλλήλας τροπήν τε καὶ μεταβολὴν οὐ προσίενται· φυλάττει γὰρ ἑκατέρα φύσις τὴν ἑαυτῆς φυσικὴν ἰδιότητα ἀμετάβλητον. Διὸ καὶ ἀριθμοῦνται, καὶ ὁ ἀριθμὸς οὐκ εἰσάγει διαίρεσιν. Εἷς γάρ ἐστιν ὁ Χριστὸς ἔν τε θεότητι καὶ ἀνθρωπότητι τέλειος· ὁ γὰρ ἀριθμὸς οὐ διαιρέσεως ἢ ἑνώσεως αἴτιος πέφυκεν, ἀλλὰ τῆς ποσότητος τῶν ἀριθμουμένων σημαντικός, εἴτε ἡνωμένων εἴτε διῃρημένων· ἡνωμένων μέν, ὡς ὅτι πεντήκοντα λίθους ἔχει ὁ τοῖχος οὗτος, διῃρημένων δέ, ὅτι πεντήκοντα λίθοι κεῖνται ἐν τῷ πεδίῳ τούτῳ· καὶ ἡνωμένων μέν, ὅτι δύο φύσεις εἰσὶν ἐν τῷ ἄνθρακι, πυρὸς λέγω καὶ ξύλου, διῃρημένων δέ, ὅτι ἡ φύσις τοῦ πυρὸς ἑτέρα ἐστὶ καὶ ἡ τοῦ ξύλου ἑτέρα, ἄλλου τρόπου ἑνοῦντος καὶ διαιροῦντος αὐτὰ καὶ οὐ τοῦ ἀριθμοῦ. Ὥσπερ τοίνυν ἀδύνατον τὰς τρεῖς ὑποστάσεις τῆς θεότητος, εἰ καὶ ἥνωνται ἀλλήλαις, μίαν ὑπόστασιν εἰπεῖν διὰ τὸ μὴ σύγχυσιν καὶ ἀφανισμὸν τῆς τῶν ὑποστάσεων διαφορᾶς ἐργάσασθαι, οὕτω καὶ τὰς δύο φύσεις τοῦ Χριστοῦ, τὰς καθ ̓ ὑπόστασιν ἡνωμένας, ἀδύνατον μίαν φύσιν εἰπεῖν, ἵνα μὴ ἀφανισμὸν καὶ σύγχυσιν καὶ ἀνυπαρξίαν τῆς αὐτῶν διαφορᾶς ἐργασώμεθα.

ΚΕΦΑΛΑΙΟN 50. Ὅτι πᾶσα ἡ θεία φύσις ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων ἡνώθη πάσῃ τῇ ἀνθρωπίνῃ φύσει καὶ οὐ μέρος μέρει

Τὰ κοινὰ καὶ καθολικὰ κατηγοροῦνται τῶν αὐτοῖς ὑποκειμένων μερικῶν. Κοινὸν τοίνυν ἡ οὐσία, ὡς εἶδος, μερικὸν δὲ ἡ ὑπόστασις. Μερικὸν δέ, οὐχ ὅτι μέρος τῆς φύσεως ἔχει, μέρος δὲ οὐκ ἔχει, ἀλλὰ μερικὸν τῷ ἀριθμῷ, ὡς ἄτομον· ἀριθμῷ γὰρ καὶ οὐ φύσει διαφέρειν λέγονται αἱ ὑποστάσεις. Κατηγορεῖται δὲ ἡ οὐσία τῆς ὑποστάσεως, διότι ἐν ἑκάστῃ τῶν ὁμοειδῶν ὑποστάσεων τελεία ἡ οὐσία ἐστί. Διὸ οὐδὲ διαφέρουσιν ἀλλήλων αἱ ὑποστάσεις κατ ̓ οὐσίαν, ἀλλὰ κατὰ τά συμβεβηκότα, ἅτινά εἰσι τὰ χαρακτηριστικὰ ἰδιώματα, χαρακτηριστικὰ δὲ ὑποστάσεως καὶ οὐ φύσεως· καὶ γὰρ τὴν ὑπόστασιν ὁρίζονται οὐσίαν μετὰ συμβεβηκότων. Ὥστε τὸ κοινὸν μετὰ τοῦ ἰδιάζοντος ἔχει ἡ ὑπόστασις καί τό καθ’ ἑαυτὴν ὑπάρξαι· ἡ οὐσία δέ, καθ ̓ ἑαυτὴν οὐχ ὑφίσταται, ἀλλ ̓ ἐν ταῖς ὑποστάσεσι θεωρεῖται. Πασχούσης τοίνυν μιᾶς τῶν ὑποστάσεων πᾶσα ἡ οὐσία, καθ ̓ ἣν ἡ ὑπόστασις, πεπονθέναι λέγεται ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων· οὐ μέντοιγε ἀνάγκη καὶ πάσας τὰς ὁμοειδεῖς ὑποστάσεις συμπάσχειν τῇ πασχούσῃ ὑποστάσει. Οὕτω τοίνυν ὁμολογοῦμεν τὴν τῆς θεότητος φύσιν πᾶσαν τελείως εἶναι ἐν ἑκάστῃ τῶν αὐτῆς ὑποστάσεων, πᾶσαν ἐν Πατρί, πᾶσαν ἐν Υἱῷ, πᾶσαν ἐν Ἁγίῳ Πνεύματι. Διὸ καὶ τέλειος Θεὸς ὁ Πατήρ, τέλειος Θεὸς ὁ Υἱός, τέλειος Θεὸς τὸ Πνεῦμα τὸ Ἅγιον. Οὕτω καὶ ἐν τῇ ἐνανθρωπήσει τοῦ ἑνὸς τῆς Ἁγίας Τριάδος Θεοῦ Λόγου φαμὲν πᾶσαν καὶ τελείαν τὴν φύσιν τῆς θεότητος ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων ἑνωθῆναι τῇ ἀνθρωπίνη φύσει πάσῃ καὶ οὐ μέρος μέρει. Φησὶ γοῦν ὁ θεῖος ἀπόστολος, ὅτι «ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς», τουτέστιν ἐν τῇ σαρκὶ αὐτοῦ· καὶ ὁ τούτου φοιτητὴς ὁ θεοφόρος καὶ τὰ θεῖα πολὺς Διονύσιος· «Ὅτι ὁλικῶς ἡμῖν ἐν μιᾷ τῶν ἑαυτῆς ἐκοινώνησεν ὑποστάσεων». Οὐ μὴν λέγειν ἀναγκασθησόμεθα, πάσας τὰς ὑποστάσεις τῆς ἁγίας θεότητος, ἤτοι τὰς τρεῖς, πάσαις ταῖς τῆς ἀνθρωπότητος ὑποστάσεσι καθ ̓ ὑπόστασιν ἡνῶσθαι· κατ ̓ οὐδένα γὰρ κεκοινώνηκε λόγον ὁ Πατὴρ καὶ τὸ Πνεῦμα τὸ Ἅγιον τῇ σαρκώσει τοῦ Θεοῦ Λόγου, εἰ μὴ κατ ̓ εὐδοκίαν καὶ βούλησιν. Πάσῃ δὲ τῇ ἀνθρωπίνῃ φύσει φαμὲν ἑνωθῆναι πᾶσαν τὴν τῆς θεότητος οὐσίαν. Οὐδὲν γάρ, ὧν ἐνεφύτευσε τῇ ἡμετέρᾳ φύσει ὁ Θεὸς Λόγος, ἀρχῆθεν πλάσας ἡμᾶς, ἐνέλιπεν, ἀλλὰ πάντα ἀνέλαβε, σῶμα, ψυχὴν νοερὰν καὶ λογικὴν καὶ τὰ τούτων ἰδιώματα· τὸ γὰρ ἑνὸς τούτων ἀμοιροῦν ζῷον, οὐκ ἄνθρωπος. Ὅλον γὰρ ὅλος ἀνέλαβέ με, καὶ ὅλος ὅλῳ ἡνώθη, ἵνα ὅλῳ τὴν σωτηρίαν χαρίσηται· «τὸ γὰρ ἀπρόσληπτον ἀθεράπευτον». Ἥνωται τοίνυν σαρκὶ διὰ μέσου νοῦ ὁ Λόγος τοῦ Θεοῦ, μεσιτεύοντος Θεοῦ καθαρότητι καὶ σαρκὸς παχύτητι. Ἡγεμονικὸν μὲν γὰρ ψυχῆς τε καὶ σαρκὸς νοῦς, τῆς ψυχῆς τὸ καθαρώτατον, ἀλλὰ καὶ νοῦ Θεός· καὶ ὅτε μὲν παραχωρεῖται ὑπὸ τοῦ κρείττονος, τὴν οἰκείαν ὁ νοῦς τοῦ Χριστοῦ ἡγεμονίαν ἐνδείκνυται. Ἐκνικᾶται δὲ καὶ ἕπεται τῷ κρείττονι καὶ ταῦτα ἐνεργεῖ, ἃ ἡ θεία βούλεται θέλησις. Χωρίον ὁ νοῦς γέγονε τῆς καθ ̓ ὑπόστασιν αὐτῷ ἡνωμένης θεότητος, ὥσπερ δηλαδὴ καὶ ἡ σάρξ, οὐ σύνοικος, ὡς ἡ τῶν αἱρετικῶν ἐναγὴς πλανᾶται οἴησις· «οὐ γὰρ ἂν μεδιμναῖον», λέγουσα, «χωρήσει διμέδιμνον», σωματικῶς τὰ ἄυλα κρίνουσα. Πῶς δὲ Θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος καὶ ὁμοούσιος τῷ τε Πατρὶ καὶ ἡμῖν ὁ Χριστὸς λεχθήσεται, εἰ μέρος τῆς θείας φύσεως μέρει τῆς ἀνθρωπίνης ἐν αὐτῷ ἥνωται φύσεως; Λέγομεν δὲ τὴν φύσιν ἡμῶν ἐγηγέρθαι ἐκ τῶν νεκρῶν καὶ ἀνεληλυθέναι καὶ κεκαθικέναι ἐκ δεξιῶν τοῦ Πατρός, οὐ καθὸ πᾶσαι αἱ τῶν ἀνθρώπων ὑποστάσεις ἀνέστησαν καὶ ἐκάθισαν ἐκ δεξιῶν τοῦ Πατρός, ἀλλὰ πᾶσα ἡ φύσις ἐν τῇ τοῦ Χριστοῦ ὑποστάσει. Φησὶ γοῦν ὁ θεῖος ἀπόστολος· «Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τῷ Χριστῷ». Καὶ τοῦτο δέ φαμεν, ὅτι ἐκ κοινῶν οὐσιῶν ἡ ἕνωσις γέγονε· πᾶσα γὰρ οὐσία κοινή ἐστι πασῶν τῶν ὑπ ̓ αὐτῆς περιεχομένων ὑποστάσεων, καὶ οὐκ ἔστιν εὑρεῖν μερικὴν καὶ ἰδιάζουσαν φύσιν, ἤτοι οὐσίαν, ἐπεὶ ἀνάγκη τὰς αὐτὰς ὑποστάσεις καὶ ὁμοουσίους καὶ ἑτεροουσίους λέγειν καὶ τὴν Ἁγίαν Τριάδα καὶ ὁμοούσιον καὶ ἑτεροούσιον κατὰ τὴν θεότητα λέγειν. Ἡ αὐτὴ τοίνυν φύσις ἐν ἑκάστῃ τῶν ὑποστάσεων θεωρεῖται. Καὶ ὅτε εἴπωμεν τὴν φύσιν τοῦ Λόγου σεσαρκῶσθαι κατὰ τοὺς μακαρίους Ἀθανάσιόν τε καὶ Κύριλλον, τὴν θεότητα λέγομεν ἡνῶσθαι σαρκί. Διὸ δέ οὐ δυνάμεθα εἰπεῖν· ἡ φύσις τοῦ Λόγου ἔπαθεν –οὐ γὰρ ἔπαθεν ἡ θεότης ἐν αὐτῷ–, λέγομεν δὲ τὴν ἀνθρωπίνην φύσιν πεπονθέναι ἐν τῷ Χριστῷ, οὐ μὴν δὲ πάσας τὰς ὑποστάσεις τῶν ἀνθρώπων ἐπεμφαίνοντες, καὶ τῇ ἀνθρωπίνῃ φύσει ὁμολογοῦμεν τὸν Χριστόν πεπονθέναι. Ὥστε φύσιν τοῦ Λόγου λέγοντες αὐτὸν τὸν Λόγον σημαίνομεν· ὁ δὲ Λόγος καὶ τὸ κοινὸν τῆς οὐσίας κέκτηται καὶ τὸ ἰδιάζον τῆς ὑποστάσεως.

ΚΕΦΑΛΑΙΟN 51. Περὶ τῆς μιᾶς τοῦ Θεοῦ Λόγου συνθέτου ὑποστάσεως

Προεῖναι μὲν οὖν ἀχρόνως καὶ ἀϊδίως φαμὲν τὴν θείαν τοῦ Θεοῦ Λόγου ὑπόστασιν, ἁπλῆν καὶ ἀσύνθετον, ἄκτιστον, ἀσώματον, ἀόρατον, ἀναφῆ, ἀπερίγραπτον, πάντα ἔχουσαν ὅσα ἔχει ὁ Πατὴρ, ὡς αὐτῷ ὁμοούσιον, τῷ τῆς γεννήσεως τρόπῳ καὶ σχέσει τῆς πατρικῆς ὑποστάσεως διαφέρουσαν, τελείως ἔχουσαν, οὐδέποτε τῆς πατρικῆς ἐκφοιτῶσαν ὑποστάσεως, ἐπ ̓ ἐσχάτων δὲ τῶν ἡμερῶν τῶν πατρικῶν κόλπων οὐκ ἀποστάντα τὸν Λόγον ἀπεριγράπτως γάρ ἐνῳκηκέναι τῇ γαστρὶ τῆς Ἁγίας Παρθένου ἀσπόρως καὶ ἀπεριλήπτως, ὡς οἶδεν αὐτός, καὶ ἐν αὐτῇ τῇ προαιωνίῳ αὐτοῦ ὑποστάσει ὑποστήσασθαι ἑαυτῷ σάρκα ἐκ τῆς Ἁγίας Παρθένου. Ἐν πᾶσι μὲν οὖν καὶ ὑπὲρ τὰ πάντα ἦν καὶ ἐν τῇ γαστρὶ ὑπάρχων τῆς Ἁγίας Θεοτόκου, ἀλλ ̓ ἐν αὐτῇ ἐνεργείᾳ σαρκώσεως· σεσάρκωται τοίνυν ἐξ αὐτῆς προσλαβόμενος τὴν ἀπαρχὴν τοῦ ἡμετέρου φυράματος, σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ, ὥστε αὐτὴν χρηματίσαι τῇ σαρκὶ ὑπόστασιν, τὴν τοῦ Θεοῦ Λόγου ὑπόστασιν, καὶ σύνθετον γενέσθαι τὴν πρότερον ἁπλῆν οὖσαν τοῦ Λόγου ὑπόστασιν –σύνθετον δὲ ἐκ δύο τελείων φύσεων, θεότητός τε καὶ ἀνθρωπότητος– καὶ φέρειν αὐτὴν τῆς θείας τοῦ Θεοῦ Λόγου υἱότητος τὸ χαρακτηριστικὸν καὶ ἀφοριστικὸν ἰδίωμα, καθ ̓ ὃ διακέκριται τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος, τά τε τῆς σαρκὸς χαρακτηριστικὰ καὶ ἀφοριστικὰ ἰδιώματα, καθ ̓ ἃ διαφέρει τῆς τε μητρὸς καὶ τῶν λοιπῶν ἀνθρώπων. Φέρειν δὲ καὶ τὰ τῆς θείας φύσεως ἰδιώματα, καθ ̓ ἃ ἥνωται τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, καὶ τὰ τῆς ἀνθρωπίνης φύσεως γνωρίσματα, καθ ̓ ἃ ἥνωται τῇ τε μητρὶ καὶ ἡμῖν. Ἔτι δὲ διαφέρει τοῦ τε Πατρὸς καὶ τοῦ Πνεύματος, τῆς τε μητρὸς καὶ ἡμῶν κατὰ τὸ ὑπάρχειν Θεόν τε ὁμοῦ καὶ ἄνθρωπον τὸν αὐτόν· τοῦτο γὰρ τῆς τοῦ Χριστοῦ ὑποστάσεως ἰδιαίτατον ἰδίωμα γινώσκομεν. Τοιγαροῦν ὁμολογοῦμεν αὐτὸν ἕνα Υἱὸν τοῦ Θεοῦ καὶ μετὰ τὴν ἐνανθρώπησιν, καὶ Υἱὸν ἀνθρώπου τὸν αὐτόν, ἕνα Χριστόν, ἕνα Κύριον, τὸν μόνον μονογενῆ Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, Ἰησοῦν, τὸν Κύριον ἡμῶν, δύο αὐτοῦ τὰς γεννήσεις σέβοντες, μίαν τὴν ἐκ Πατρὸς προαιώνιον ὑπὲρ αἰτίαν καὶ λόγον καὶ χρόνον καὶ φύσιν καὶ μίαν τὴν ἐπ ̓ ἐσχάτων δι ̓ ἡμᾶς, καθ ̓ ἡμᾶς καὶ ὑπὲρ ἡμᾶς· «δι ̓ ἡμᾶς», ὅτι διὰ τὴν ἡμετέραν σωτηρίαν, «καθ ̓ ἡμᾶς», ὅτι γενόμενος ἄνθρωπος ἐκ γυναικὸς καὶ χρόνῳ κυήσεως, «ὑπὲρ ἡμᾶς», ὅτι οὐκ ἐκ σπορᾶς, ἀλλ ̓ ἐξ Ἁγίου Πνεύματος καὶ τῆς Ἁγίας Παρθένου ὑπὲρ νόμον κυήσεως· οὐ Θεὸν αὐτὸν μόνον κηρύττοντες γυμνὸν τῆς καθ ̓ ἡμᾶς ἀνθρωπότητος, οὐδὲ μὴν ἄνθρωπον μόνον ψιλοῦντες αὐτὸν τῆς θεότητος, οὐκ ἄλλον καὶ ἄλλον, ἀλλ ̓ ἕνα καὶ τὸν αὐτὸν ὁμοῦ Θεόν τε καὶ ἄνθρωπον, Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον, ὅλον Θεόν, καὶ ὅλον ἄνθρωπον, τὸν αὐτὸν ὅλον Θεὸν καὶ μετὰ τῆς σαρκὸς αὐτοῦ καὶ ὅλον ἄνθρωπον καὶ μετὰ τῆς ὑπερθέου αὐτοῦ θεότητος· διὰ τοῦ εἰπεῖν «τέλειον Θεὸν καὶ τέλειον ἄνθρωπον», τὸ πλῆρες καὶ ἀνελλιπὲς δηλοῦντες τῶν φύσεων, διὰ δὲ τοῦ εἰπεῖν «ὅλον Θεὸν καὶ ὅλον ἄνθρωπον» τὸ μοναδικὸν καὶ ἄτμητον δεικνύντες τῆς ὑποστάσεως. Καὶ «μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην» ὁμολογοῦμεν· διὰ τοῦ εἰπεῖν «σεσαρκωμένην», τὴν τῆς σαρκὸς οὐσίαν σημαίνοντες κατὰ τὸν μακάριον Κύριλλον. Καὶ σεσάρκωται τοίνυν ὁ Λόγος καὶ τῆς οἰκείας ἀϋλότητος οὐκ ἐξέστηκε, καὶ ὅλος σεσάρκωται καὶ ὅλος ἐστὶν ἀπερίγραπτος. Σμικρύνεται σωματικῶς καὶ συστέλλεται καὶ θεϊκῶς ἐστιν ἀπερίγραπτος, οὐ συμπαρεκτεινομένης τῆς σαρκὸς αὐτοῦ τῇ ἀπεριγράπτῳ αὐτοῦ θεότητι. Ὅλος μὲν οὖν ἐστι Θεὸς τέλειος, οὐχ ὅλον δὲ Θεός· οὐ γὰρ μόνον Θεός, ἀλλὰ καὶ ἄνθρωπος· καὶ ὅλος ἄνθρωπος τέλειος, οὐχ ὅλον δὲ ἄνθρωπος· οὐ μόνον γὰρ ἄνθρωπος, ἀλλὰ καὶ Θεός. Τὸ μὲν γάρ «ὅλον» φύσεως ἐστι παραστατικόν, τὸ «ὅλος» δὲ ὑποστάσεως, ὥσπερ τὸ μὲν «ἄλλο» φύσεως, τὸ «ἄλλος» δὲ ὑποστάσεως. Ἰστέον δέ, ὡς, εἰ καὶ περιχωρεῖν ἐν ἀλλήλαις τὰς τοῦ Κυρίου φύσεις φαμέν, ἀλλ ̓ οἴδαμεν, ὡς ἐκ τῆς θείας φύσεως ἡ περιχώρησις γέγονεν· αὕτη μὲν γὰρ διὰ πάντων διήκει, καθὼς βούλεται, καὶ περιχωρεῖ, δι ̓ αὐτῆς δὲ οὐδέν. Καὶ αὐτὴ μὲν τῶν οἰκείων αὐχημάτων τῇ σαρκὶ μεταδίδωσι μένουσα αὐτὴ ἀπαθὴς καὶ τῶν τῆς σαρκὸς παθῶν ἀμέτοχος. Εἰ γὰρ ὁ ἥλιος ἡμῖν τῶν οἰκείων ἐνεργειῶν μεταδιδοὺς μένει τῶν ἡμετέρων ἀμέτοχος, πόσῳ μᾶλλον ὁ τοῦ ἡλίου ποιητής τε καὶ Κύριος!

Οὐ γὰρ πέπονθεν σαρκωθείς· πῶς γὰρ ἂν πάθοι τὸ φύσει ἀπαθές; οὐδὲ ἐτράπη ὁ ἁπλοῦς σύνθετος γενόμενος· ἡ γὰρ τροπὴ πάθος ἐστί, τὸ δὲ ἀπαθὲς πάντως καὶ ἄτρεπτον. Ἐνήργησε τοιγαροῦν σαρκωθείς, οὐκ ἔπαθεν· οὔτε γὰρ ἡ φύσις αὐτοῦ ἡ θεία ἐτράπη ἢ προσθήκην ἐδέξατο, οὐδὲ τὸ τῆς ὑποστάσεως αὐτοῦ ἰδίωμα, τουτέστιν ἡ υἱότης, ἐτράπη· ἔμεινε γὰρ υἱὸς τοῦ θεοῦ καὶ υἱὸς ἀνθρώπου γενόμενος. Οὐκ ἔπαθεν οὖν, ἀλλ ̓ ἐνήργησε δημιουργήσας ἑαυτῷ σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ καὶ δοὺς αὐτῇ ἑαυτὸν ὑπόστασιν καὶ ἐν ἑαυτῷ αὐτὴν ὑποστήσας. Ἰστέον γάρ, ὡς ἐπὶ τῆς πυρώσεως δύο χρὴ ἐννοεῖν. Πεπυρῶσθαι γὰρ λέγεται τὸ πυρούμενον καθ ̓ ἕνα μὲν τρόπον, ὅτι ὁ σίδηρος τυχὸν ἢ τὸ ξύλον εἰς πῦρ προϋφεστὼς εἰσερχόμενον λαμβάνει ἐξ αὐτοῦ πῦρ μήπω καθ ̓ αὑτὸ προϋποστὰν καὶ γίνεται αὐτῷ ὑπόστασις ἐν αὐτῷ γὰρ τῷ ξύλῳ προϋπάρχοντι καὶ προϋφεστῶτι ὑφίσταται τὸ πῦρ, ὃ λαμβάνει ἐκ τοῦ προϋφεστῶτος πυρὸς καὶ γίνεται ἡ τοῦ σιδήρου ὑπόστασις καὶ τοῦ ἐν αὐτῷ θεωρουμένου πυρὸς ὑπόστασις μία ὑπόστασις τοῦ τε ξύλου καὶ τοῦ ἐν αὐτῷ πυρός οὐ γὰρ ὑπέστη καθ ̓ αὑτὸ τὸ ἐν τῷ ξύλῳ πῦρ, ἀλλ ̓ αἰτίαν τῆς ὑποστάσεως καὶ τῆς ἀναμέρος κεχωρισμένης ἐκ τῶν λοιπῶν πυρῶν ὑπάρξεως καὶ συμπήξεως τὸ ξύλον ἔσχε καὶ ἔστι μία ὑπόστασις τοῦ τε ξύλου καὶ τοῦ ἐν αὐτῷ ὑποστάντος πυρός, προηγουμένως μὲν τοῦ ξύλου, ἑπομένως δὲ τοῦ πυρός· προϋπάρχουσα γὰρ τοῦ ξύλου μετὰ ταῦτα ἐγένετο καὶ τοῦ πυρός. Λέγεται δὲ καὶ καθ ̓ ἕτερον τρόπον πύρωσις ὡς τοῦ πυρουμένου ξύλου δεχομένου τὴν τοῦ πυρὸς ἐνέργειαν· τὸ γὰρ λεπτότερον μεταδίδωσι τῷ παχυτέρῳ τῆς οἰκείας ἐνεργείας. Ἐπὶ μὲν οὖν τῆς πυρώσεως τὸ ξύλον ἐστὶ τὸ πυρούμενον, καὶ λέγεται πύρωσις τοῦ ξύλου καὶ οὐ ξύλωσις τοῦ πυρός· τὸ γὰρ ξύλον προϋπάρχει τε καὶ ὑπόστασις τῷ πυρὶ γίνεται καὶ τὴν τοῦ πυρὸς ἐνέργειαν δέχεται. Ἐπὶ δὲ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὐχ οὕτως, ἀλλὰ σάρκωσις μὲν τοῦ λόγου λέγεται ὡς τοῦ λόγου γενομένου τῇ σαρκὶ ὑποστάσεως προϋπῆρχε γὰρ ἡ ὑπόστασις τοῦ λόγου, καὶ ἐν αὐτῇ ὑπέστη ἡ σάρξ, θέωσις δὲ τῆς σαρκός· αὕτη γὰρ μετέσχε τῶν τῆς θεότητος, καὶ οὐχ ἡ θεότης τῶν αὐτῆς παθῶν· διὰ γὰρ τῆς σαρκὸς ἡ θεότης ἐνήργει ὡς τὸ πῦρ διὰ τοῦ ξύλου, οὐχ ἡ σὰρξ διὰ τοῦ λόγου. Οὐκ ἔπαθε τοίνυν σαρκωθεὶς ὁ λόγος, ἀλλ ̓ ἐνήργησε τὴν σάρκωσιν μεταδοὺς τῇ σαρκὶ τῆς τε ὑποστάσεως καὶ τῆς θεώσεως. Θεώσεως δὲ λέγω οὐχὶ τραπείσης εἰς θεότητος φύσιν, ἀλλὰ τῆς μεθέξεως τῆς ὑπὸ τῶν τῆς θεότητος αὐχημάτων· ἐζωοποίει γὰρ οὐ κατ ̓ οἰκείαν φύσιν, ἀλλὰ τῇ ἑνώσει τῇ πρὸς τὴν θεότητα. Καὶ ἐν Θαβὼρ ἤστραψε καὶ ἀπαστράπτει οὐ διὰ τὴν ἰδίαν φύσιν, ἀλλὰ διὰ τὴν τῆς καθ ̓ ὑπόστασιν ἡνωμένης αὐτῇ θεότητος ἐνέργειαν, ὡς τὸ ξύλον λάμπει καὶ καίει οὐ κατὰ τὴν οἰκείαν φυσικὴν ἐνέργειαν, ἀλλὰ διὰ τὴν τοῦ καθ ̓ ὑπόστασιν ἡνωμένου αὐτῷ πυρὸς τῆς ἐνεργείας μέθεξιν.

ΚΕΦΑΛΑΙΟN 52. Πρὸς τοὺς λέγοντας· ὑπὸ τὸ συνεχὲς ποσὸν ἀνάγονται αἱ τοῦ Κυρίου φύσεις ἢ ὑπὸ τὸ διωρισμένον

Εἰ δέ τις ἐρωτῶν περὶ τῶν τοῦ Κυρίου φύσεων, εἰ ὑπὸ τὸ συνεχὲς ποσὸν ἀνάγονται ἢ ὑπὸ τὸ διωρισμένον, ἐροῦμεν, ὅτι αἱ τοῦ Κυρίου φύσεις οὔτε ἓν σῶμά εἰσιν οὔτε μία ἐπιφάνεια οὔτε μία γραμμή, οὐ χρόνος, οὐ τόπος, ἵνα ὑπὸ τὸ συνεχὲς ἀναχθῶσι ποσόν· ταῦτα γάρ εἰσι τὰ συνεχῶς ἀριθμούμενα. Ἰστέον δέ, ὡς ὁ ἀριθμὸς τῶν διαφερόντων ἐστὶ καὶ ἀδύνατον ἀριθμεῖσθαι τὰ κατὰ μηδὲν διαφέροντα, καθ ̓ ὃ δὲ διαφέρουσι, κατὰ τοῦτο καὶ ἀριθμοῦνται· οἷον ὁ Πέτρος καὶ ὁ Παῦλος, καθ ̓ ὃ μὲν ἥνωνται, οὐκ ἀριθμοῦνται· τῷ λόγῳ γὰρ τῆς οὐσίας ἑνούμενοι δύο φύσεις οὐ δύνανται λέγεσθαι, καθ ̓ ὑπόστασιν δὲ διαφέροντες δύο ὑποστάσεις λέγονται. Ὥστε ὁ ἀριθμὸς τῶν διαφερόντων ἐστί, καὶ ᾧ τρόπῳ διαφέρουσι τὰ διαφέροντα, τούτῳ τῷ τρόπῳ καὶ ἀριθμοῦνται. Ἥνωνται μὲν αἱ τοῦ Χριστοῦ φύσεις ἀσυγχύτως καθ ̓ ὑπόστασιν, διῄρηνται δὲ ἀδιαιρέτως λόγῳ καὶ τρόπῳ τῆς διαφορᾶς. Καὶ ᾧ μὲν τρόπῳ ἥνωνται, οὐκ ἀριθμοῦνται· οὐ γὰρ καθ ̓ ὑπόστασιν δύο εἶναί φαμεν τὰς φύσεις τοῦ Χριστοῦ· ᾧ δὲ τρόπῳ ἀδιαιρέτως διῄρηνται, ἀριθμοῦνται· δύο γάρ εἰσιν αἱ φύσεις τοῦ Χριστοῦ λόγῳ καὶ τρόπῳ τῆς διαφορᾶς. Ἡνωμέναι γὰρ καθ ̓ ὑπόστασιν καὶ τὴν ἐν ἀλλήλαις περιχώρησιν ἔχουσαι ἀσυγχύτως ἥνωνται, τὴν οἰκείαν ἑκάστη φυσικὴν διαφορὰν διασῴζουσα. Τῷ τρόπῳ τοιγαροῦν τῆς διαφορᾶς καὶ μόνῳ ἀριθμούμεναι ὑπὸ τὸ διωρισμένον ποσὸν ἀναχθήσονται. Εἷς τοίνυν ἐστὶν ὁ Χριστός, Θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, ὃν προσκυνοῦμεν σὺν Πατρὶ καὶ Πνεύματι μιᾷ προσκυνήσει μετὰ τῆς ἀχράντου σαρκὸς αὐτοῦ οὐκ ἀπροσκύνητον τὴν σάρκα λέγοντες –προσκυνεῖται γὰρ ἐν τῇ μιᾷ τοῦ Λόγου ὑποστάσει, ἥτις αὐτῇ ὑπόστασις γέγονεν–, οὐ τῇ κτίσει λατρεύοντες –οὐ γὰρ ὡς ψιλήν σάρκα προσκυνοῦμεν ἀλλ ̓ ὡς ἡνωμένην θεότητα καὶ ὡς εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν τοῦ Θεοῦ Λόγου τῶν δύο αὐτοῦ ἀναγομένων φύσεων. Δέδοικα τοῦ ἄνθρακος ἅψασθαι διὰ τὸ τῷ ξύλῳ συνημμένον πῦρ. Προσκυνῶ τοῦ Χριστοῦ τὸ συναμφότερον διὰ τὴν τῇ σαρκὶ ἡνωμένην θεότητα. Οὐ γὰρ τέταρτον παρεντίθημι πρόσωπον ἐν τῇ Τριάδι –μὴ γένοιτο–, ἀλλ ̓ ἓν πρόσωπον ὁμολογῶ τοῦ Θεοῦ Λόγου καὶ τῆς σαρκὸς αὐτοῦ· Τριὰς γὰρ ἔμεινεν ἡ Τριὰς καὶ μετὰ τὴν τοῦ Λόγου σάρκωσιν.

ΚΕΦΑΛΑΙΟN 53. Πρὸς τό, εἰ οὐκ ἔστι φύσις ἀνυπόστατος, ἀπάντησις

Εἰ γὰρ καὶ μή ἐστι φύσις ἀνυπόστατος ἢ οὐσία ἀπρόσωπος –ἐν ὑποστάσεσι γὰρ καὶ προσώποις ἥ τε οὐσία καὶ ἡ φύσις θεωρεῖται–, ἀλλ ̓ οὐκ ἀνάγκη τὰς ἀλλήλαις ἑνωθείσας φύσεις καθ ̓ ὑπόστασιν ἑκάστην ἰδίαν κεκτῆσθαι ὑπόστασιν· δύνανται γὰρ εἰς μίαν συνδραμοῦσαι ὑπόστασιν μήτε ἀνυπόστατοι εἶναι μήτε ἰδιάζουσαν ἑκάστῃ ἔχειν ὑπόστασιν, ἀλλὰ μίαν καὶ τὴν αὐτὴν ἀμφότεραι. Ἡ αὐτὴ γὰρ τοῦ Λόγου ὑπόστασις ἀμφοτέρων τῶν φύσεων ὑπόστασις χρηματίσασα οὔτε ἀνυπόστατον μίαν αὐτῶν εἶναι συγχωρεῖ, οὔτε μὴν ἑτεροϋποστάτους ἀλλήλων εἶναι παραχωρεῖ, οὐδὲ ποτε μὲν τῆσδε, ποτὲ δὲ ἐκείνης, ἀλλ ̓ ἀεὶ ἀμφοτέρων ἀδιαιρέτως καὶ ἀχωρίστως ὑπάρχει ὑπόστασις, οὐ μεριζομένη καὶ διαιρουμένη καὶ μέρος μὲν, ἑαυτῆς τῇδε, μέρος δὲ τῇδε διανέμουσα, ἀλλὰ πᾶσα ταύτης καὶ πᾶσα ἐκείνης ἀμερῶς καὶ ὁλοσχερῶς ὑπάρχουσα. Οὐ γὰρ ἰδιοσυστάτως ὑπέστη ἡ τοῦ Θεοῦ Λόγου σὰρξ οὐδὲ ἑτέρα ὑπόστασις γέγονε παρὰ τὴν τοῦ Θεοῦ Λόγου ὑπόστασιν, ἀλλ ̓ ἐν αὐτῇ ὑποστᾶσα ἐνυπόστατος μᾶλλον καὶ οὐ καθ ̓ ἑαυτὴν ἰδιοσύστατος ὑπόστασις γέγονε. Διὸ οὐδὲ ἀνυπόστατός ἐστιν οὐδὲ ἑτέραν ἐν τῇ Τριάδι παρεισφέρει ὑπόστασιν.

ΚΕΦΑΛΑΙΟN 54. Περὶ τοῦ τρισαγίου

Ἐντεῦθεν καὶ τὴν ἐν τῷ τρισαγίῳ προσθήκην ὑπὸ τοῦ ματαιόφρονος Πέτρου τοῦ κναφέως γεγενημένην βλάσφημον ὁριζόμεθα ὡς τέταρτον παρεισάγουσαν πρόσωπον καὶ ἀναμέρος τιθεῖσαν τὸν τοῦ Θεοῦ Υἱόν, τὴν τοῦ Πατρὸς ἐνυπόστατον δύναμιν καὶ ἀναμέρος τὸν ἐσταυρωμένον, ὡς ἄλλον ὄντα παρὰ τὸν ἰσχυρόν, ἢ παθητὴν τὴν Ἁγίαν Τριάδα δοξάζουσαν καὶ συσταυροῦσαν τῷ Υἱῷ τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ Ἅγιον. Ἄπαγε ταύτην τὴν βλάσφημον καὶ παρέγγραπτον φλυαρίαν. Ἡμεῖς γὰρ τὸ «Ἅγιος ὁ Θεὸς» ἐπὶ τοῦ Πατρὸς ἐκλαμβάνομεν, οὐκ αὐτῷ μόνῳ τὸ τῆς θεότητος ἀφορίζοντες ὄνομα, ἀλλὰ καὶ τὸν Υἱὸν Θεὸν εἰδότες καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· καὶ τὸ «Ἅγιος ἰσχυρὸς», ἐπὶ τοῦ Υἱοῦ τίθεμεν οὐκ ἀπαμφιεννύντες τῆς ἰσχύος τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· καὶ τὸ «Ἅγιος ἀθάνατος» ἐπὶ τοῦ Ἁγίου Πνεύματος τάττομεν, οὐκ ἔξω τῆς ἀθανασίας τιθέντες τὸν Πατέρα καὶ τὸν Υἱόν, ἀλλ ̓ ἐφ ̓ ἑκάστης τῶν ὑποστάσεων πάσας τὰς θεωνυμίας ἁπλῶς καὶ ἀπολύτως ἐκλαμβάνοντες καὶ τὸν θεῖον ἀπόστολον ἐκμιμούμενοι φάσκοντα· «Ἡμῖν δὲ εἷς Θεὸς, ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς ἐξ αὐτοῦ, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι ̓ οὗ τὰ πάντα καὶ ἡμεῖς δι ̓ αὐτοῦ καί ἕν Πνεῦμα Ἅγιον, ἐν ᾧ τά πάντα καί ἡμεῖς ἐν αὐτῷ». Οὐ μὴν ἀλλὰ καὶ τὸν θεολόγον Γρηγόριον, ὧδέ πῃ λέγοντα· «Ἡμῖν δὲ εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι ̓ οὗ τὰ πάντα, καὶ ἓν Πνεῦμα Ἅγιον, ἐν ᾧ τὰ πάντα», τοῦ «ἐξ οὗ» καὶ «δι ̓ οὗ» καὶ «ἐν ᾧ» μὴ φύσεις τεμνόντων –οὐδὲ γὰρ ἂν μετέπιπτον αἱ προθέσεις ἢ αἱ τάξεις τῶν ὀνομάτων–, ἀλλὰ χαρακτηριζόντων μιᾶς καὶ ἀσυγχύτου φύσεως ἰδιότητας· καὶ τοῦτο δῆλον· ἐξ ὧν εἰς ἓν συνάγονται πάλιν, εἴ τῳ μὴ παρέργως ἐκεῖνο ἀναγινώσκεται παρὰ τῷ αὐτῷ ἀποστόλῳ, τὸ «ἐξ αὐτοῦ καὶ δι ̓ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν». Ὅτι γὰρ οὐκ εἰς τὸν Υἱὸν μόνον λέλεκται τὸ τρισάγιον, ἀλλ ̓ εἰς τὴν Ἁγίαν Τριάδα, μάρτυς ὁ θεῖος καὶ ἱερὸς Ἀθανάσιος, Βασίλειός τε καὶ Γρηγόριος καὶ πᾶς ὁ τῶν θεοφόρων πατέρων χορός· ὅτιπερ διὰ τῆς τρισσῆς ἁγιότητος τὰς τρεῖς τῆς ὑπερουσίου θεότητος ὑποστάσεις τὰ ἅγια Σεραφὶμ ἡμῖν ὑπεμφαίνουσι, διὰ δὲ τῆς μιᾶς κυριότητος τὴν μίαν τῆς θεαρχικῆς Τριάδος οὐσίαν τε καὶ βασιλείαν γνωρίζουσι. Φησὶ γοῦν ὁ Θεολόγος Γρηγόριος· «Οὕτω μὲν οὖν τὰ ἅγια τῶν ἁγίων, ἃ καὶ τοῖς Σεραφὶμ συγκαλύπτεται καὶ δοξάζεται τρισὶν ἁγιασμοῖς εἰς μίαν συνιοῦσι κυριότητα καὶ θεότητα· ὃ καὶ ἄλλῳ τινὶ πρὸ ἡμῶν πεφιλοσόφηται κάλλιστά τε καὶ ὑψηλότατα». Φασὶ μὲν οὖν οἱ τὴν ἐκκλησιαστικὴν ἱστορίαν συντάξαντες ὅτι λιτανεύοντος τοῦ ἐν Κωνσταντινουπόλει λαοῦ διά τινα θεήλατον ἀπειλὴν ἐπὶ Πρόκλου τοῦ ἀρχιεπισκόπου γεγενημένην, συνέβη ἁρπαγῆναι παιδίον τοῦ λαοῦ καὶ οὕτω μυηθῆναι ὑπ ̓ ἀγγελικῆς τινος διδασκαλίας τὸν τρισάγιον ὕμνον «Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς» καὶ αὖθις ἐπιστραφέντος τοῦ παιδίου καὶ τὸ μυηθὲν ἀπαγγείλαντος ᾆσαι τὸν ὕμνον ἅπαν τὸ πλῆθος καὶ οὕτω κοπάσαι τὴν ἀπειλήν. Καὶ ἐν τῇ Ἁγίᾳ δὲ καὶ μεγάλῃ τῇ Οἰκουμενικῇ τετάρτῃ Συνόδῳ, τῇ ἐν Χαλκηδόνι φημί, οὕτως ὑμνηθῆναι ὁ τρισάγιος οὗτος ὕμνος παραδέδοται· οὕτω γὰρ τοῖς πεπραγμένοις τῆς αὐτῆς ἁγίας Συνόδου ἐμφέρεται. Γέλως οὖν ὄντως καὶ παίγνιον τὴν δι ̓ ἀγγέλων μυηθεῖσαν καὶ τῇ τῆς ἐπαγωγῆς λήξει πιστωθεῖσαν καὶ τῇ τοσῶνδε ἁγίων πατέρων Συνόδῳ κυρωθεῖσαν καὶ βεβαιωθεῖσαν καὶ πρότερον ὑπὸ τῶν Σεραφὶμ ὑμνηθεῖσαν τὴν τρισάγιον ᾠδὴν ὡς τῆς τρισυποστάτου θεότητος ἐμφαντικὴν τῇ τοῦ Κναφέως οἷον καταπατηθῆναι ἀλόγῳ οἰήσει καὶ δῆθεν διορθωθῆναι, ὡς τῶν Σεραφὶμ ὑπερβάλλοντος. Ἀλλ ̓ ὢ τῆς αὐθαδείας, ἵνα μὴ λέγω τῆς ἀνοίας! Ἡμεῖς δὲ οὕτω φαμέν, κἂν δαίμονες διαρρήγνυνται· «Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς».

ΚΕΦΑΛΑΙΟN 55. Περὶ τῆς ἐν εἴδει καὶ ἐν ἀτόμῳ θεωρουμένης φύσεως καὶ διαφορᾶς, ἑνώσεως καὶ σαρκώσεως, καὶ πῶς ἐκληπτέον «τὴν μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην»

Ἡ φύσις ἢ ψιλῇ θεωρίᾳ κατανοεῖται καθ ̓ ἑαυτὴν γὰρ οὐχ ὑφέστηκεν, ἢ κοινῶς ἐν πάσαις ταῖς ὁμοειδέσιν ὑποστάσεσι ταύτας συνάπτουσα καὶ λέγεται ἐν τῷ εἴδει θεωρουμένη φύσις, ἢ ὁλικῶς ἡ αὐτὴ ἐν προσλήψει συμβεβηκότων ἐν μιᾷ ὑποστάσει καὶ λέγεται ἐν ἀτόμῳ θεωρουμένη φύσις ἡ αὐτή οὖσα τῇ ἐν τῷ εἴδει θεωρημένῃ. Ὁ οὖν Θεὸς Λόγος σαρκωθεὶς, οὔτε τὴν ἐν ψιλῇ θεωρίᾳ κατανοουμένην φύσιν ἀνέλαβεν –οὐ γὰρ σάρκωσις τοῦτο, ἀλλ ̓ ἀπάτη καὶ πλάσμα σαρκώσεως– οὔτε τὴν ἐν τῷ εἴδει θεωρουμένην –οὐ γὰρ πάσας τὰς ὑποστάσεις ἀνέλαβεν–, ἀλλὰ τὴν ἐν ἀτόμῳ, τὴν αὐτὴν οὖσαν τήν ἐν τῷ εἴδει –ἀπαρχὴν γὰρ ἀνέλαβε τοῦ ἡμετέρου φυράματος–, οὐ καθ ̓ ἑαυτὴν ὑποστᾶσαν καὶ ἄτομον χρηματίσασαν πρότερον καὶ οὕτως ὑπ ̓ αὐτοῦ προσληφθεῖσαν, ἀλλ ̓ ἐν τῇ αὐτοῦ ὑποστάσει ὑπάρξασαν. Αὐτὴ γὰρ ἡ ὑπόστασις τοῦ Θεοῦ Λόγου ἐγένετο τῇ σαρκὶ ὑπόστασις, καὶ κατὰ τοῦτο «ὁ Λόγος σὰρξ ἐγένετο», ἀτρέπτως δηλαδή, καὶ ἡ σὰρξ Λόγος ἀμεταβλήτως, καὶ ὁ Θεὸς ἄνθρωπος· Θεὸς γὰρ ὁ Λόγος, καὶ ὁ ἄνθρωπος Θεὸς διὰ τὴν καθ ̓ ὑπόστασιν ἕνωσιν. Ταὐτὸν οὖν ἐστιν εἰπεῖν φύσιν τοῦ Λόγου καὶ τὴν ἐν ἀτόμῳ φύσιν· οὔτε γὰρ τὸ ἄτομον, ἤγουν τὴν ὑπόστασιν κυρίως καὶ μόνως δηλοῖ, οὔτε τὸ κοινὸν τῶν ὑποστάσεων, ἀλλὰ τὴν κοινὴν φύσιν ἐν μιᾷ τῶν ὑποστάσεων θεωρουμένην καὶ ἐξεταζομένην. Ἄλλο μὲν οὖν ἐστιν ἕνωσις, καὶ ἕτερον σάρκωσις· ἡ μὲν γὰρ ἕνωσις μόνην δηλοῖ τὴν συνάφειαν, πρὸς τί δὲ γέγονεν ἡ συνάφεια, οὐκέτι· ἡ δὲ σάρκωσις, ταὐτὸν δ ̓ ἐστὶν εἰπεῖν καὶ ἐνανθρώπησις, τὴν πρὸς σάρκα, ἤτοι πρὸς ἄνθρωπον συνάφειαν δηλοῖ· καθάπερ καὶ ἡ πύρωσις τοῦ σιδήρου τὴν πρὸς τὸ πῦρ ἕνωσιν. Αὐτὸς μὲν οὖν ὁ μακάριος Κύριλλος ἐν τῇ πρὸς Σούκενσον δευτέρᾳ ἐπιστολῇ ἑρμηνεύων τὸ «μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην» οὕτω φησίν· «Εἰ μὲν γὰρ μίαν εἰπόντες τοῦ Λόγου φύσιν σεσιγήκαμεν, οὐκ ἐπενεγκόντες τὸ «σεσαρκωμένην», ἀλλ ̓ οἷον ἔξω τιθέντες τὴν οἰκονομίαν, ἦν αὐτοῖς τάχα που καὶ οὐκ ἀπίθανος ὁ λόγος προσποιουμένοις ἐρωτᾶν· εἰ μία φύσις τὸ ὅλον, ποῦ τὸ τέλειον ἐν ἀνθρωπότητι; Ἢ πῶς ὑφέστηκεν ἡ καθ ̓ ἡμᾶς οὐσία; Ἐπειδὴ δὲ καὶ ἡ ἐν ἀνθρωπότητι τελειότης καὶ τῆς καθ ̓ ἡμᾶς οὐσίας ἡ δήλωσις εἰσκεκόμισται διὰ τοῦ λέγειν «σεσαρκωμένην», παυσάσθωσαν καλαμίνην ῥάβδον ἑαυτοῖς ὑποστήσαντες». Ἐνταῦθα μὲν οὖν τὴν φύσιν τοῦ Λόγου ἐπὶ τῆς φύσεως ἔταξεν. Εἰ γὰρ ἀντὶ ὑποστάσεως τὴν φύσιν παρείληφεν, οὐκ ἄτοπον ἦν, καὶ δίχα τοῦ «σεσαρκωμένην» τοῦτο εἰπεῖν· μίαν γὰρ ὑπόστασιν τοῦ Θεοῦ Λόγου ἀπολύτως λέγοντες οὐ σφαλλόμεθα. Ὁμοίως δὲ καὶ Λεόντιος ὁ Βυζάντιος ἐπὶ τῆς φύσεως τὸ ῥητὸν ἐνόησεν, οὐκ ἀντὶ τῆς ὑποστάσεως. Ἐν δὲ τῇ πρὸς τὰς Θεοδωρήτου μέμψεις τοῦ δευτέρου ἀναθεματισμοῦ οὕτω φησὶν ὁ μακάριος Κύριλλος· «Ἡ φύσις τοῦ Λόγου, ἤγουν ἡ ὑπόστασις, ὅ ἐστιν αὐτὸς ὁ Λόγος». Ὥστε τὸ εἰπεῖν «φύσιν τοῦ Λόγου» οὔτε τὴν ὑπόστασιν μόνην σημαίνει οὔτε τὸ κοινὸν τῶν ὑποστάσεων, ἀλλὰ τὴν κοινὴν φύσιν ἐν τῇ τοῦ Λόγου ὑποστάσει ὁλικῶς θεωρουμένην. Ὅτι μὲν οὖν ἡ φύσις τοῦ Λόγου ἐσαρκώθη, ἤτοι ἡνώθη σαρκί, εἴρηται· φύσιν δὲ τοῦ Λόγου παθοῦσαν σαρκὶ οὐδέπω καὶ νῦν ἀκηκόαμεν, Χριστὸν δὲ παθόντα σαρκὶ ἐδιδάχθημεν· ὥστε οὐ τὴν ὑπόστασιν δηλοῖ τὸ εἰπεῖν «φύσιν τοῦ Λόγου». Λείπεται τοίνυν εἰπεῖν, ὅτι τὸ σεσαρκῶσθαι μὲν ἡνῶσθαί ἐστι σαρκί, τὸ δὲ σάρκα γενέσθαι τὸν Λόγον αὐτὴν τὴν τοῦ Λόγου ὑπόστασιν ἀτρέπτως γενέσθαι τῆς σαρκὸς ὑπόστασιν. Καὶ ὅτι μὲν ὁ Θεὸς ἄνθρωπος γέγονε καὶ ὁ ἄνθρωπος Θεός, εἴρηται. Θεὸς γὰρ ὁ Λόγος, γέγονεν δὲ ἀμεταβλήτως ἄνθρωπος. Ὅτι δὲ ἡ θεότης ἄνθρωπος γέγονεν ἢ ἐσαρκώθη ἢ ἐνηνθρώπησεν, οὐδαμῶς ἀκηκόαμεν. Ὅτι δὲ ἡ θεότης ἡνώθη τῇ ἀνθρωπότητι ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων, μεμαθήκαμεν. Καὶ ὅτι ὁ Θεὸς μορφοῦται, ἤτοι οὐσιοῦται τὸ ἀλλότριον, ἤτοι τὸ καθ ̓ ἡμᾶς, εἴρηται. Ἐφ ̓ ἑκάστης γὰρ τῶν ὑποστάσεων τὸ Θεὸς ὄνομα τάττεται, θεότητα δὲ ἐπὶ ὑποστάσεως εἰπεῖν οὐ δυνάμεθα. Θεότητα γὰρ τὸν Πατέρα μόνον ἢ τὸν Υἱὸν μόνον ἢ μόνον τὸ Πνεῦμα τὸ Ἅγιον οὐκ ἀκηκόαμεν· θεότης μὲν γὰρ τὴν φύσιν δηλοῖ, τὸ δὲ Πατὴρ τὴν ὑπόστασιν, ὥσπερ καὶ ἀνθρωπότης τὴν φύσιν, Πέτρος δὲ τὴν ὑπόστασιν. Θεὸς δὲ καὶ τὸ κοινὸν τῆς φύσεως σημαίνει καὶ ἐφ ̓ ἑκάστης τῶν ὑποστάσεων τάττεται παρωνύμως ὥσπερ καὶ ἄνθρωπος· Θεὸς γάρ ἐστιν ὁ θείαν ἔχων φύσιν, καὶ ἄνθρωπος ὁ ἀνθρωπίνην. Ἐπὶ πᾶσι τούτοις ἰστέον, ὡς ὁ Πατὴρ καὶ τὸ Πνεῦμα τὸ Ἅγιον κατ ̓ οὐδένα λόγον τῇ σαρκώσει τοῦ Λόγου κεκοινώνηκεν εἰ μὴ κατὰ τὰς θεοσημίας καὶ κατ ̓ εὐδοκίαν καὶ βούλησιν.

ΚΕΦΑΛΑΙΟN 56. Ὅτι Θεοτόκος ἡ ἁγία παρθένος

Θεοτόκον δὲ κυρίως καὶ ἀληθῶς τὴν Ἁγίαν Παρθένον κηρύττομεν· ὡς γὰρ Θεὸς ἀληθὴς ὁ ἐξ αὐτῆς γεννηθείς, ἀληθὴς Θεοτόκος ἡ τὸν ἀληθινὸν Θεὸν ἐξ αὐτῆς σεσαρκωμένον γεννήσασα· Θεὸν γάρ φαμεν ἐξ αὐτῆς γεγεννῆσθαι, οὐχ ὡς τῆς θεότητος τοῦ Λόγου ἀρχὴν τοῦ εἶναι λαβούσης ἐξ αὐτῆς, ἀλλ ̓ ὡς αὐτοῦ τοῦ Θεοῦ Λόγου τοῦ πρὸ αἰώνων ἀχρόνως ἐκ τοῦ Πατρὸς γεννηθέντος καὶ ἀνάρχως καὶ ἀιδίως ὑπάρχοντος σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι ἐπ ̓ ἐσχάτων τῶν ἡμερῶν διὰ τὴν ἡμετέραν σωτηρίαν ἐν τῇ γαστρὶ αὐτῆς ἐνοικήσαντος καὶ ἐξ αὐτῆς ἀμεταβλήτως σαρκωθέντος καὶ γεννηθέντος. Οὐ γὰρ ἄνθρωπον ψιλὸν ἐγέννησεν ἡ Ἁγία Παρθένος, ἀλλὰ Θεὸν ἀληθινόν· οὐ γυμνὸν ἀλλὰ σεσαρκωμένον, οὐκ οὐρανόθεν τὸ σῶμα καταγαγόντα καὶ ὡς διὰ σωλῆνος δι ̓ αὐτῆς παρελθόντα, ἀλλ ̓ ἐξ αὐτῆς ὁμοούσιον ἡμῖν σάρκα ἀναλαβόντα καὶ ἐν ἑαυτῷ ὑποστήσαντα. Εἰ γὰρ οὐρανόθεν τὸ σῶμα κεκόμισται καὶ οὐκ ἐκ τῆς καθ ̓ ἡμᾶς φύσεως εἴληπται, τίς χρεία τῆς ἐνανθρωπήσεως; Ἡ γὰρ ἐνανθρώπησις τοῦ Θεοῦ Λόγου διὰ τοῦτο γέγονεν, ἵνα αὐτὴ ἡ ἁμαρτήσασα καὶ πεσοῦσα καὶ φθαρεῖσα φύσις νικήσῃ τὸν ἀπατήσαντα τύραννον καὶ οὕτω τῆς φθορᾶς ἐλευθερωθῇ, καθώς φησιν ὁ θεῖος ἀπόστολος· «Ἐπειδὴ δι ̓ ἀνθρώπου ὁ θάνατος, καὶ δι ̓ ἀνθρώπου ἀνάστασις νεκρῶν»· εἰ τὸ πρῶτον ἀληθῶς, καὶ τὸ δεύτερον. Εἰ δὲ καὶ λέγει· «Ὁ πρῶτος Ἀδὰμ ἐκ γῆς χοϊκός, ὁ δεύτερος Ἀδάμ, ὁ Κύριος, ἐξ οὐρανοῦ», οὐ τὸ σῶμά φησιν ἐξ οὐρανοῦ, ἀλλὰ δηλῶν ὡς οὐ ψιλὸς ἄνθρωπός ἐστιν. Ἰδοὺ γὰρ καὶ Ἀδὰμ αὐτὸν ὠνόμασε καὶ Κύριον τὸ συναμφότερον σημαίνων. Ἀδὰμ μὲν γὰρ ἑρμηνεύεται γηγενής· γηγενὴς δὲ δῆλον, ὅτι ἐστίν ἡ ἀνθρώπου φύσις ἡ ἐκ χοὸς πλασθεῖσα· τό Κύριος δὲ τῆς θείας οὐσίας ἐστὶ παραστατικόν. Πάλιν δέ φησιν ὁ ἀπόστολος· «Ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ γενόμενον ἐκ γυναικός». Οὐκ εἶπε διὰ γυναικός, ἀλλ ̓ «ἐκ γυναικός». Ἐσήμανεν οὖν ὁ θεῖος ἀπόστολος, ὡς αὐτός ἐστιν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς, ὁ ἐκ τῆς Παρθένου γενόμενος ἄνθρωπος, καὶ αὐτός ἐστιν ὁ ἐκ τῆς Παρθένου γεννηθεὶς, ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεός· γεννηθεὶς δὲ σωματικῶς, καθὸ γέγονεν ἄνθρωπος, οὐ προδιαπλασθέντι ἀνθρώπῳ ἐνοικήσας, ὡς ἐν προφήτῃ, ἀλλ ̓ αὐτὸς οὐσιωδῶς καὶ ἀληθῶς γενόμενος ἄνθρωπος, ἤτοι ἐν τῇ ὑποστάσει αὐτοῦ ἐψυχωμένην σάρκα ψυχῇ λογικῇ τε καὶ νοερᾷ ὑποστήσας, αὐτὸς γεγονὼς αὐτῇ ὑπόστασις· τοῦτο γὰρ σημαίνει τὸ «γενόμενον ἐκ γυναικός». Πῶς γὰρ ἂν αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ὑπὸ νόμον γέγονεν, εἰ μὴ ἄνθρωπος ἡμῖν ὁμοούσιος γέγονεν; Ὅθεν δικαίως καὶ ἀληθῶς Θεοτόκον τὴν ἁγίαν Μαρίαν ὀνομάζομεν· τοῦτο γὰρ τὸ ὄνομα ἅπαν τὸ μυστήριον τῆς οἰκονομίας συνίστησι. Εἰ γὰρ Θεοτόκος ἡ γεννήσασα, πάντως Θεὸς ὁ ἐξ αὐτῆς γεννηθείς, πάντως δὲ καὶ ἄνθρωπος. Πῶς γὰρ ἂν ἐκ γυναικὸς γεννηθείη Θεὸς ὁ πρὸ αἰώνων ἔχων τὴν ὕπαρξιν, εἰ μὴ ἄνθρωπος γέγονεν; Ὁ γὰρ Υἱὸς ἀνθρώπου ἄνθρωπος δηλονότι. Εἰ δὲ αὐτὸς ὁ γεννηθεὶς ἐκ γυναικὸς Θεός ἐστιν, εἷς ἐστι δηλονότι ὁ ἐκ Θεοῦ Πατρὸς γεννηθεὶς κατὰ τὴν θείαν καὶ ἄναρχον οὐσίαν καὶ ἐπ ̓ ἐσχάτων τῶν χρόνων ἐκ τῆς Παρθένου τεχθεὶς κατὰ τὴν ἠργμένην καὶ ὑπὸ χρόνον οὐσίαν, ἤτοι τὴν ἀνθρωπίνην. Τοῦτο δὲ μίαν ὑπόστασιν καὶ δύο φύσεις καὶ δύο γεννήσεις σημαίνει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Χριστοτόκον δὲ οὔ φαμεν τὴν Ἁγίαν Παρθένον, διότι ἐπ ̓ ἀναιρέσει τῆς Θεοτόκος φωνῆς ὁ μιαρὸς καὶ βδελυρὸς καὶ ἰουδαιόφρων Νεστόριος, τὸ σκεῦος τῆς ἀτιμίας, καὶ ἐπὶ ἀτιμίᾳ τῆς μόνης ὄντως τετιμημένης ὑπὲρ πᾶσαν κτίσιν Θεοτόκου, κἂν αὐτὸς διαρρήγνυται σὺν τῷ πατρὶ αὐτοῦ τῷ Σατανᾷ, ταύτην τήν προσηγορίαν ἐξηύρατο, ὡς ἐπηρεαζομένην· Χριστὸς γὰρ καὶ Δαυὶδ ὁ βασιλεὺς καὶ Ἀαρὼν ὁ ἀρχιερεύς –ταῦτα γὰρ τὰ χριόμενα, βασιλεία τε καὶ ἱερωσύνη– καὶ πᾶς θεοφόρος ἄνθρωπος Χριστὸς λέγεσθαι δύναται, ἀλλ ̓ οὐ Θεὸς φύσει, ὡς καὶ Νεστόριος ὁ θεήλατος τὸν ἐκ Παρθένου τεχθέντα θεοφόρον εἰπεῖν ἐφρυάξατο· ἡμᾶς δὲ μὴ γένοιτο θεοφόρον αὐτὸν εἰπεῖν ἢ νοῆσαι, ἀλλὰ Θεὸν σεσαρκωμένον. Αὐτὸς γὰρ ὁ Λόγος σὰρξ ἐγένετο, κυηθεὶς μὲν ἐκ τῆς Παρθένου, προελθὼν δὲ Θεὸς μετὰ τῆς προσλήψεως, ἤδη καὶ αὐτῆς ὑπ ̓ αὐτοῦ θεωθείσης ἅμα τῇ εἰς τὸ εἶναι ταύτης παραγωγῇ, ὡς ὁμοῦ γενέσθαι τὰ τρία, τὴν πρόσληψιν, τὴν ὕπαρξιν, τὴν θέωσιν αὐτῆς ὑπὸ τοῦ Λόγου· καὶ οὕτω νοεῖσθαι καὶ λέγεσθαι Θεοτόκον τὴν ἁγίαν Παρθένον οὐ μόνον διὰ τὴν φύσιν τοῦ Λόγου, ἀλλὰ καὶ διὰ τὴν θέωσιν τοῦ ἀνθρωπίνου, ὧν ἅμα ἡ σύλληψις καὶ ἡ ὕπαρξις τεθαυματούργηται· ἡ μὲν σύλληψις τοῦ Λόγου, τῆς δὲ σαρκὸς ἡ ἐν αὐτῷ τῷ Λόγῳ ὕπαρξις, αὐτῆς τῆς Θεομήτορος ὑπερφυῶς χορηγούσης τὸ πλασθῆναι τῷ πλάστῃ καὶ τὸ ἀνθρωπισθῆναι τῷ Θεῷ καὶ ποιητῇ τοῦ παντὸς, θεοῦντι τὸ πρόσλημμα, σῳζούσης τῆς ἑνώσεως τὰ ἑνωθέντα τοιαῦτα, οἷα καὶ ἥνωνται· οὐ τὸ θεῖον λέγω μόνον, ἀλλὰ καὶ τὸ ἀνθρώπινον τοῦ Χριστοῦ τὸ ὑπὲρ ἡμᾶς καὶ καθ ̓ ἡμᾶς. Οὔτε γὰρ γενόμενος πρότερον καθ ̓ ἡμᾶς ὕστερον γέγονεν ὑπὲρ ἡμᾶς, ἀλλ ̓ ἢ ἐκ πρώτης ὑπάρξεως ἄμφω ὑπῆρξε διὰ τὸ ἐξ ἄκρας συλλήψεως ἐν αὐτῷ τῷ Λόγῳ τὴν ὕπαρξιν ἐσχηκέναι· ἀνθρώπινον μὲν οὖν ἐστι κατὰ τὴν οἰκείαν φύσιν, Θεοῦ δὲ καὶ θεῖον ὑπερφυῶς. Ἔτι δὲ καὶ τῆς ἐμψύχου σαρκὸς τὰ ἰδιώματα ἔσχε· κατεδέξατο γὰρ αὐτὰ ὁ Λόγος οἰκονομίας λόγῳ φυσικῆς κινήσεως τάξει κατὰ ἀλήθειαν φυσικῶς γινόμενα.

ΚΕΦΑΛΑΙΟN 57. Περὶ τῶν ἰδιωμάτων τῶν δύο φύσεων

Τέλειον δὲ Θεὸν ὁμολογοῦντες τὸν αὐτὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ τέλειον ἄνθρωπόν φαμεν τὸν αὐτὸν πάντα ἔχειν, ὅσα ὁ Πατήρ, πλὴν τῆς ἀγεννησίας, καὶ πάντα ἔχειν, ὅσα ὁ Ἀδὰμ ὁ πρῶτος, δίχα μόνης τῆς ἁμαρτίας, ἅτινά ἐστι σῶμα καὶ ψυχὴ λογική τε καὶ νοερά· ἔχειν δὲ αὐτὸν καταλλήλως ταῖς δύο φύσεσι διπλᾶ τὰ τῶν δύο φύσεων φυσικά· δύο θελήσεις φυσικάς, τήν τε θείαν καὶ τὴν ἀνθρωπίνην, καὶ ἐνεργείας δύο φυσικάς, θείαν τε καὶ ἀνθρωπίνην, καὶ αὐτεξούσια δύο φυσικά, θεῖόν τε καὶ ἀνθρώπινον, καὶ σοφίαν καὶ γνῶσιν, θείαν τε καὶ ἀνθρωπίνην. Ὁμοούσιος γὰρ ὢν τῷ Θεῷ καὶ Πατρὶ αὐτεξουσίως θέλει καὶ ἐνεργεῖ ὡς Θεός, ὁμοούσιος δὲ ὢν καὶ ἡμῖν αὐτεξουσίως θέλει καὶ ἐνεργεῖ ὡς ἄνθρωπος ὁ αὐτός· αὐτοῦ γὰρ τὰ θαύματα, αὐτοῦ καὶ τὰ παθήματα.

ΚΕΦΑΛΑΙΟN 58. Περὶ θελημάτων καὶ αὐτεξουσίων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

Ἐπειδὴ μὲν οὖν δύο φύσεις τοῦ Χριστοῦ, δύο αὐτοῦ καὶ τὰ φυσικὰ θελήματα καὶ τὰς φυσικὰς ἐνεργείας φαμέν. Ἐπειδὴ δὲ μία τῶν δύο αὐτοῦ φύσεων ἡ ὑπόστασις, ἕνα καὶ τὸν αὐτόν φαμεν θέλοντά τε καὶ ἐνεργοῦντα φυσικῶς κατ ̓ ἄμφω, ἐξ ὧν καὶ ἐν αἷς καὶ ἅπερ ἐστὶ Χριστὸς ὁ Θεὸς ἡμῶν· θέλειν δὲ καὶ ἐνεργεῖν οὐ διῃρημένως, ἀλλ ̓ ἡνωμένως· θέλει γὰρ καὶ ἐνεργεῖ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας. Ὧν γὰρ ἡ οὐσία ἡ αὐτή, τούτων καὶ ἡ θέλησις καὶ ἡ ἐνέργεια ἡ αὐτή· ὧν δὲ διάφορος ἡ οὐσία, τούτων διάφορος καὶ ἡ θέλησις καὶ ἡ ἐνέργεια. Καὶ τὸ ἀνάπαλιν, ὧν ἡ θέλησις καὶ ἡ ἐνέργεια ἡ αὐτή, τούτων καὶ ἡ οὐσία ἡ αὐτή· ὧν δὲ διάφορος ἡ θέλησις καὶ ἡ ἐνέργεια, τούτων καὶ ἡ οὐσία διάφορος. Διὸ δὴ ἐπὶ μὲν Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος ἐκ τῆς ταυτότητος τῆς τε ἐνεργείας καὶ τοῦ θελήματος τὴν ταυτότητα τῆς φύσεως ἐπιγινώσκομεν. Ἐπὶ δὲ τῆς θείας οἰκονομίας ἐκ τῆς διαφορᾶς τῶν ἐνεργειῶν καὶ τῶν θελημάτων καὶ τὴν τῶν φύσεων διαφορὰν ἐπιγινώσκομεν καὶ τὴν τῶν φύσεων διαφορὰν εἰδότες συνομολογοῦμεν καὶ τὸ τῶν θελημάτων καὶ ἐνεργειῶν διάφορον. Ὥσπερ γὰρ τῶν τοῦ αὐτοῦ καί ἑνὸς Χριστοῦ φύσεων ὁ ἀριθμὸς εὐσεβῶς νοούμενός τε καὶ λεγόμενος οὐ διαιρεῖ τὸν ἕνα Χριστόν, ἀλλὰ σῳζομένην καὶ ἐν τῇ ἑνώσει παρίστησι τῶν φύσεων τὴν διαφοράν, οὕτω καὶ ὁ ἀριθμὸς τῶν οὐσιωδῶς προσόντων ταῖς αὐτοῦ φύσεσι θελημάτων καὶ ἐνεργειῶν –κατ ̓ ἄμφω γὰρ τὰς φύσεις θελητικὸς ἦν καὶ ἐνεργητικὸς τῆς ἡμῶν σωτηρίας– οὐ διαίρεσιν εἰσάγει –μὴ γένοιτο–, ἀλλὰ τὴν αὐτῶν δηλοῖ καὶ μόνον, κἂν τῇ ἑνώσει, φυλακὴν καὶ σωτηρίαν· φυσικὰ γὰρ καὶ οὐχ ὑποστατικά φαμεν τὰ θελήματα καὶ τὰς ἐνεργείας. Λέγω δὲ αὐτὴν τὴν θελητικὴν καὶ ἐνεργητικὴν δύναμιν, καθ ̓ ἣν θέλει καὶ ἐνεργεῖ τά τε θέλοντα καὶ ἐνεργοῦντα. Εἰ γὰρ ὑποστατικὰ δῶμεν αὐτά, ἑτεροθελεῖς καὶ ἑτεροενεργεῖς τὰς τρεῖς ὑποστάσεις τῆς Ἁγίας Τριάδος εἰπεῖν ἀναγκασθησόμεθα. Ἰστέον γάρ, ὡς οὐ ταὐτόν ἐστι, θέλειν καὶ πῶς θέλειν· τὸ μὲν γὰρ θέλειν φύσεως, ὥσπερ καὶ τὸ ὁρᾶν –πᾶσι γὰρ ἀνθρώποις πρόσεστι–, τὸ δὲ πῶς θέλειν οὐ φύσεως, ἀλλὰ τῆς ἡμετέρας γνώμης, ὥσπερ καὶ τὸ πῶς ὁρᾶν, καλῶς ἢ κακῶς –οὐ γὰρ πάντες ἄνθρωποι ὁμοίως θέλουσιν οὐδ ̓ ὁμοίως ὁρῶσι. Τοῦτο καὶ ἐπὶ τῶν ἐνεργειῶν δώσομεν· τὸ γὰρ πῶς θέλειν, πῶς ὁρᾶν, ἤ πῶς ἐνεργεῖν, τρόπος ἐστὶ τῆς τοῦ θέλειν καὶ ὁρᾶν καὶ ἐνεργεῖν χρήσεως, μόνῳ τῷ κεχρημένῳ προσὸν καὶ τῶν ἄλλων αὐτὸν κατὰ τὴν κοινῶς λεγομένην διαφορὰν χωρίζον. Λέγεται οὖν τὸ μὲν ἁπλῶς θέλειν θέλησις, ἤτοι ἡ θελητικὴ δύναμις, λογικὴ οὖσα ὄρεξις καὶ θέλημα φυσικόν· τὸ δὲ πῶς θέλειν, ἤτοι τὸ τῇ θελήσει ὑποκείμενον, θελητὸν καὶ θέλημα γνωμικόν· θελητικὸν δέ ἐστι τὸ πεφυκὸς θέλειν, οἷον θελητική ἐστιν ἡ θεία φύσις, ὡσαύτως καὶ ἡ ἀνθρωπίνη· θέλων δέ ἐστιν ὁ κεχρημένος τῇ θελήσει, ἤτοι ἡ ὑπόστασις, οἷον ὁ Πέτρος. Ἐπειδὴ τοίνυν εἷς μέν ἐστιν ὁ Χριστὸς καὶ μία αὐτοῦ ἡ ὑπόστασις, εἷς καὶ ὁ αὐτός ἐστιν ὁ θέλων καὶ ἐνεργῶν θεϊκῶς τε καὶ ἀνθρωπίνως. Ἐπειδὴ δὲ δύο φύσεις ἔχει θελητικὰς ὡς λογικάς –πᾶν γὰρ λογικὸν θελητικόν τε καὶ αὐτεξούσιον–, δύο θελήσεις, ἤτοι θελήματα φυσικὰ ἐπ ̓ αὐτοῦ ἐροῦμεν. Θελητικὸς γάρ ἐστιν ὁ αὐτὸς κατ ̓ ἄμφω τάς αὐτοῦ φύσεις· τὴν γὰρ φυσικῶς ἐνυπάρχουσαν ἡμῖν θελητικὴν δύναμιν ἀνέλαβε. Καὶ ἐπειδὴ εἷς ἐστιν ὁ Χριστὸς καὶ ὁ αὐτὸς ὁ θέλων καθ ̓ ἑκατέραν φύσιν, τὸ αὐτὸ θελητὸν λέξομεν ἐπ ̓ αὐτοῦ οὐχ ὡς μόνα θέλοντος, ἃ φυσικῶς ὡς Θεὸς ἤθελεν –οὐ γὰρ θεότητος τὸ θέλειν φαγεῖν, πιεῖν καὶ τὰ τοιαῦτα–, ἀλλὰ καὶ τὰ συστατικὰ τῶν τῆς ἀνθρωπίνης φύσεως, οὐκ ἐναντιότητι γνώμης, ἀλλ ̓ ἐν ἰδιότητι φύσεων· τότε γὰρ ταῦτα φυσικῶς ἤθελεν, ὅτε ἡ θεία αὐτοῦ θέλησις ἤθελε καὶ παρεχώρει τῇ σαρκὶ πάσχειν καὶ πράττειν τὰ ἴδια. Ὅτι δὲ φυσικῶς πρόσεστι τῷ ἀνθρώπῳ ἡ θέλησις, ἐντεῦθεν δῆλον. Ὑπεξαιρουμένης τῆς θείας τρία εἴδη ζωῆς εἰσιν· ἡ φυτική, ἡ αἰσθητική, ἡ νοερά. Τῆς μὲν οὖν φυτικῆς ἴδιον ἡ θρεπτική, ἡ αὐξητική, ἡ γεννητικὴ κίνησις· τῆς δὲ αἰσθητικῆς ἡ καθ ̓ ὁρμὴν κίνησις, τῆς δὲ λογικῆς καὶ νοερᾶς ἡ αὐτεξούσιος. Εἰ οὖν κατὰ φύσιν πρόσεστι τῇ φυτικῇ ἡ θρεπτικὴ καὶ τῇ αἰσθητικῇ ἡ καθ ̓ ὁρμὴν κίνησις, κατὰ φύσιν ἄρα πρόσεστι καὶ τῇ λογικῇ καὶ νοερᾷ ἡ αὐτεξούσιος· αὐτεξουσιότης δὲ οὐδὲν ἕτερόν ἐστιν, εἰ μὴ ἡ θέλησις· γεγονὼς τοίνυν ὁ Λόγος σὰρξ ἔμψυχος, νοερὰ καὶ αὐτεξούσιος, γέγονε καὶ θελητικός. Ἔτι δὲ καὶ ἀδίδακτά εἰσι τὰ φυσικά· οὐδεὶς γὰρ λογίζεσθαι ἢ ζῆν ἢ πεινῆν ἢ διψῆν ἢ ὑπνοῦν μανθάνει. Οὔτε δὲ θέλειν μανθάνομεν· ὥστε φυσικὸν τὸ θέλειν. Καὶ πάλιν· εἰ ἐν τοῖς ἀλόγοις ἄγει μὲν ἡ φύσις, ἄγεται δὲ ἐν τῷ ἀνθρώπῳ ἐξουσιαστικῶς κατὰ θέλησιν κινουμένῳ, ἄρα φύσει θελητικὸς ὁ ἄνθρωπος. Καὶ πάλιν· εἰ κατ ̓ εἰκόνα τῆς μακαρίας καὶ ὑπερουσίου θεότητος ὁ ἄνθρωπος γεγένηται, αὐτεξούσιος δὲ φύσει καὶ θελητικὴ ἡ θεία φύσις, ἄρα καὶ ὁ ἄνθρωπος, ὡς αὐτῆς εἰκὼν, αὐτεξούσιος φύσει καὶ θελητικός· τὸ γὰρ αὐτεξούσιον θέλησιν ὡρίσαντο οἱ πατέρες. Ἔτι δὲ εἰ πᾶσιν ἀνθρώποις ἐνυπάρχει τὸ θέλειν καὶ οὐ τοῖς μὲν ἐνυπάρχει, τοῖς δὲ οὐκ ἐνυπάρχει, τὸ δὲ κοινῶς πᾶσιν ἐνθεωρούμενον φύσιν χαρακτηρίζει ἐν τοῖς ὑπ ̓ αὐτὸ ἀτόμοις, ἄρα φύσει θελητικὸς ὁ ἄνθρωπος. Καὶ αὖθις· εἰ τὸ μᾶλλον καὶ ἧττον ἡ φύσις οὐκ ἐπιδέχεται, ἐπίσης δὲ πᾶσιν ἐνυπάρχει τὸ θέλειν καὶ οὐ τοῖς μὲν πλέον, τοῖς δὲ ἔλαττον, ἄρα φύσει θελητικὸς ὁ ἄνθρωπος· ὥστε, εἰ φύσει θελητικὸς ὁ ἄνθρωπος, καὶ ὁ Κύριος, οὐ μόνον καθὸ Θεός, ἀλλὰ καὶ καθὸ ἄνθρωπος γέγονε, φύσει θελητικός ἐστιν. Ὥσπερ γὰρ τὴν ἡμετέραν φύσιν ἀνέλαβεν, οὕτω καὶ τὸ ἡμέτερον θέλημα φύσει ἀνείληφεν· καὶ κατὰ τοῦτο οἱ πατέρες τὸ ἡμέτερον ἐν ἑαυτῷ τυπῶσαι αὐτὸν ἔφησαν θέλημα. Εἰ φυσικὸν οὐκ ἔστι τὸ θέλημα, ἢ ὑποστατικὸν ἔσται ἢ παρὰ φύσιν· ἀλλ ̓ εἰ μὲν ὑποστατικόν, ἑτερόβουλος οὕτω γε ἔσται ὁ Υἱὸς τῷ Πατρί· μόνης γὰρ ὑποστάσεως χαρακτηριστικὸν τὸ ὑποστατικόν· εἰ δὲ παρὰ φύσιν, ἔκπτωσις τῆς φύσεως ἔσται τὸ θέλημα· φθαρτικὰ γὰρ τῶν κατὰ φύσιν τὰ παρὰ φύσιν. Ὁ τῶν ὅλων Θεὸς καὶ Πατὴρ ἤ καθὸ Πατὴρ θέλει ἢ καθὸ Θεός. Ἀλλ ̓ εἰ μὲν καθὸ Πατήρ, ἄλλο αὐτοῦ ἔσται παρὰ τὸ τοῦ Υἱοῦ θέλημα· οὐ γὰρ Πατὴρ ὁ Υἱός. Εἰ δὲ καθὸ Θεός, Θεὸς δὲ ὁ Υἱός, Θεὸς δὲ καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, ἄρα τὸ θέλημα φύσεως, ἤγουν φυσικόν. Ἔτι, εἰ κατὰ τοὺς πατέρας, ὧν τὸ θέλημα ἕν, τούτων καὶ ἡ οὐσία μία, ἓν δὲ θέλημα τῆς θεότητος τοῦ Χριστοῦ καὶ τῆς ἀνθρωπότητος αὐτοῦ, ἄρα μία καὶ ἡ αὐτὴ τούτων ἔσται καὶ ἡ οὐσία. Καὶ πάλιν· εἰ κατὰ τοὺς πατέρας ἡ τῆς φύσεως διαφορὰ τῷ ἑνὶ θελήματι οὐ διαφαίνεται, ἀνάγκη ἢ ἓν θέλημα λέγοντας φυσικὴν ἐν Χριστῷ μὴ λέγειν διαφορὰν ἢ φυσικὴν λέγοντας διαφορὰν ἓν θέλημα μὴ λέγειν. Καὶ αὖθις· εἰ, καθώς φησι τὸ θεῖον Εὐαγγέλιον, ἐλθὼν ὁ Κύριος εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος «καὶ εἰσελθὼν εἰς οἶκον οὐδένα ἠθέλησε γνῶναι καὶ οὐκ ἠδυνήθη λαθεῖν», εἰ τὸ θεῖον αὐτοῦ θέλημα παντοδύναμον, θελήσας δὲ λαθεῖν οὐ δεδύνηται, ἄρα καθὸ ἄνθρωπος θελήσας οὐκ ἠδυνήθη καὶ θελητικὸς ἦν καὶ καθὸ ἄνθρωπος. Καὶ πάλιν· «Ἐλθών», φησίν, «εἰς τὸν τόπον» «εἶπε· Διψῶ». «Καὶ ἔδωκαν αὐτῷ οἶνον μετὰ χολῆς μεμιγμένον, καὶ γευσάμενος οὐκ ἠθέλησε πιεῖν». Εἰ μὲν οὖν καθὸ Θεὸς ἐδίψησε, καὶ γευσάμενος οὐκ ἠθέλησε πιεῖν, ἐμπαθὴς ἄρα καθὸ Θεός· πάθος γὰρ ἥ τε δίψα καὶ ἡ γεῦσις. Εἰ δὲ οὐ καθὸ Θεός, πάντως καθὸ ἄνθρωπος ἐδίψησε καί θελητικὸς ἦν καί καθό ἄνθρωπος. Καὶ ὁ μακάριος δὲ Παῦλος ὁ ἀπόστολος· «Γενόμενος», φησίν, «ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ». Ἡ ὑπακοὴ τοῦ ὄντος θελήματός ἐστιν ὑποταγή, ἤ τοῦ μὴ ὄντος· οὐ γὰρ τὸ ἄλογον ὑπήκοον ἢ παρήκοον λέξομεν· ὑπήκοος δὲ γενόμενος τῷ Πατρὶ ὁ Κύριος οὐ καθὸ Θεὸς γέγονεν, ἀλλὰ καθὸ ἄνθρωπος. «Καθὸ γὰρ Θεὸς οὔτε ὑπήκοος οὔτε παρήκοος· τῶν ὑπὸ χεῖρα γὰρ ταῦτα», καθὼς ὁ θεηγόρος ἔφη Γρηγόριος. Θελητικὸς ἄρα καὶ καθὸ ἄνθρωπος ὁ Χριστός. Φυσικὸν δὲ τὸ θέλημα λέγοντες, οὐκ ἠναγκασμένον τοῦτό φαμεν, ἀλλ ̓ αὐτεξούσιον· εἰ γὰρ λογικόν, πάντως καὶ αὐτεξούσιον. Οὐ μόνον γὰρ ἡ θεία καὶ ἄκτιστος φύσις οὐδὲν ἠναγκασμένον ἔχει, ἀλλ ̓ οὐδὲ ἡ νοερὰ καὶ κτιστή. Τοῦτο δὲ δῆλον· φύσει γὰρ ὢν ἀγαθὸς ὁ Θεὸς καὶ φύσει δημιουργὸς καὶ φύσει Θεὸς οὐκ ἀνάγκῃ ταῦτά ἐστι· τίς γὰρ ὁ τὴν ἀνάγκην ἐπάγων; Δεῖ δὲ εἰδέναι, ὡς αὐτεξουσιότης ὁμωνύμως λέγεται, ἄλλως μὲν ἐπὶ Θεοῦ, ἄλλως δὲ ἐπὶ ἀγγέλων, καὶ ἄλλως ἐπὶ ἀνθρώπων. Ἐπὶ Θεοῦ μὲν γὰρ ὑπερουσίως, ἐπὶ δὲ ἀγγέλων ὡς συντρεχούσης τῇ ἕξει τῆς προχειρήσεως καὶ παρενθήκην ὅλως χρόνου μὴ παραδεχομένης· ἔχων γὰρ φυσικῶς τὸ αὐτεξούσιον ἀπαρεμποδίστως τούτῳ κέχρηται, μηδὲ τὴν ἐκ σώματος ἀντιπάθειαν ἔχων μηδὲ τὸν προσβάλλοντα. Ἐπὶ δὲ ἀνθρώπων ὡς χρονικῶς τῆς ἕξεως προεπινοουμένης τῆς ἐγχειρήσεως· αὐτεξούσιος μὲν γάρ ἐστιν ὁ ἄνθρωπος καὶ φυσικῶς ἔχει τὸ αὐτεξούσιον, ἔχει δὲ καὶ τὴν ἐκ τοῦ Διαβόλου προσβολὴν καὶ τὴν τοῦ σώματος κίνησιν. Διὰ οὖν τὴν προσβολὴν καὶ τὸ βάρος τοῦ σώματος ἐφυστερίζει ἡ προχείρησις τῆς ἕξεως. Εἰ οὖν θέλων ὁ Ἀδὰμ ὑπήκουσε καὶ θελήσας ἔφαγεν, ἄρα πρωτοπαθὴς ἐν ἡμῖν ἡ θέλησις· εἰ δὲ πρωτοπαθὴς ἡ θέλησις, ταύτην δὲ μετὰ τῆς φύσεως ὁ Λόγος σαρκωθεὶς οὐκ ἀνέλαβεν, οὐκ ἄρα ἔξω τῆς ἁμαρτίας γεγόναμεν. Ἔτι δὲ εἰ ἔργον αὐτοῦ ἡ αὐτεξούσιος τῆς φύσεως ὑπάρχει δύναμις, ταύτην δὲ οὐκ ἀνέλαβεν, ἢ καταγνοὺς τῆς οἰκείας δημιουργίας ὡς οὐ καλῆς ἢ φθονήσας ἡμῖν τῆς κατ ̓ αὐτὴν θεραπείας, ἡμᾶς μὲν τῆς παντελοῦς ἀποστερῶν θεραπείας, ἑαυτὸν δὲ ὑπὸ πάθος ὄντα δεικνὺς τῷ μὴ θέλειν ἢ τῷ μὴ δύνασθαι τελείως σῴζειν. Ἀδύνατον δὲ ἕν τι σύνθετον ἐκ τῶν δύο θελημάτων λέγειν, ὥσπερ ἐκ τῶν φύσεων σύνθετον τὴν ὑπόστασιν. Πρῶτον μὲν ὅτι αἱ συνθέσεις τῶν ἐν ὑποστάσει ὄντων καὶ οὐ τῶν ἑτέρῳ λόγῳ καὶ οὐκ ἰδίῳ θεωρουμένων εἰσί· δεύτερον δέ, ὅτι, εἰ τῶν θελημάτων καὶ ἐνεργειῶν σύνθεσιν λέξομεν, καὶ τῶν ἄλλων φυσικῶν ἰδιωμάτων σύνθεσιν εἰπεῖν ἀναγκασθησόμεθα, τοῦ ἀκτίστου καὶ τοῦ κτιστοῦ, τοῦ ἀοράτου καὶ ὁρατοῦ καὶ τῶν τοιούτων. Πῶς δὲ καὶ τὸ ἐκ τῶν θελημάτων σύνθετον θέλημα προσαγορευθήσεται; Ἀδύνατον γὰρ τὸ σύνθετον τῇ τῶν συντεθέντων ὀνομάζεσθαι προσηγορίᾳ, ἐπεὶ καὶ τὸ ἐκ τῶν φύσεων σύνθετον φύσιν προσαγορεύσομεν καὶ οὐχ ὑπόστασιν; Ἔτι δὲ καὶ εἰ ἓν σύνθετον θέλημα ἐπὶ Χριστοῦ λέξομεν, θελήματι τοῦ Πατρὸς αὐτὸν χωρίζομεν· οὐ γὰρ σύνθετον τὸ τοῦ Πατρὸς θέλημα. Λείπεται τοίνυν εἰπεῖν μόνην τὴν ὑπόστασιν τοῦ Χριστοῦ σύνθετον καὶ κοινὴν, ὥσπερ τῶν φύσεων, οὕτω καὶ τῶν φυσικῶν αὐτοῦ. Γνώμην δὲ καὶ προαίρεσιν ἐπὶ τοῦ Κυρίου λέγειν ἀδύνατον, εἴπερ κυριολεκτεῖν βουλόμεθα. Ἡ γνώμη γὰρ μετὰ τὴν περὶ τοῦ ἀγνοουμένου ζήτησιν καὶ βούλευσιν, ἤτοι βουλὴν καὶ κρίσιν πρὸς τὸ κριθέν ἐστι διάθεσις· μεθ ̓ ἣν ἡ προαίρεσις ἐκλεγομένη καὶ αἱρουμένη πρὸ τοῦ ἑτέρου τὸ ἕτερον. Ὁ δὲ Κύριος οὐ ψιλὸς ὢν ἄνθρωπος ἀλλὰ καὶ Θεὸς καὶ πάντα εἰδὼς ἀνενδεὴς σκέψεως καὶ ζητήσεως καὶ βουλῆς ὑπῆρχε καὶ κρίσεως καὶ φυσικῶς τήν τε πρὸς τὸ καλὸν εἶχεν οἰκείωσιν καὶ τὴν πρὸς τὸ κακὸν ἀλλοτρίωσιν. Οὕτω γοῦν καὶ Ἡσαΐας φησίν, ὅτι «πρὶν ἢ γνῶναι τὸ παιδίον ἢ προελέσθαι πονηρά, ἐκλέξεται τὸ ἀγαθόν· διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν». Τὸ γὰρ «πρὶν» δηλοῖ, ὅτι οὐ καθ ̓ ἡμᾶς ζητήσας καὶ βουλευσάμενος, ἀλλὰ Θεὸς ὢν καὶ θεϊκῶς καὶ τὸ κατὰ σάρκα ὑποστάς, τουτέστι καθ ̓ ὑπόστασιν ἡνωμένος τῇ σαρκί, αὐτῷ τῷ εἶναι καὶ τὸ πάντα εἰδέναι τὸ ἐκ φύσεως εἶχεν ἀγαθόν· φυσικαὶ γάρ εἰσιν αἱ ἀρεταὶ καὶ φυσικῶς καὶ ἐπίσης πᾶσιν ἐνυπάρχουσιν, εἰ καὶ μὴ πάντες ἐπίσης ἐνεργοῦμεν τὰ τῆς φύσεως· ἐκ τοῦ κατὰ φύσιν γὰρ εἰς τὸ παρὰ φύσιν διὰ τῆς παραβάσεως ἠλάσαμεν. Ὁ δὲ Κύριος ἐκ τοῦ παρὰ φύσιν εἰς τὸ κατὰ φύσιν ἡμᾶς ἐπανήγαγε· τοῦτο γάρ ἐστι τὸ «κατ ̓ εἰκόνα καὶ καθ ̓ ὁμοίωσιν». Καὶ ἡ ἄσκησις δὲ καὶ οἱ ταύτης πόνοι οὐ πρὸς τὸ ἐπικτήσασθαι τὴν ἀρετὴν ἔξωθεν ἐπείσακτον οὖσαν ἐπενοήθησαν, ἀλλὰ πρὸς τὸ τὴν ἐπείσακτον καὶ παρὰ φύσιν κακίαν ἀποβαλέσθαι, ὥσπερ καὶ τὸν τοῦ σιδήρου ἰὸν οὐ φυσικὸν ὄντα, ἀλλ ̓ ἐξ ἀμελείας ἐπιγενόμενον, διὰ μόχθου ἀποβάλλοντες τὴν φυσικὴν τοῦ σιδήρου λαμπρότητα ἐμφανίζομεν. Ἰστέον δέ, ὡς τὸ τῆς γνώμης ὄνομα πολύτροπον καὶ πολυσήμαντόν ἐστι. Ποτὲ μὲν γὰρ δηλοῖ τὴν παραίνεσιν, ὥς φησιν ὁ θεῖος ἀπόστολος· «Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι·» ποτὲ δὲ βουλήν, ὡς ὅταν φησὶν ὁ προφήτης Δαυίδ· «Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην», ποτὲ δὲ ψῆφον, ὡς ὁ Δανιήλ· «Περὶ τίνος ἐξῆλθεν ἡ γνώμη ἡ ἀναιδὴς αὕτη;»· ποτὲ δὲ ἐπὶ πίστεως ἢ δόξης ἢ φρονήματος, καὶ ἁπλῶς εἰπεῖν, κατὰ εἴκοσιν ὀκτὼ σημαινόμενα λαμβάνεται τὸ τῆς γνώμης ὄνομα.

ΚΕΦΑΛΑΙΟN 59. Περὶ ἐνεργειῶν τῶν ἐν τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ

Δύο δὲ καὶ τὰς ἐνεργείας φαμὲν ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Εἶχε γὰρ, ὡς μὲν Θεὸς καὶ τῷ Πατρὶ ὁμοούσιος, τὴν θείαν ἐνέργειαν, καὶ ὡς ἄνθρωπος γενόμενος καὶ ἡμῖν ὁμοούσιος τῆς ἀνθρωπίνης φύσεως τὴν ἐνέργειαν. Ἰστέον δέ, ὡς ἄλλο ἐστὶν ἐνέργεια καὶ ἄλλο ἐνεργητικὸν καὶ ἄλλο ἐνέργημα καὶ ἄλλο ἐνεργῶν. Ἐνέργεια μὲν οὖν ἐστιν ἡ δραστικὴ καὶ οὐσιώδης τῆς φύσεως κίνησις· ἐνεργητικὸν δὲ ἡ φύσις, ἐξ ἧς ἡ ἐνέργεια πρόεισιν· ἐνέργημα δὲ τὸ τῆς ἐνεργείας ἀποτέλεσμα· ἐνεργῶν δὲ ὁ κεχρημένος τῇ ἐνεργείᾳ, ἤτοι ἡ ὑπόστασις. Λέγεται δὲ καὶ ἡ ἐνέργεια ἐνέργημα, καὶ τὸ ἐνέργημα ἐνέργεια, ὡς καὶ τὸ κτίσμα κτίσις· οὕτω γάρ φαμέν· πᾶσα ἡ κτίσις, τὰ κτίσματα δηλοῦντες. Ἰστέον, ὡς ἡ ἐνέργεια κίνησίς ἐστι καὶ ἐνεργεῖται μᾶλλον ἢ ἐνεργεῖ, καθώς φησιν ὁ θεηγόρος Γρηγόριος ἐν τῷ περὶ τοῦ Ἁγίου Πνεύματος λόγῳ· «Εἰ δὲ ἐνέργειά ἐστιν, ἐνεργηθήσεται δηλονότι καὶ οὐκ ἐνεργήσει καὶ ὁμοῦ τῷ ἐνεργηθῆναι παύσεται». Δεῖ δὲ γινώσκειν, ὅτι αὐτὴ ἡ ζωὴ ἐνέργειά ἐστι καὶ ἡ τροπὴ τοῦ ζῴου ἐνέργεια, καὶ πᾶσα ἡ τοῦ ζῴου οἰκονομία, ἥ τε θρεπτικὴ καὶ αὐξητικὴ, ἤγουν φυτικὴ, καὶ ἡ καθ ̓ ὁρμὴν κίνησις, ἤγουν αἰσθητικὴ καὶ ἡ νοερὰ καὶ αὐτεξούσιος κίνησις. Δυνάμεως δὲ ἀποτέλεσμα ἡ ἐνέργεια. Εἰ οὖν ταῦτα πάντα θεωροῦμεν ἐν τῷ Χριστῷ, ἄρα καὶ ἀνθρωπίνην ἐνέργειαν ἐπ ̓ αὐτοῦ φήσομεν. Ἐνέργεια λέγεται τὸ πρῶτον ἐν ἡμῖν συνιστάμενον νόημα· καὶ ἔστιν ἁπλῆ καὶ ἄσχετος ἐνέργεια τοῦ νοῦ καθ ̓ αὑτὸν ἀφανῶς τὰ ἴδια νοήματα προβαλλομένου, ὧν χωρὶς οὐδὲ νοῦς ἂν κληθείη δικαίως. Λέγεται δὲ πάλιν ἐνέργεια καὶ ἡ διὰ τῆς προφορᾶς τοῦ λόγου φανέρωσις καὶ ἐξάπλωσις τῶν νενοημένων. Αὕτη δὲ οὐκέτι ἄσχετός ἐστι καὶ ἁπλῆ, ἀλλ ̓ ἐν σχέσει θεωρουμένη ἐκ νοήματος καὶ λόγου συντεθειμένη. Καὶ αὐτὴ δὲ ἡ σχέσις, ἣν ἔχει ὁ ποιῶν πρὸς τὸ γινόμενον, ἐνέργειά ἐστι· καὶ αὐτὸ τὸ ἀποτελούμενον ἐνέργεια λέγεται. Καὶ τὸ μέν ἐστι ψυχῆς μόνης, τὸ δὲ ψυχῆς σώματι κεχρημένης, τὸ δὲ σώματος νοερῶς ἐψυχωμένου, τὸ δὲ ἀποτέλεσμα· ὁ νοῦς γὰρ προθεωρήσας τὸ ἐσόμενον οὕτω διὰ τοῦ σώματος ἐργάζεται. Τῆς ψυχῆς τοίνυν ἐστὶν ἡ ἡγεμονία· κέχρηται γὰρ ὡς ὀργάνῳ τῷ σώματι, ἄγουσα τοῦτο καὶ ἰθύνουσα. Ἑτέρα δέ ἐστιν ἡ τοῦ σώματος ἐνέργεια, ἀγομένου ὑπὸ τῆς ψυχῆς καὶ κινουμένου. Τὸ δὲ ἀποτέλεσμα τοῦ μὲν σώματος ἡ ἁφὴ καὶ ἡ κράτησις καὶ ἡ τοῦ ποιουμένου οἱονεὶ περιένεξις, τῆς δὲ ψυχῆς ἡ τοῦ γινομένου οἱονεὶ μόρφωσις καὶ σχηματισμός. Οὕτω καὶ περὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἡ μὲν τῶν θαυμάτων δύναμις τῆς θεότητος αὐτοῦ ὑπῆρχεν ἐνέργεια, ἡ δὲ χειρουργία καὶ τὸ θελῆσαι καὶ τὸ εἰπεῖν «θέλω, καθαρίσθητι», τῆς ἀνθρωπότητος αὐτοῦ ὑπῆρχεν ἐνέργεια. Ἀποτέλεσμα δὲ τῆς μὲν ἀνθρωπίνης ἡ τῶν ἄρτων κλάσις, τὸ ἀκοῦσαι τὸν λεπρόν, τὸ «θέλω», τῆς δὲ θείας ὁ τῶν ἄρτων πληθυσμὸς καὶ ἡ τοῦ λεπροῦ κάθαρσις. Δι ̓ ἀμφοτέρων γάρ, διά τε τῆς ψυχικῆς ἐνεργείας καὶ τοῦ σώματος, μίαν καὶ τὴν αὐτὴν συγγενῆ καὶ ἴσην ἐνεδείκνυτο αὐτοῦ τὴν θείαν ἐνέργειαν. Ὥσπερ γὰρ τὰς φύσεις ἡνωμένας γινώσκομεν καὶ τὴν ἐν ἀλλήλαις ἐχούσας περιχώρησιν καὶ τὴν τούτων διαφορὰν οὐκ ἀρνούμεθα, ἀλλὰ καὶ ἀριθμοῦμεν καὶ ἀδιαιρέτους ταύτας γινώσκομεν, οὕτω καὶ τῶν θελημάτων καὶ τῶν ἐνεργειῶν καὶ τὸ συναφὲς γινώσκομεν καὶ τὸ διάφορον ἐπιγινώσκομεν καὶ ἀριθμοῦμεν καὶ διαίρεσιν οὐκ εἰσάγομεν· ὃν τρόπον γὰρ ἡ σὰρξ καὶ τεθέωται καὶ μεταβολὴν τῆς οἰκείας οὐ πέπονθε φύσεως, τὸν αὐτὸν τρόπον καὶ τὸ θέλημα καὶ ἡ ἐνέργεια καὶ τεθέωνται καὶ τῶν οἰκείων οὐκ ἐξίστανται ὅρων· εἷς γάρ ἐστιν ὁ τοῦτο κἀκεῖνο ὤν, καὶ οὕτως κἀκείνως, ἤτοι θεϊκῶς τε καὶ ἀνθρωπίνως θέλων καὶ ἐνεργῶν. Δύο τοίνυν τὰς ἐνεργείας ἐπὶ Χριστοῦ λέγειν ἀναγκαῖον διὰ τὸ διττὸν τῆς φύσεως· ὧν γὰρ ἡ φύσις παρηλλαγμένη, τούτων διάφορος ἡ ἐνέργεια, καὶ ὧν ἡ ἐνέργεια παρηλλαγμένη, τούτων ἡ φύσις διάφορος. Καὶ τὸ ἀνάπαλιν· ὧν ἡ φύσις ἡ αὐτή, τούτων καὶ ἡ ἐνέργεια ἡ αὐτή, καὶ ὧν ἡ ἐνέργεια μία, τούτων καὶ ἡ οὐσία μία, κατὰ τοὺς θεηγόρους πατέρας. Ἀνάγκη τοίνυν δυοῖν θάτερον ἢ μίαν ἐνέργειαν ἐπὶ Χριστοῦ λέγοντας μίαν λέγειν καὶ τὴν οὐσίαν ἤ, εἴπερ τῆς ἀληθείας ἐχόμεθα καὶ δύο τὰς οὐσίας εὐαγγελικῶς τε καὶ πατρικῶς ὁμολογοῦμεν, δύο καὶ τὰς ἐνεργείας καταλλήλως αὐτοῖς ἑπομένους συνομολογεῖν· ὁμοούσιος γὰρ ὢν τῷ Θεῷ καὶ Πατρὶ κατὰ τὴν θεότητα ἴσος ἔσται καὶ κατὰ τὴν ἐνέργειαν· ὁμοούσιος δὲ ὢν ἡμῖν ὁ αὐτὸς κατὰ τὴν ἀνθρωπότητα, ἴσος ἔσται καὶ κατὰ τὴν ἐνέργειαν. Φησὶ γοῦν ὁ μακάριος Γρηγόριος, ὁ Νυσαέων ἐπίσκοπος· «Ὧν δὲ ἡ ἐνέργεια μία, τούτων πάντως καὶ ἡ δύναμις ἡ αὐτή· πᾶσα γὰρ ἐνέργεια δυνάμεώς ἐστιν ἀποτέλεσμα». Ἀδύνατον δὲ ἀκτίστου καὶ κτιστῆς φύσεως μίαν φύσιν ἢ δύναμιν ἢ ἐνέργειαν εἶναι. Εἰ δὲ μίαν Χριστοῦ τὴν ἐνέργειαν εἴποιμεν, τῇ τοῦ Λόγου θεότητι προσάψομεν τῆς νοερᾶς ψυχῆς τὰ πάθη, φόβον φημὶ καὶ λύπην καὶ ἀγωνίαν. Εἰ δὲ λέγοιεν, ὡς περὶ τῆς Ἁγίας Τριάδος διαλεγόμενοι οἱ πατέρες οἱ ἅγιοι ἔφασαν· «ὧν ἡ οὐσία μία, τούτων καὶ ἡ ἐνέργεια, καὶ ὧν διάφορος ἡ οὐσία, τούτων διάφορος καὶ ἡ ἐνέργεια», καὶ ὡς οὐ χρὴ τὰ τῆς «θεολογίας» ἐπὶ τὴν «οἰκονομίαν» μετάγειν, ἐροῦμεν· εἰ ἐπὶ τῆς «θεολογίας» μόνον εἴρηται τοῖς πατράσι, καὶ οὐκ ἔτι μετὰ τὴν σάρκωσιν τῆς αὐτῆς ἐνεργείας ὁ Υἱὸς τῷ Πατρὶ οὐδὲ τῆς αὐτῆς ἔσται οὐσίας. Τίνι δὲ ἀπονεμοῦμεν τὸ «ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι», καὶ· «ἃ βλέπει τὸν Πατέρα ποιοῦντα, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ», καὶ· «εἰ ἐμοὶ οὐ πιστεύετε, τοῖς ἔργοις μου πιστεύσατε», καὶ· «τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ», καὶ· «ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱός, οὓς θέλει, ζωοποιεῖ»; Ταῦτα γὰρ πάντα οὐ μόνον ὁμοούσιον καὶ μετὰ σάρκωσιν τῷ Πατρὶ δείκνυσιν αὐτόν, ἀλλὰ καὶ τῆς αὐτῆς ἐνεργείας. Καὶ πάλιν· Εἰ ἡ περὶ τὰ ὄντα πρόνοια οὐ μόνον Πατρὸς καὶ Ἁγίου Πνεύματος, ἀλλὰ καὶ τοῦ Υἱοῦ ἐστι καὶ μετὰ σάρκωσιν, ἐνέργεια δὲ τοῦτό ἐστιν· ἄρα καὶ μετὰ σάρκωσιν τῆς αὐτῆς ἐστιν ἐνεργείας τῷ Πατρί. Εἰ δέ ἐκ τῶν θαυμάτων τῆς αὐτῆς οὐσίας ὄντα τῷ Πατρὶ τὸν Χριστὸν ἔγνωμεν, ἐνέργεια δὲ Θεοῦ τυγχάνει τὰ θαύματα, ἄρα καὶ μετὰ σάρκωσιν τῆς αὐτῆς ἐνεργείας ἐστὶ τῷ Πατρί. Εἰ δὲ μία ἐνέργεια τῆς θεότητος αὐτοῦ καὶ τῆς σαρκὸς αὐτοῦ, σύνθετος ἔσται, καὶ ἔσται ἢ ἑτέρας ἐνεργείας παρὰ τὸν Πατέρα ἢ καὶ ὁ Πατὴρ συνθέτου ἐνεργείας ἔσται. Εἰ δὲ συνθέτου ἐνεργείας, δῆλον ὅτι καὶ φύσεως. Εἰ δὲ εἴποιεν, ὅτι τῇ ἐνεργείᾳ πρόσωπον συνεισάγεται, ἐροῦμεν, ὅτι, εἰ τῇ ἐνεργείᾳ πρόσωπον συνεισάγεται, κατὰ τὴν εὔλογον ἀντιστροφὴν καὶ τῷ προσώπῳ ἐνέργεια συνεισαχθήσεται, καὶ ἔσονται, ὥσπερ τρία πρόσωπα, ἤτοι ὑποστάσεις, τῆς Ἁγίας Τριάδος, οὕτω καὶ τρεῖς ἐνέργειαι, ἢ ὥσπερ μία ἐνέργεια, οὕτω καὶ ἓν πρόσωπον καὶ μία ὑπόστασις. Οἱ δὲ ἅγιοι πατέρες συμφώνως εἰρήκασι τὰ τῆς αὐτῆς οὐσίας καὶ τῆς αὐτῆς εἶναι ἐνεργείας. Ἔτι δέ, εἰ τῇ ἐνεργείᾳ πρόσωπον συνεισάγεται, οἱ μήτε μίαν μήτε δύο Χριστοῦ τὰς ἐνεργείας λέγειν θεσπίσαντες, οὔτε ἓν πρόσωπον αὐτοῦ λέγειν οὔτε δύο προσέταξαν. Καὶ ἐπὶ τῆς πεπυρακτωμένης δέ μαχαίρας, ὥσπερ αἱ φύσεις σῴζονται τοῦ τε πυρὸς καὶ τοῦ σιδήρου, οὕτω καὶ αἱ δύο ἐνέργειαι καὶ τὰ τούτων ἀποτελέσματα. Ἔχει γὰρ ὁ μὲν σίδηρος τὸ τμητικόν, τὸ δὲ πῦρ τὸ καυστικόν, καὶ ἡ τομὴ μὲν τῆς τοῦ σιδήρου ἐνεργείας ἐστὶν ἀποτέλεσμα, ἡ δὲ καῦσις τοῦ πυρός· καὶ σῴζεται τὸ τούτων διάφορον ἐν τῇ κεκαυμένῃ τομῇ καὶ ἐν τῇ τετμημένῃ καύσει, εἰ καὶ μήτε ἡ καῦσις τῆς τομῆς δίχα γίγνοιτο μετὰ τὴν ἕνωσιν μήτε ἡ τομὴ δίχα τῆς καύσεως· καὶ οὔτε διὰ τὸ διττὸν τῆς φυσικῆς ἐνεργείας δύο πεπυρακτωμένας μαχαίρας φαμὲν οὔτε διὰ τὸ μοναδικὸν τῆς πεπυρακτωμένης μαχαίρας σύγχυσιν τῆς οὐσιώδους αὐτῶν διαφορᾶς ἐργαζόμεθα. Οὕτω καὶ ἐν τῷ Χριστῷ τῆς μὲν θεότητος αὐτοῦ ἡ θεία καὶ παντοδύναμος ἐνέργεια, τῆς δὲ ἀνθρωπότητος αὐτοῦ ἡ καθ ̓ ἡμᾶς. Ἀποτέλεσμα δὲ τῆς μὲν ἀνθρωπίνης τὸ κρατηθῆναι τὴν χεῖρα τοῦ παιδὸς καὶ ἑλκυσθῆναι, τῆς δὲ θείας ἡ ζωοποίησις. Ἄλλο γὰρ τοῦτο, κἀκεῖνο ἕτερον, εἰ καὶ ἀλλήλων ἀχώριστοι ὑπάρχουσιν ἐν τῇ θεανδρικῇ ἐνεργείᾳ. Εἰ διὰ τὸ μίαν εἶναι τὴν τοῦ Κυρίου ὑπόστασιν μία ἔσται καὶ ἡ ἐνέργεια, διὰ τὴν μίαν ὑπόστασιν μία ἔσται καὶ ἡ οὐσία. Καὶ πάλιν· εἰ μίαν ἐνέργειαν ἐπὶ τοῦ Κυρίου εἴποιμεν, ἢ θείαν ταύτην λέξομεν ἢ ἀνθρωπίνην ἢ οὐδετέραν. Ἀλλ ̓ εἰ μὲν θείαν, Θεὸν αὐτὸν μόνον γυμνὸν τῆς καθ ̓ ἡμᾶς ἀνθρωπότητος λέξομεν. Εἰ δὲ ἀνθρωπίνην, ψιλὸν αὐτὸν ἄνθρωπον βλασφημήσομεν. Εἰ δὲ οὐδὲ θείαν οὐδὲ ἀνθρωπίνην, οὐδὲ Θεὸν οὐδὲ ἄνθρωπον, οὐδὲ τῷ Πατρὶ οὐδὲ ἡμῖν ὁμοούσιον· ἐκ γὰρ τῆς ἑνώσεως ἡ καθ ̓ ὑπόστασιν ταυτότης γέγονεν, οὐ μὴν δὲ καὶ ἡ διαφορὰ τῶν φύσεων ἀνῄρηται. Τῆς δὲ διαφορᾶς σῳζομένης τῶν φύσεων, σωθήσονται δηλαδὴ καὶ αἱ τούτων ἐνέργειαι· οὐ γάρ ἐστι φύσις ἀνενέργητος. Εἰ μία τοῦ Δεσπότου Χριστοῦ ἡ ἐνέργεια, ἢ κτιστὴ ἔσται ἢ ἄκτιστος· μέσον γὰρ τούτων οὐκ ἔστιν ἐνέργεια, ὥσπερ οὐδὲ φύσις. Εἰ οὖν κτιστή, κτιστὴν μόνην δηλώσει φύσιν· εἰ δὲ ἄκτιστος, ἄκτιστον μόνην χαρακτηρίσει οὐσίαν. Δεῖ γὰρ πάντως κατάλληλα ταῖς φύσεσιν εἶναι τὰ φυσικά· ἀδύνατον γὰρ ἐλλιποῦς φύσεως ὕπαρξιν εἶναι. Ἡ δὲ κατὰ φύσιν ἐνέργεια οὐ τῶν ἐκτὸς ὑπάρχει, καὶ δῆλον, ὅτι οὔτε εἶναι οὔτε γινώσκεσθαι τὴν φύσιν δυνατὸν ἄνευ τῆς κατά φύσιν ἐνεργείας· δι ̓ ὧν γὰρ ἐνεργεῖ ἕκαστον, τὴν οἰκείαν φύσιν πιστοῦται, ὅπερ ἐστὶ μὴ τρεπόμενον. Εἰ μία Χριστοῦ ἡ ἐνέργεια, ἡ αὐτὴ τῶν θείων καὶ τῶν ἀνθρωπίνων ποιητική. Οὐδὲν δὲ τῶν ὄντων ἐν τοῖς κατὰ φύσιν μένον τὰ ἐναντία ποιεῖν δύναται· οὐ γὰρ τὸ πῦρ ψύχει καὶ θερμαίνει, οὐδὲ ξηραίνει καὶ ὑγραίνει τὸ ὕδωρ. Πῶς οὖν ὁ φύσει ὢν Θεὸς καὶ φύσει γενόμενος ἄνθρωπος τά τε θαύματα καὶ τὰ πάθη μιᾷ ἐνεργείᾳ ἐπετέλεσεν; Εἰ οὖν ἔλαβεν ὁ Χριστὸς νοῦν ἀνθρώπινον, ἤγουν ψυχὴν νοεράν τε καὶ λογικήν, διανοηθήσεται πάντως καὶ ἀεὶ διανοηθήσεται· ἐνέργεια δὲ νοῦ ἡ διάνοια. Ἄρα καὶ καθὸ ἄνθρωπος ἐνεργὴς ὁ Χριστὸς καὶ ἀεὶ ἐνεργής. Ὁ δὲ μέγας ἅγιος Ἰωάννης ὁ Χρυσόστομος ἐν τῇ ἑρμηνείᾳ τῶν Πράξεων, δευτέρῳ λόγῳ, οὕτω φησίν· «Οὐκ ἂν τις ἁμάρτοι καὶ τὸ πάθος αὐτοῦ πρᾶξιν καλέσας· ἐν τῷ γὰρ τὰ πάντα παθεῖν ἐποίησε τὸ μέγα καὶ θαυμαστὸν ἐκεῖνο ἔργον τὸν θάνατον καταλύσας καὶ τὰ ἄλλα πάντα ἐργασάμενος». Εἰ πᾶσα ἐνέργεια φύσεώς τινος οὐσιώδης ὁρίζεται κίνησις, ὡς οἱ περὶ ταῦτα δεινοὶ διειλήφασι, ποῦ φύσιν τις εἶδεν ἀκίνητον ἢ παντελῶς ἀνενέργητον ἢ ἐνέργειαν εὕρηκεν οὐ φυσικῆς δυνάμεως ὑπάρχουσαν κίνησιν; Μίαν δὲ φυσικὴν τὴν ἐνέργειαν Θεοῦ καὶ ποιήματος οὐκ ἄν τις εὖ φρονῶν δοίη κατὰ τὸν μακάριον Κύριλλον· οὐδὲ ζωοποιεῖ τὸν Λάζαρον ἡ ἀνθρωπίνη φύσις, οὐδὲ δακρύει ἡ θεϊκὴ ἐξουσία· τὸ μὲν γὰρ δάκρυον τῆς ἀνθρωπότητος ἴδιον, ἡ δὲ ζωὴ τῆς ἐνυποστάτου ζωῆς. Ἀλλ ̓ ὅμως κοινῶς ἀμφοτέρων ἑκάτερα διὰ τὸ ταὐτὸν τῆς ὑποστάσεως. Εἷς μὲν γάρ ἐστιν ὁ Χριστὸς καὶ ἓν αὐτοῦ τὸ πρόσωπον, ἤτοι ἡ ὑπόστασις, ἀλλ ̓ ὅμως ἔχει δύο φύσεις, τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος αὐτοῦ. Ἐκ μὲν οὖν τῆς θεότητος ἡ δόξα φυσικῶς προϊοῦσα ἑκατέρου κοινὴ διὰ τὴν τῆς ὑποστάσεως ἐγένετο ταυτότητα, ἐκ δὲ τῆς σαρκὸς τὰ ταπεινὰ ἑκατέρῳ κοινά· εἷς γάρ ἐστι καὶ ὁ αὐτὸς ὁ τοῦτό τε κἀκεῖνο ὤν, ἤτοι Θεὸς καὶ ἄνθρωπος, καὶ τοῦ αὐτοῦ, τά τε τῆς θεότητος καὶ τὰ τῆς ἀνθρωπότητος· τὰς μὲν γὰρ θεοσημίας ἡ θεότης εἰργάζετο, ἀλλ ̓ οὐ δίχα τῆς σαρκός, τὰ δὲ ταπεινὰ ἡ σάρξ, ἀλλ ̓ οὐ χωρὶς τῆς θεότητος. Καὶ πασχούσῃ γὰρ τῇ σαρκὶ συνημμένη ἦν ἡ θεότης ἀπαθὴς διαμένουσα καὶ τὰ πάθη ἐκτελοῦσα σωτήρια, καὶ ἐνεργούσῃ τῇ τοῦ Λόγου θεότητι συνημμένος ἦν ὁ ἅγιος νοῦς νοῶν καὶ εἰδὼς τὰ τελούμενα. Τῶν μὲν οὖν οἰκείων αὐχημάτων ἡ θεότης τῷ σώματι μεταδίδωσιν, αὐτὴ δὲ τῶν τῆς σαρκὸς παθῶν διαμένει ἀμέτοχος. Οὐ γάρ, ὥσπερ διὰ τῆς σαρκὸς ἡ θεότης τοῦ Λόγου ἐνήργει, οὕτω καὶ διὰ τῆς θεότητος ἡ σὰρξ αὐτοῦ ἔπασχεν· ὄργανον γὰρ ἡ σὰρξ τῆς θεότητος ἐχρημάτισεν. Εἰ καὶ τοίνυν ἐξ ἄκρας συλλήψεως οὐδ ̓ ὁτιοῦν διῃρημένον ἦν τῆς ἑκατέρας μορφῆς, ἀλλ ̓ ἑνὸς προσώπου αἱ τοῦ παντὸς χρόνου πράξεις ἑκατέρας μορφῆς γεγόνασιν, ὅμως αὐτά, ἅπερ ἀχωρίστως γεγένηνται, κατ ̓ οὐδένα τρόπον συγχέομεν, ἀλλά, τί ποίας εἴη μορφῆς, ἐκ τῆς τῶν ἔργων ποιότητος αἰσθανόμεθα. Ἐνεργεῖ τοίνυν ὁ Χριστὸς καθ ̓ ἑκατέραν αὐτοῦ τῶν φύσεων, καὶ «ἐνεργεῖ ἑκατέρα φύσις ἐν αὐτῷ μετὰ τῆς θατέρου κοινωνίας», τοῦ μὲν Λόγου κατεργαζομένου, ἅπερ ἐστὶ τοῦ Λόγου, διὰ τὴν αὐθεντίαν καὶ ἐξουσίαν τῆς θεότητος, ὅσα ἐστὶν ἀρχικὰ καὶ βασιλικά, τοῦ δὲ σώματος ἐκτελοῦντος, ὅσα ἐστὶ τοῦ σώματος, πρὸς τὸ βούλημα τοῦ ἑνωθέντος αὐτῷ Λόγου, οὗ καὶ γέγονεν ἴδιον. Οὐ γὰρ ἀφ ̓ ἑαυτοῦ πρὸς τὰ φυσικὰ πάθη τὴν ὁρμὴν ἐποιεῖτο οὐδ ̓ αὐτὴν ἐκ τῶν λυπηρῶν ἀφορμὴν καὶ παραίτησιν ἢ τὰ ἔξωθεν προσπίπτοντα ἔπασχεν, ἀλλ ̓ ἐκινεῖτο κατὰ τὴν ἀκολουθίαν τῆς φύσεως, τοῦ Λόγου θέλοντος καὶ παραχωροῦντος οἰκονομικῶς πάσχειν αὐτὸ καὶ πράττειν τὰ ἴδια, ἵνα διὰ τῶν ἔργων τῆς φύσεως πιστωθῇ ἡ ἀλήθεια. Ὥσπερ δὲ ὑπὲρ οὐσίαν οὐσιώθη ἐκ Παρθένου κυηθείς, οὕτω καὶ ὑπὲρ ἄνθρωπον τὰ ἀνθρώπων ἐνήργει ἐπὶ ἀστάτου ὕδατος γηΐνοις ποσὶ πορευόμενος οὐ γεωθέντος τοῦ ὕδατος, ἀλλὰ τῆς θεότητος ὑπερφυεῖ δυνάμει συνισταμένου πρὸς τὸ ἀδιάχυτον καὶ βάρει ὑλικῶν ποδῶν μὴ ὑπείκοντος. Οὐκ ἀνθρωπίνως γὰρ ἔπραττε τὰ ἀνθρώπινα (οὐ γὰρ ἄνθρωπος μόνον, ἀλλὰ καὶ Θεός· ὅθεν καὶ τὰ τούτου πάθη ζωοποιὰ καὶ σωτήρια), οὐδὲ θεϊκῶς ἐνήργει τὰ θεῖα (οὐ γὰρ Θεὸς μόνον, ἀλλὰ καὶ ἄνθρωπος· ὅθεν δι ̓ ἁφῆς καὶ λόγου καὶ τῶν τοιούτων τὰς θεοσημίας εἰργάζετο). Εἰ δὲ λέγοι τις, ὡς «οὐκ ἐπ ̓ ἀναιρέσει τῆς ἀνθρωπίνης ἐνεργείας μίαν ἐνέργειαν ἐπὶ Χριστοῦ λέγομεν, ἀλλ ̓ ἐπειδὴ ἀντιδιαστελλομένη τῇ θείᾳ ἐνεργείᾳ πάθος λέγεται ἡ ἀνθρωπίνη ἐνέργεια, κατὰ τοῦτο μίαν ἐνέργειαν ἐπὶ Χριστοῦ λέγομεν, ἐροῦμεν· κατὰ τοῦτον τὸν λόγον καὶ οἱ μίαν φύσιν λέγοντες οὐκ ἐπ ̓ ἀναιρέσει τῆς ἀνθρωπίνης ταύτην λέγουσιν, ἀλλ ̓ ἐπειδὴ ἀντιδιαστελλομένη ἡ ἀνθρωπίνη φύσις πρὸς τὴν θείαν φύσιν παθητικὴ λέγεται. Ἡμᾶς δὲ μὴ γένοιτο τῇ πρὸς τὴν θείαν ἐνέργειαν διαστολῇ πάθος τὴν ἀνθρωπίνην προσαγορεῦσαι κίνησιν· οὐδενὸς γάρ, καθόλου φάναι, ὕπαρξις ἐκ παραθέσεως ἢ ἐκ συγκρίσεως γινώσκεται ἢ ὁρίζεται. Οὕτω γὰρ ὑπαλληλαίτια εὑρεθήσονται τὰ ὄντα πράγματα· εἰ γὰρ διὰ τὸ ἐνέργειαν εἶναι τὴν θείαν κίνησιν ἡ ἀνθρωπίνη πάθος ἐστί, πάντως καὶ διὰ τὸ ἀγαθὴν εἶναι τὴν θείαν φύσιν πονηρὰ ἔσται ἡ ἀνθρωπίνη· καὶ κατὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφὴν, διὰ τὸ πάθος λέγεσθαι τὴν ἀνθρωπίνην κίνησιν ἡ θεία κίνησις ἐνέργεια λέγεται, καὶ διὰ τὸ πονηρὰν εἶναι τὴν ἀνθρωπίνην φύσιν ἀγαθὴ ἔσται ἡ θεία». Καὶ πάντα δὲ τὰ κτίσματα οὕτως ἔσται πονηρά, καὶ ψεύσεται ὁ εἰπών· «Καὶ εἶδεν ὁ Θεὸς πάντα, ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν». Ἡμεῖς δέ φαμεν, ὅτι οἱ ἅγιοι πατέρες πολυτρόπως τὴν ἀνθρωπίνην ὠνόμασαν κίνησιν πρὸς τὰς ὑποκειμένας ἐννοίας· προσηγόρευσαν γὰρ αὐτὴν καὶ δύναμιν καὶ ἐνέργειαν καὶ διαφορὰν καὶ κίνησιν καὶ ἰδιότητα καὶ ποιότητα καὶ πάθος, οὐ κατὰ ἀντιδιαστολὴν τῆς θείας, ἀλλ ̓ ὡς συνεκτικὴν μὲν καὶ ἀναλλοίωτον δύναμιν, ἐνέργειαν δὲ ὡς χαρακτηριστικὴν καὶ τὴν ἐν πᾶσι τοῖς ὁμοειδέσιν ἀπαραλλαξίαν ἐμφαίνουσαν, διαφορὰν δὲ ὡς ἀφοριστικήν, κίνησιν δὲ ὡς ἐνδεικτικήν, ἰδιότητα δὲ ὡς συστατικὴν καὶ μόνῃ αὐτῇ καὶ οὐκ ἄλλῃ προσοῦσαν, ποιότητα δὲ ὡς εἰδοποιόν, πάθος δὲ ὡς κινουμένην· πάντα γὰρ τὰ ἐκ Θεοῦ καὶ μετὰ Θεὸν πάσχει τῷ κινεῖσθαι ὡς μὴ ὄντα αὐτοκίνησις ἢ αὐτοδύναμις· οὐ κατὰ ἀντιδιαστολὴν οὖν, ὡς εἴρηται, ἀλλὰ κατά τὸν δημιουργικῶς αὐτοῖς ἐντεθέντα παρὰ τῆς τὸ πᾶν συστησαμένης αἰτίας λόγον· ὅθεν καὶ μετὰ τῆς θείας συνεκφωνοῦντες αὐτὴν ἐνέργειαν προσηγόρευσαν. Ὁ γὰρ εἰπών· «Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας», τί ἕτερον πεποίηκεν ἢ ὁ εἰπών· «Καὶ γὰρ τεσσαράκοντα ἡμέρας ἀπόσιτος μείνας, ὕστερον ἐπείνασεν»· ἔδωκε γὰρ τῇ φύσει, ὅτε ἤθελε, τὰ ἴδια ἐνεργεῖν· ἢ οἱ διάφορον ἐν αὐτῷ φήσαντες ἐνέργειαν ἢ οἱ διπλῆν ἢ οἱ ἄλλην καὶ ἄλλην; Ταῦτα γὰρ δι ̓ ἀντωνυμίας δύο τὰς ἐνεργείας σημαίνουσι· καὶ δι ̓ ἀντωνυμίας γὰρ πολλάκις ὁ ἀριθμὸς ἐνδείκνυται καὶ διὰ τοῦ εἰπεῖν θεῖόν τε καὶ ἀνθρώπινον. Ἡ γὰρ διαφορὰ διαφερόντων ἐστὶ διαφορά· τὰ δὲ μὴ ὄντα, πῶς διοίσουσιν;

ΚΕΦΑΛΑΙΟN 60. Πρὸς τοὺς λέγοντας· εἰ δύο φύσεων καὶ ἐνεργειῶν ὁ ἄνθρωπος, ἀνάγκη ἐπὶ Χριστοῦ τρεῖς φύσεις καὶ τοσαύτας λέγειν τὰς ἐνεργείας

Ὁ μὲν καθ ̓ ἕκαστα ἄνθρωπος ἐκ δύο συγκείμενος φύσεων, ψυχῆς τε καὶ σώματος, καὶ ταύτας ἀμεταβλήτους ἔχων ἐν ἑαυτῷ δύο φύσεις εἰκότως λεχθήσεται· σῴζει γὰρ ἑκατέρων καὶ μετὰ τὴν ἕνωσιν τὴν φυσικὴν ἰδιότητα. Οὔτε γὰρ τὸ σῶμα ἀθάνατον ἀλλὰ φθαρτόν, οὔτε ἡ ψυχὴ θνητὴ ἀλλ ̓ ἀθάνατος, οὔτε τὸ σῶμα ἀόρατον, οὔτε ἡ ψυχὴ σωματικοῖς ὀφθαλμοῖς ὁρατή, ἀλλ ̓ ἡ μὲν λογικὴ καὶ νοερὰ καὶ ἀσώματος, τὸ δὲ παχύ τε καὶ ὁρατὸν καὶ ἄλογον. Οὐ μιᾶς δὲ φύσεως τὰ κατ ̓ οὐσίαν ἀντιδιαιρούμενα· οὐ μιᾶς ἄρα οὐσίας ψυχή τε καὶ σῶμα. Καὶ πάλιν· εἰ ζῷον λογικὸν θνητὸν ὁ ἄνθρωπος, πᾶς δὲ ὅρος τῶν ὑποκειμένων φύσεών ἐστι δηλωτικός, οὐ ταὐτὸν δὲ κατὰ τόν τῆς φύσεως λόγον τὸ λογικὸν τῷ θνητῷ, οὐκ ἄρα μιᾶς φύσεως εἴη ὁ ἄνθρωπος κατὰ τὸν τοῦ οἰκείου ὁρισμοῦ κανόνα. Εἰ δὲ λέγοιτό ποτε μιᾶς φύσεως ὁ ἄνθρωπος, ἀντὶ τοῦ εἴδους τὸ τῆς φύσεως παραλαμβάνεται ὄνομα λεγόντων ἡμῶν, ὅτι οὐ διαλλάττει ἄνθρωπος ἀνθρώπου κατά τινα φύσεως διαφοράν, ἀλλὰ τὴν αὐτὴν σύστασιν ἔχοντες πάντες οἱ ἄνθρωποι καὶ ἐκ ψυχῆς συντεθειμένοι καὶ σώματος καὶ δύο ἕκαστος φύσεις τελοῦντες ὑφ ̓ ἕνα πάντες ὁρισμὸν ἀνάγονται. Καὶ οὐ παράλογον τοῦτο, ὁπότε καὶ πάντων τῶν κτιστῶν, ὡς γενητῶν, μίαν φύσιν ὁ ἱερὸς Ἀθανάσιος ἔφησεν ἐν τῷ κατὰ τῶν βλασφημούντων τὸ Πνεῦμα τὸ Ἅγιον οὑτωσὶ λέγων· «Ὅτι δὲ ἄνω τῆς κτίσεώς ἐστι τὸ Πνεῦμα τὸ Ἅγιον καὶ ἄλλο μὲν παρὰ τὴν τῶν γενητῶν φύσιν, ἴδιον δὲ τῆς θεότητος, ἔξεστι πάλιν συνιδεῖν». Πᾶν γάρ, ὃ κοινῶς καὶ ἐν πολλοῖς θεωρεῖται, οὐ τινὶ μὲν πλέον, τινὶ δὲ ἔλαττον ὑπάρχον, οὐσία ὀνομάζεται. Ἐπεὶ οὖν πᾶς ἄνθρωπος ἐκ ψυχῆς ἐστι συντεθειμένος καὶ σώματος, κατὰ τοῦτο μία φύσις τῶν ἀνθρώπων λέγεται. Ἐπὶ δὲ τῆς ὑποστάσεως τοῦ Κυρίου οὐ λέγειν δυνάμεθα μίαν φύσιν· αἵ τε γὰρ φύσεις σῴζουσι καὶ μετὰ τὴν ἕνωσιν ἑκάστη τὴν φυσικὴν ἰδιότητα, καὶ εἶδος Χριστῶν οὐκ ἔστι εὑρεῖν. Οὐ γὰρ ἐγένετο ἄλλος Χριστὸς ἐκ θεότητός τε καὶ ἀνθρωπότητος, Θεός τε καὶ ἄνθρωπος ὁ αὐτός. Καὶ πάλιν· Οὐ ταὐτόν ἐστι τὸ κατ ̓ εἶδος τοῦ ἀνθρώπου ἓν καὶ τὸ κατ ̓ οὐσίαν ψυχῆς καὶ σώματος ἕν. Τὸ μὲν γὰρ κατ ̓ εἶδος τοῦ ἀνθρώπου ἓν τὴν ἐν πᾶσι τοῖς ἀνθρώποις ἀπαραλλαξίαν ἐνδείκνυται· τὸ δὲ κατ ̓ οὐσίαν ψυχῆς καὶ σώματος ἓν αὐτὸ τὸ εἶναι αὐτῶν λυμαίνεται εἰς ἀνυπαρξίαν αὐτὰ παντελῆ ἄγον· ἢ γὰρ τὸ ἓν εἰς τὴν τοῦ ἑτέρου μεταποιηθήσεται οὐσίαν ἢ ἐξ ἑτέρων ἕτερον γενήσεται καὶ ἀμφότερα τραπήσονται, ἢ ἐπὶ τῶν ἰδίων ὅρων μένοντα δύο φύσεις ἔσονται· οὐ γὰρ ταὐτὸν κατ ̓ οὐσίας λόγον τὸ σῶμα τῷ ἀσωμάτῳ. Οὐκ ἀνάγκη τοίνυν ἐπὶ τοῦ ἀνθρώπου μίαν φύσιν λέγοντας, οὐ διὰ τὸ ταὐτὸν τῆς οὐσιώδους ποιότητος ψυχῆς τε καὶ σώματος, ἀλλὰ διὰ τὸ ἀπαράλλακτον τῶν ὑπὸ τὸ εἶδος ἀναγομένων ἀτόμων μίαν καὶ ἐπὶ Χριστοῦ φύσιν λέγειν, ἔνθα εἶδος περιεκτικὸν πολλῶν ὑποστάσεων οὐκ ἔστιν. Ἔτι δὲ πᾶσα σύνθεσις ἐκ τῶν προσεχῶς συντεθέντων συντεθεῖσθαι λέγεται· οὐ γὰρ λέγομεν τὸν οἶκον ἐκ γῆς καὶ ὕδατος συντεθεῖσθαι, ἀλλ ̓ ἐκ πλίνθου καὶ ξύλων. Ἐπεὶ ἀνάγκη καὶ τὸν ἄνθρωπον λέγειν ἐκ πέντε τοὐλάχιστον συγκεῖσθαι φύσεων, ἔκ τε τῶν τεσσάρων στοιχείων καὶ ψυχῆς. Οὕτω καὶ ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὐ τὰ μέρη τῶν μερῶν σκοποῦμεν, ἀλλὰ τὰ προσεχῶς συντεθέντα, θεότητά τε καὶ ἀνθρωπότητα. Ἔτι δὲ εἰ δύο φύσεις τὸν ἄνθρωπον λέγοντες τρεῖς φύσεις ἐπί Χριστοῦ λέγειν ἀναγκασθησόμεθα, καί ὑμεῖς ἐκ δύο φύσεων τόν ἄνθρωπον λέγοντες ἐκ τριῶν τόν Χριστόν δογματίζετε φύσεων· ὁμοίως καί περί ἐνεργειῶν· κατάλληλον γάρ ἀνάγκη τῇ φύσει τήν ἐνέργειαν εἶναι. Ὅτι δέ δύο φύσεων ὁ ἄνθρωπος λέγεταί τε καί ἔστι, μάρτυς ὁ θεολόγος Γρηγόριος· «Φύσεις μέν γάρ δύο», φάσκων, «Θεός καί ἄνθρωπος· ἐπεί καί ψυχή καί σῶμα». Καί ἐν τῷ περί βαπτίσματος δέ λόγῳ τοιάδε φησί· «Διττῶν δέ ὄντων ἡμῶν ἐκ ψυχῆς καί σώματος, καί τῆς μέν ὁρατῆς τῆς δέ ἀοράτου φύσεως, διττή καί ἡ κάθαρσις δι’ ὕδατος καί Πνεύματος».

ΚΕΦΑΛΑΙΟN 61. Περί τοῦ τεθεῶσθαι τήν φύσιν τῆς τοῦ Κυρίου σαρκός καί τό θέλημα

Χρὴ εἰδέναι, ὡς οὐ κατὰ μεταβολὴν φύσεως ἢ τροπὴν ἢ ἀλλοίωσιν ἢ σύγχυσιν ἡ σὰρξ τοῦ Κυρίου τεθεῶσθαι λέγεται καὶ «ὁμόθεος» καὶ Θεὸς γενέσθαι, ὥς φησιν ὁ θεολόγος Γρηγόριος· «Ὧν τὸ μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη», καὶ «θαρρῶ λέγειν ὁμόθεον», καὶ «ἄνθρωπον γενέσθαι τὸ χρῖσαν καὶ Θεὸν τὸ χριόμενον». Ταῦτα γὰρ οὐ κατὰ μεταβολὴν φύσεως, ἀλλὰ κατὰ τὴν οἰκονομικὴν ἕνωσιν, τὴν καθ ̓ ὑπόστασιν λέγω, καθ ̓ ἣν ἀδιασπάστως τῷ Θεῷ Λόγῳ ἥνωται, καὶ τὴν ἐν ἀλλήλαις τῶν φύσεων περιχώρησιν, ὥς φαμεν καὶ τὴν τοῦ σιδήρου πύρωσιν· ὥσπερ γὰρ τὴν ἐνανθρώπησιν χωρὶς μεταβολῆς καὶ τροπῆς ὁμολογοῦμεν, οὕτω καὶ τὴν θέωσιν γενέσθαι τῆς σαρκὸς δοξάζομεν. Οὔτε γὰρ διότι ὁ Λόγος σὰρξ ἐγένετο, τῶν ὅρων ἐξέστη τῆς οἰκείας θεότητος οὔτε τῶν προσόντων αὐτῇ θεοπρεπῶν αὐχημάτων, οὔτε μὴν ἡ σὰρξ θεωθεῖσα τῆς οἰκείας ἐτράπη φύσεως ἢ τῶν αὐτῆς φυσικῶν ἰδιωμάτων. Μεμενήκασι γὰρ καὶ μετὰ τὴν ἕνωσιν αἱ φύσεις ἀσύμφυρτοι καὶ αἱ τούτων ἰδιότητες ἀλώβητοι. Ἡ δὲ τοῦ Κυρίου σὰρξ τὰς θείας ἐνεργείας ἐπλούτησε διὰ τὴν πρὸς τὸν Λόγον ἀκραιφνεστάτην ἕνωσιν, ἤτοι τὴν καθ ̓ ὑπόστασιν, οὐδαμῶς τῶν κατὰ φύσιν ἰδίων ὑποστᾶσα ἔκπτωσιν· οὐ γὰρ κατ ̓ οἰκείαν ἐνέργειαν, ἀλλὰ διὰ τὸν ἡνωμένον αὐτῇ Λόγον τὰ θεῖα ἐνήργει, τοῦ Λόγου δι ̓ αὐτῆς τὴν οἰκείαν ἐνδεικνυμένου ἐνέργειαν. Καίει μὲν γὰρ ὁ πεπυρακτωμένος σίδηρος, οὐ φυσικῷ δὲ λόγῳ τὴν καυστικὴν κεκτημένος ἐνέργειαν, ἀλλ ̓ ἐκ τῆς πρὸς τὸ πῦρ ἑνώσεως τοῦτο κεκτημένος. Ἡ αὐτὴ τοιγαροῦν θνητή τε ἦν δι ̓ ἑαυτὴν καὶ ζωοποιὸς διὰ τὴν πρὸς τὸν Λόγον καθ ̓ ὑπόστασιν ἕνωσιν. Ὁμοίως καὶ τὴν τοῦ θελήματος θέωσιν οὐχ ὡς μεταβληθείσης τῆς φυσικῆς κινήσεως λέγομεν, ἀλλ ̓ ὡς ἡνωμένης τῷ θείῳ αὐτοῦ καὶ παντοδυνάμῳ θελήματι, καὶ γεγονότος Θεοῦ ἐνανθρωπήσαντος θέλημα· ὅθεν θέλων μὲν λαθεῖν οὐκ ἠδυνήθη δι ̓ ἑαυτοῦ εὐδοκήσαντος τοῦ Θεοῦ Λόγου δειχθῆναι ἐν αὐτῷ ἀληθῶς ὑπάρχον τὸ ἀσθενὲς τοῦ ἀνθρωπίνου θελήματος, θέλων δὲ τὴν τοῦ λεπροῦ ἐνήργησε κάθαρσιν διὰ τὴν πρὸς τὸ θεῖον θέλημα ἕνωσιν. Ἰστέον δέ, ὡς ἡ θέωσις τῆς φύσεως καὶ τοῦ θελήματος ἐμφαντικώτατον καὶ δεικτικώτατόν ἐστι τῶν τε δύο φύσεων καὶ τῶν δύο θελημάτων· ὥσπερ γὰρ ἡ πύρωσις οὐ μεταβάλλει τὴν τοῦ πυρωθέντος φύσιν εἰς τὴν τοῦ πυρός, ἀλλὰ δηλοῖ τό τε πυρωθὲν καὶ τὸ πυρῶσαν, καὶ οὐχ ἑνός, ἀλλὰ δύο ἐστὶ δηλωτικόν, οὕτω καὶ ἡ θέωσις οὐ μίαν φύσιν ἀποτελεῖ σύνθετον, ἀλλὰ τὰς δύο καὶ τὴν καθ ̓ ὑπόστασιν ἕνωσιν. Φησὶ γοῦν ὁ θεολόγος Γρηγόριος· «Ὧν τὸ μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη·» «ὧν» γὰρ εἰπὼν, καὶ «τὸ μὲν» καὶ «τὸ δὲ» δύο ἔδειξεν.

ΚΕΦΑΛΑΙΟN 62. Ἔτι περὶ θελημάτων καὶ αὐτεξουσίων νοῶν τε καὶ γνώσεων καὶ σοφιῶν

Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον λέγοντες τὸν Χριστὸν πάντως πάντα δώσομεν, τά τε τοῦ Πατρὸς φυσικὰ τά τε τῆς μητρός· γέγονε γὰρ ἄνθρωπος, ἵνα τὸ νικηθὲν νικήσῃ. Οὐκ ἀδύνατος γὰρ ἦν ὁ τὰ πάντα δυνάμενος καὶ τῇ παντοδυνάμῳ αὐτοῦ ἐξουσίᾳ καὶ δυνάμει ἐξελέσθαι τοῦ τυραννοῦντος τὸν ἄνθρωπον, ἀλλ ̓ ἦν ἐγκλήματος τῷ τυραννοῦντι ὑπόθεσις ἄνθρωπον νικήσαντι καὶ ὑπὸ Θεοῦ βιασθέντι. Αὐτὸν οὖν τὸν πεσόντα νικητὴν ἀναδεῖξαι βουληθεὶς ὁ συμπαθὴς Θεὸς καὶ φιλάνθρωπος, ἄνθρωπος γίνεται τῷ ὁμοίῳ τὸ ὅμοιον ἀνακαλούμενος. Ὅτι δὲ λογικὸν καὶ νοερὸν ζῷον ὁ ἄνθρωπος, οὐδεὶς ἀντερεῖ. Πῶς οὖν ἄνθρωπος γέγονεν, εἰ σάρκα ἄψυχον ἢ ψυχὴν ἄνουν ἀνέλαβεν; Οὐ τοῦτο γὰρ ἄνθρωπος. Τί δὲ καὶ τῆς ἐνανθρωπήσεως ἀπωνάμεθα τοῦ πρωτοπαθήσαντος μὴ σεσωσμένου μηδὲ τῇ συναφείᾳ τῆς θεότητος ἀνακεκαινισμένου τε καὶ νενευρωμένου; «Τὸ γὰρ ἀπρόσληπτον ἀθεράπευτον». Ἀναλαμβάνει τοίνυν ὅλον τὸν ἄνθρωπον καὶ τὸ τούτου κάλλιστον ὑπὸ ἀρρωστίαν πεσόν, ἵνα ὅλῳ τὴν σωτηρίαν χαρίσηται. Νοῦς δὲ ἄσοφος ἐστερημένος τε γνώσεως οὐκ ἂν εἴη ποτέ· εἰ γὰρ ἀνενέργητος καὶ ἀκίνητος, καὶ ἀνύπαρκτος πάντως. Τὸ κατ ̓ εἰκόνα ἀνακαινίσαι βουλόμενος ὁ Θεὸς Λόγος γέγονεν ἄνθρωπος. Τί δὲ τὸ κατ ̓ εἰκόνα εἰ μὴ ὁ νοῦς; Τὸ κρεῖττον οὖν παρεὶς τὸ χεῖρον ἀνέλαβε; Νοῦς γὰρ ἐν μεταιχμίῳ ἐστὶ Θεοῦ καὶ σαρκός, τῆς μὲν ὡς σύνοικος, τοῦ Θεοῦ δὲ ὡς εἰκών. Νοῦς οὖν νοῒ μίγνυται, καὶ μεσιτεύει νοῦς Θεοῦ καθαρότητι καὶ σαρκὸς παχύτητι· εἰ γὰρ ψυχὴν ἄνουν ὁ Κύριος ἀνέλαβεν, ἀλόγου ζῴου ψυχὴν ἀνέλαβεν. Εἰ δέ, ὅτι σάρκα γενέσθαι τὸν Λόγον, ἔφη ὁ Εὐαγγελιστής, ἰστέον ὡς παρὰ τῇ Ἁγίᾳ Γραφῇ ποτὲ μὲν ψυχὴ λέγεται ὁ ἄνθρωπος ὡς τὸ «ἐν ἑβδομήκοντα πέντε ψυχαῖς εἰσῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον», ποτὲ δὲ σὰρξ ὡς τὸ» ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ». Οὐ σὰρξ τοίνυν ἄψυχος οὐδὲ ἄνους, ἀλλ ̓ ἄνθρωπος γέγονεν ὁ Κύριος. Φησὶ γοῦν αὐτός· «Τί με δέρεις ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα;» Ἀνέλαβε τοίνυν σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ, ἡγεμονικῇ μὲν τῆς σαρκός, ἡγεμονευομένῃ δὲ ὑπὸ τῆς τοῦ Λόγου θεότητος. Εἶχε μὲν οὖν φυσικῶς καὶ ὡς Θεὸς καὶ ὡς ἄνθρωπος τὸ θέλειν, εἵπετο δὲ καὶ ὑπετάσσετο τῷ αὐτοῦ θελήματι τό ἀνθρώπινον μὴ κινούμενον γνώμῃ ἰδίᾳ, ἀλλὰ ταῦτα θέλον, ἃ τὸ θεῖον αὐτοῦ ἤθελε θέλημα. Παραχωρούσης γὰρ τῆς θείας θελήσεως ἔπασχε τὰ ἴδια φυσικῶς. Ὅτε μὲν γὰρ παρῃτεῖτο τὸν θάνατον, φυσικῶς τῆς θείας αὐτοῦ θελησάσης θελήσεως καὶ παραχωρησάσης παρῃτήσατο τὸν θάνατον, ἠγωνίασέ τε καὶ ἐδειλίασε. Καὶ ὅτε ἤθελεν ἡ θεία αὐτοῦ θέλησις αἱρεῖσθαι τὴν ἀνθρωπίνην αὐτοῦ θέλησιν τὸν θάνατον, ἑκούσιον αὐτῇ τὸ πάθος ἐγίνετο· οὐ γὰρ καθὸ Θεὸς μόνον ἑκουσίως ἑαυτὸν παρέδωκεν εἰς θάνατον, ἀλλὰ καὶ καθὸ ἄνθρωπος· ὅθεν τὴν κατὰ τοῦ θανάτου τόλμαν καὶ ἡμῖν ἐχαρίσατο. Οὕτω γοῦν πρὸ τοῦ σωτηρίου πάθους φησί· «Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ ̓ ἐμοῦ τὸ ποτήριον τοῦτο»· δηλονότι ὡς ἄνθρωπος τὸ ποτήριον πίνειν ἔμελλεν, οὐ γὰρ ὡς Θεός. Ὡς ἄνθρωπος τοίνυν θέλει τὸ ποτήριον παρελθεῖν· ταῦτα τῆς φυσικῆς δειλίας τὰ ῥήματα. «Πλὴν μὴ τὸ ἐμὸν γινέσθω θέλημα», ἤτοι καθ ̓ ὅ σοῦ ἑτεροούσιός εἰμι, «ἀλλὰ τὸ σὸν» ἤτοι, τὸ ἐμὸν καὶ σόν, καθ ̓ ὅ σοί πέφυκα ὁμοούσιος· ταῦτα τῆς εὐτολμίας τὰ ῥήματα. Πρότερον γὰρ τῆς φυσικῆς ἀσθενείας πειραθεῖσα κατ ̓ αἴσθησιν τὴν ἐπὶ τῷ χωρισμῷ τοῦ σώματος καὶ φυσικὴν συμπάθειαν παθοῦσα ἡ τοῦ Κυρίου ψυχὴ ὡς ἀληθῶς ἀνθρώπου γενομένου κατ ̓ εὐδοκίαν αὐτοῦ, αὖθις τῷ θείῳ νευρωθεῖσα θελήματι τοῦ θανάτου καταθαρρύνεται. Ἐπειδὴ γὰρ ὁ αὐτὸς ὅλος ἦν Θεὸς μετὰ τῆς ἀνθρωπότητος αὐτοῦ καὶ ὅλος ἄνθρωπος μετὰ τῆς αὐτοῦ θεότητος, αὐτὸς ὡς ἄνθρωπος ἐν ἑαυτῷ καὶ δι ̓ ἑαυτοῦ ὑπέταξε τὸ ἀνθρώπινον τῷ Θεῷ καὶ Πατρὶ τύπον ἡμῖν ἑαυτὸν ἄριστον καὶ ὑπογραμμὸν διδοὺς καὶ ὑπήκοος τῷ Πατρὶ γέγονεν. Αὐτεξουσίως δὲ ἤθελε τῷ τε θείῳ καὶ τῷ ἀνθρωπίνῳ θελήματι· πάσῃ γὰρ λογικῇ φύσει πάντως ἐμπέφυκε τὸ αὐτεξούσιον θέλημα. Εἰς τί γὰρ ἕξει τὸ λογικὸν μὴ αὐτεξουσίως λογιζομένη; Τὴν μὲν γὰρ φυσικὴν ὄρεξιν καὶ τοῖς ἀλόγοις ζῴοις ὁ Δημιουργὸς ἐνέσπειρε πρὸς σύστασιν τῆς οἰκείας φύσεως αὐτὰ ἄγουσαν· λόγου γὰρ ἀμοιροῦντα οὐ δύναται ἄγειν, ἀλλ ̓ ἄγεται ὑπὸ τῆς φυσικῆς ὀρέξεως. Ὅθεν ἅμα ἡ ὄρεξις γένηται, εὐθέως καὶ ἡ πρὸς τὴν πρᾶξιν ὁρμή· οὐ γὰρ λόγῳ ἢ βουλῇ ἢ σκέψει ἢ κρίσει κέχρηται. Ὅθεν οὔτε ὡς ἀρετὴν μετιόντα ἐπαινεῖται καὶ μακαρίζεται οὔτε ὡς κακίαν πράττοντα κολάζεται. Ἡ δὲ λογικὴ φύσις ἔχει μὲν τὴν φυσικὴν ὄρεξιν κινουμένην, ὑπὸ δὲ τοῦ λόγου ἀγομένην τε καὶ ῥυθμιζομένην ἐπὶ τῶν φυλασσόντων τὸ κατὰ φύσιν· τοῦ γὰρ λόγου τὸ προτέρημα τοῦτό ἐστιν, ἡ αὐτεξούσιος θέλησις, ἥντινα φυσικὴν ἐν τῷ λογικῷ φαμεν κίνησιν. Διὸ καὶ ὡς ἀρετὴν μετιοῦσα ἐπαινεῖται καὶ μακαρίζεται καὶ ὡς κακίαν μετιοῦσα κολάζεται. Ὥστε ἤθελε μὲν αὐτεξουσίως κινουμένη ἡ τοῦ Κυρίου ψυχή, ἀλλ ̓ ἐκεῖνα αὐτεξουσίως ἤθελεν, ἃ ἡ θεία αὐτοῦ θέλησις ἤθελε θέλειν αὐτήν· οὐ γὰρ νεύματι τοῦ Λόγου ἡ σὰρξ ἐκινεῖτο (καὶ Μωσῆς γὰρ καὶ πάντες οἱ ἅγιοι νεύματι θείῳ ἐκινοῦντο), ἀλλ ̓ ὁ αὐτὸς εἷς ὢν Θεός τε καὶ ἄνθρωπος κατά τε τὴν θείαν καὶ τὴν ἀνθρωπίνην ἤθελε θέλησιν. Διὸ οὐ γνώμῃ, φυσικῇ δὲ μᾶλλον δυνάμει αἱ δύο τοῦ Κυρίου θελήσεις διέφερον ἀλλήλων. Ἡ μὲν γὰρ θεία αὐτοῦ θέλησις ἄναρχός τε ἦν καὶ παντουργός, ἑπομένην ἔχουσα τὴν δύναμιν καὶ ἀπαθής, ἡ δὲ ἀνθρωπίνη αὐτοῦ θέλησις ἀπὸ χρόνου τε ἤρξατο καὶ αὐτὴ τὰ φυσικὰ καὶ ἀδιάβλητα πάθη ὑπέμεινε καὶ φυσικῶς οὐ παντοδύναμος ἦν, ὡς δὲ τοῦ Θεοῦ Λόγου ἀληθῶς καὶ κατὰ φύσιν γενομένη καὶ παντοδύναμος.

ΚΕΦΑΛΑΙΟN 63. Περὶ τῆς θεανδρικῆς ἐνεργείας

Ὁ μακάριος Διονύσιος «καινήν τινα θεανδρικὴν ἐνέργειαν» φήσας τὸν Χριστὸν «ἡμῖν πεπολιτευμένον», οὐκ ἀναιρῶν τὰς φυσικὰς ἐνεργείας μίαν ἐνέργειαν ἔκ τε τῆς ἀνθρωπίνης καὶ τῆς θείας γεγενημένην φησίν –οὕτω γὰρ ἂν καὶ μίαν φύσιν εἴποιμεν καινήν, ἐκ θείας τε καὶ ἀνθρωπίνης φύσεως γεγενημένην· «ὧν γὰρ ἡ ἐνέργεια μία, τούτων καὶ ἡ οὐσία μία» κατὰ τοὺς ἁγίους πατέρας–, ἀλλὰ θέλων δεῖξαι τὸν καινὸν καὶ ἀπόρρητον τρόπον τῆς τῶν φυσικῶν τοῦ Χριστοῦ ἐνεργειῶν ἐκφάνσεως τῷ ἀπορρήτῳ τρόπῳ τῆς εἰς ἄλληλα τῶν Χριστοῦ φύσεων περιχωρήσεως προσφόρως καὶ τὴν κατὰ ἄνθρωπον αὐτοῦ πολιτείαν ξένην καὶ παράδοξον καὶ τῇ φύσει τῶν ὄντων ἄγνωστον καὶ τὸν τρόπον τῆς κατὰ τὴν ἀπόρρητον ἕνωσιν ἀντιδόσεως· οὐ διῃρημένας γάρ φαμεν τὰς ἐνεργείας οὐδὲ διῃρημένως ἐνεργούσας τὰς φύσεις, ἀλλ ̓ ἡνωμένας, ἑκάστην μετὰ τῆς θατέρου κοινωνίας ἐνεργοῦσαν τοῦθ ̓ ὅπερ ἴδιον ἔσχηκεν. Οὔτε γὰρ τὰ ἀνθρώπινα ἀνθρωπίνως ἐνήργησεν –οὐ γὰρ ψιλὸς ἦν ἄνθρωπος– οὐδὲ τὰ θεῖα κατὰ Θεὸν μόνον –οὐ γὰρ ἦν γυμνὸς Θεός–, ἀλλὰ Θεὸς ὁμοῦ ὑπάρχων καὶ ἄνθρωπος. Ὥσπερ γὰρ τῶν φύσεων τὴν ἕνωσιν καὶ τὴν φυσικὴν διαφορὰν ἐπιστάμεθα, οὕτω καὶ τῶν φυσικῶν θελημάτων τε καὶ ἐνεργειῶν. Ἰστέον τοιγαροῦν, ὡς ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποτὲ μὲν ὡς ἐπὶ δύο φύσεων τὸν λόγον ποιούμεθα, ποτὲ δὲ ὡς ἐφ ̓ ἑνὸς προσώπου, καὶ τοῦτο δὲ κἀκεῖνο εἰς μίαν ἀναφέρεται ἔννοιαν· αἱ γὰρ δύο φύσεις εἷς ἐστι Χριστός, καὶ ὁ εἷς Χριστὸς δύο φύσεις ἐστί. Ταὐτὸν οὖν ἐστιν εἰπεῖν· ἐνεργεῖ ὁ Χριστὸς καθ ̓ ἑκατέραν τῶν αὐτοῦ δύο φύσεων, καὶ ἐνεργεῖ ἑκατέρα φύσις ἐν τῷ Χριστῷ μετὰ τῆς θατέρου κοινωνίας. Κοινωνεῖ τοίνυν ἡ μὲν θεία φύσις τῇ σαρκὶ ἐνεργούσῃ διὰ τὸ εὐδοκίᾳ τῆς θείας θελήσεως παραχωρεῖσθαι πάσχειν καὶ πράττειν τὰ ἴδια καὶ διὰ τὸ τὴν ἐνέργειαν τῆς σαρκὸς πάντως εἶναι σωτήριον, ὅπερ οὐ τῆς ἀνθρωπίνης ἐνεργείας ἐστίν, ἀλλὰ τῆς θείας. Ἡ δὲ σὰρξ τῇ θεότητι τοῦ Λόγου ἐνεργούσῃ διά τε τὸ ὡς δι ̓ ὀργάνου τοῦ σώματος τὰς θείας ἐκτελεῖσθαι ἐνεργείας καὶ διὰ τὸ ἕνα εἶναι τὸν ἐνεργοῦντα θεϊκῶς τε ἅμα καὶ ἀνθρωπίνως. Εἰδέναι γὰρ χρή, ὡς ὁ ἅγιος αὐτοῦ νοῦς καὶ τὰς φυσικὰς αὐτοῦ ἐνεργεῖ ἐνεργείας, νοῶν καὶ γινώσκων, ὅτι ἐστὶ Θεοῦ νοῦς καὶ ὅτι ὑπὸ πάσης προσκυνεῖται τῆς κτίσεως, καὶ μεμνημένος τῶν ἐπὶ τῆς γῆς αὐτοῦ διατριβῶν τε καὶ παθῶν, κοινωνεῖ δὲ ἐνεργούσῃ τῇ τοῦ Λόγου θεότητι καὶ διεπούσῃ καὶ κυβερνώσῃ τὸ πᾶν, νοῶν καὶ γινώσκων καὶ διέπων οὐχ ὡς ψιλὸς ἀνθρώπου νοῦς, ἀλλ ̓ ὡς Θεῷ καθ ̓ ὑπόστασιν ἡνωμένος καὶ Θεοῦ νοῦς χρηματίσας. Τοῦτο οὖν δηλοῖ ἡ θεανδρικὴ ἐνέργεια, ὅτι ἀνδρωθέντος Θεοῦ, ἤγουν ἐνανθρωπήσαντος, καὶ ἡ ἀνθρωπίνη αὐτοῦ ἐνέργεια θεία ἦν, ἤγουν τεθεωμένη καὶ οὐκ ἄμοιρος τῆς θείας αὐτοῦ ἐνεργείας καὶ ἡ θεία αὐτοῦ ἐνέργεια οὐκ ἄμοιρος τῆς ἀνθρωπίνης αὐτοῦ ἐνεργείας, ἀλλ ̓ ἑκατέρα σὺν τῇ ἑτέρᾳ θεωρουμένη. Λέγεται δὲ ὁ τρόπος οὗτος περίφρασις, ὅταν τις δύο τινὰ διὰ μιᾶς περιλάβῃ λέξεως. Ὥσπερ γὰρ μίαν τὴν τετμημένην καῦσιν λέγομεν καὶ τὴν κεκαυμένην τομὴν τῆς πεπυρακτωμένης μαχαίρας, ἄλλην δὲ ἐνέργειάν φαμεν τὴν τομὴν καὶ ἄλλην τὴν καῦσιν, καὶ ἄλλης καὶ ἄλλης φύσεως, τοῦ μὲν πυρὸς τὴν καῦσιν, τοῦ δὲ σιδήρου τὴν τομήν, οὕτω καί μίαν τοῦ Χριστοῦ θεανδρικὴν ἐνέργειαν λέγοντες δύο τὰς ἐνεργείας νοοῦμεν τῶν δύο φύσεων αὐτοῦ, τῆς μὲν θεότητος αὐτοῦ τὴν θείαν, τῆς δέ ἀνθρωπότητος αὐτοῦ τὴν ἀνθρωπίνην ἐνέργειαν.

ΚΕΦΑΛΑΙΟN 64. Περὶ τῶν φυσικῶν καὶ ἀδιαβλήτων παθῶν

Ὁμολογοῦμεν δέ, ὅτι πάντα τὰ φυσικὰ καὶ ἀδιάβλητα πάθη τοῦ ἀνθρώπου ἀνέλαβεν. Ὅλον γὰρ τὸν ἄνθρωπον καὶ πάντα τὰ τοῦ ἀνθρώπου ἀνέλαβε πλὴν τῆς ἁμαρτίας· αὕτη γὰρ οὐ φυσική ἐστιν οὐδὲ ὑπὸ τοῦ Δημιουργοῦ ἡμῖν ἐνσπαρεῖσα, ἀλλ ̓ ἐκ τῆς τοῦ διαβόλου ἐπισπορᾶς ἐν τῇ ἡμετέρᾳ αὐτεξουσίῳ προαιρέσει ἑκουσίως συνισταμένη, οὐ βίᾳ ἡμῶν κρατοῦσα. Φυσικὰ δὲ καὶ ἀδιάβλητα πάθη εἰσὶ τὰ οὐκ ἐφ ̓ ἡμῖν, ὅσα ἐκ τῆς ἐπὶ τῇ παραβάσει κατακρίσεως εἰς τὸν ἀνθρώπινον εἰσῆλθε βίον· οἷον πεῖνα, δίψα, κόπος, πόνος, τὸ δάκρυον, ἡ φθορά, ἡ τοῦ θανάτου παραίτησις, ἡ δειλία, ἡ ἀγωνία (ἐξ ἧς οἱ ἱδρῶτες, οἱ θρόμβοι τοῦ αἵματος), ἡ διὰ τὸ ἀσθενὲς τῆς φύσεως ὑπὸ τῶν ἀγγέλων βοήθεια καὶ τὰ τοιαῦτα, ἅτινα πᾶσι τοῖς ἀνθρώποις φυσικῶς ἐνυπάρχουσι. Πάντα τοίνυν ἀνέλαβεν, ἵνα πάντα ἁγιάσῃ. Ἐπειράσθη καὶ ἐνίκησεν, ἵνα ἡμῖν τὴν νίκην πραγματεύσηται καὶ δῷ τῇ φύσει δύναμιν νικᾶν τὸν ἀντίπαλον, ὅπως ἡ φύσις ἡ πάλαι νικηθεῖσα, δι ̓ ὧν προσβολῶν ἐνικήθη, διὰ τούτων νικήσῃ τὸν πάλαι νικήσαντα. Ὁ μὲν οὖν πονηρὸς ἔξωθεν προσέβαλεν οὐ διὰ λογισμῶν, ὥσπερ καὶ τῷ Ἀδάμ· κἀκείνῳ γὰρ οὐ διὰ λογισμῶν, ἀλλὰ διὰ τοῦ ὄφεως. Ὁ δὲ Κύριος τὴν προσβολὴν ἀπεκρούσατο καὶ ὡς καπνὸν διέλυσεν, ἵνα προσβαλόντα αὐτῷ τὰ πάθη καὶ νικηθέντα καὶ ἡμῖν εὐκαταγώνιστα γένηται καὶ οὕτως ὁ νέος Ἀδὰμ τὸν παλαιὸν ἀνασώσηται. Ἀμέλει τὰ φυσικὰ ἡμῶν πάθη κατὰ φύσιν καὶ ὑπὲρ φύσιν ἦσαν ἐν τῷ Χριστῷ. Κατὰ φύσιν μὲν γὰρ ἐκινεῖτο ἐν αὐτῷ, ὅτε παρεχώρει τῇ σαρκὶ πάσχειν τὰ ἴδια· ὑπὲρ φύσιν δέ, ὅτε οὐ προηγεῖτο ἐν τῷ Κυρίῳ τῆς θελήσεως τὰ φυσικά· οὐδὲν γὰρ ἠναγκασμένον ἐπ ̓ αὐτοῦ θεωρεῖται, ἀλλὰ πάντα ἑκούσια· θέλων γὰρ ἐπείνασε, θέλων ἐδίψησε, θέλων ἐδειλίασε, θέλων ἀπέθανεν.

ΚΕΦΑΛΑΙΟN 65. Περὶ ἀγνοίας καὶ δουλείας

Δεῖ γινώσκειν, ὅτι τὴν μὲν ἀγνοοῦσαν καὶ δούλην ἀνέλαβεν φύσιν· καὶ γὰρ δούλη ἐστὶν ἡ ἀνθρώπου φύσις τοῦ ποιήσαντος αὐτὴν Θεοῦ καὶ οὐκ ἔχει τὴν τῶν μελλόντων γνῶσιν. «Ἐὰν οὖν» κατὰ τὸν θεολόγον Γρηγόριον «χωρίσῃς τὸ ὁρώμενον τοῦ νοουμένου», δούλη τε λέγεται καὶ ἀγνοοῦσα ἡ σάρξ, διὰ δὲ τὴν τῆς ὑποστάσεως ταυτότητα καὶ τὴν ἀδιάσπαστον ἕνωσιν κατεπλούτησεν ἡ τοῦ Κυρίου ψυχὴ τὴν τῶν μελλόντων γνῶσιν ὡς καὶ τὰς λοιπὰς θεοσημίας. Ὥσπερ γὰρ ἡ σὰρξ τῶν ἀνθρώπων κατὰ τὴν οἰκείαν φύσιν οὐκ ἔστι ζωοποιός, ἡ δὲ τοῦ Κυρίου σὰρξ ἑνωθεῖσα καθ ̓ ὑπόστασιν αὐτῷ τῷ Θεῷ Λόγῳ τῆς μὲν κατὰ φύσιν θνητότητος οὐκ ἀπέστη, ζωοποιὸς δὲ γέγονε διὰ τὴν πρὸς τὸν Λόγον καθ ̓ ὑπόστασιν ἕνωσιν καὶ οὐ δυνάμεθα λέγειν, ὅτι οὐκ ἦν καὶ ἔστιν ἀεὶ ζωοποιός· οὕτως ἡ μὲν ἀνθρωπίνη φύσις οὐσιωδῶς οὐ κέκτηται τῶν μελλόντων τὴν γνῶσιν, ἡ δὲ τοῦ Κυρίου ψυχὴ διὰ τὴν πρὸς τὸν Θεὸν Λόγον ἕνωσιν καὶ τὴν ὑποστατικὴν ταυτότητα κατεπλούτησεν, ὡς ἔφην, μετὰ τῶν λοιπῶν θεοσημιῶν καὶ τὴν τῶν μελλόντων γνῶσιν. Ἰστέον δέ, ὅτι οὔτε δοῦλον αὐτὸν λέγειν δυνάμεθα· τὸ γὰρ τῆς δουλείας καὶ τῆς δεσποτείας ὄνομα οὐ φύσεώς εἰσι γνωρίσματα, ἀλλὰ τῶν πρός τι, ὥσπερ τὸ τῆς πατρότητος καὶ τῆς υἱότητος. Ταῦτα γὰρ οὐκ οὐσίας, ἀλλὰ σχέσεώς εἰσι δηλωτικά. Ὥσπερ οὖν ἐπὶ τῆς ἀγνοίας εἴπομεν, ὅτι, ἐὰν ἰσχναῖς ἐπινοίαις, ἤτοι νοῦ λεπταῖς φαντασίαις διέλῃς τὸ κτιστὸν ἐκ τοῦ ἀκτίστου, δούλη ἐστὶν ἡ σάρξ, εἰ μὴ ἥνωτο τῷ Θεῷ Λόγῳ· ἅπαξ δὲ ἑνωθεῖσα καθ ̓ ὑπόστασιν πῶς ἔσται δούλη; Εἷς γὰρ ὢν ὁ Χριστὸς, οὐ δύναται δοῦλος ἑαυτοῦ εἶναι καί Κύριος· ταῦτα γὰρ οὐ τῶν ἁπλῶς λεγομένων εἰσίν, ἀλλὰ πρὸς ἕτερον. Τίνος οὖν ἔσται δοῦλος; Τοῦ Πατρός; Οὐκοῦν οὐ πάντα, ὅσα ἔχει ὁ Πατήρ, καὶ τοῦ Υἱοῦ εἰσιν, εἴπερ τοῦ Πατρός ἐστι δοῦλος, ἑαυτοῦ δὲ οὐδαμῶς. Πῶς δὲ περὶ ἡμῶν λέγει ὁ ἀπόστολος· «Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ ̓ υἱός», δι ̓ αὐτοῦ υἱοθετηθέντων, εἴπερ αὐτὸς δοῦλός ἐστι; Προσηγορικῶς οὖν λέγεται δοῦλος οὐκ αὐτὸς ὢν τοῦτο, δι ̓ ἡμᾶς δὲ δούλου μορφὴν εἰληφὼς καὶ δοῦλος μεθ ̓ ἡμῶν κεκλημένος. Ἀπαθὴς γὰρ ὢν δι ̓ ἡμᾶς ἐδούλευσε πάθεσι καὶ διάκονος τῆς ἡμῶν σωτηρίας γέγονεν. Οἱ δὲ λέγοντες αὐτὸν δοῦλον διιστῶσι τὸν ἕνα Χριστὸν εἰς δύο καθάπερ Νεστόριος. Ἡμεῖς δὲ Δεσπότην αὐτόν φαμεν καὶ Κύριον πάσης τῆς κτίσεως, τὸν ἕνα Χριστόν, τὸν αὐτὸν Θεόν τε ὁμοῦ καὶ ἄνθρωπον, καὶ πάντα εἰδέναι· «ἐν αὐτῷ γάρ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι».

ΚΕΦΑΛΑΙΟN 66. Περὶ προκοπῆς

Προκόπτειν δὲ λέγεται «σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι», τῇ μὲν ἡλικίᾳ αὔξων, διὰ δὲ τῆς αὐξήσεως τῆς ἡλικίας τὴν ἐνυπάρχουσαν αὐτῷ σοφίαν εἰς φανέρωσιν ἄγων· ἔτι δὲ τὴν τῶν ἀνθρώπων ἐν σοφίᾳ καὶ χάριτι προκοπὴν καὶ τὴν τελείωσιν τῆς τοῦ Πατρὸς εὐδοκίας, ἤγουν τὴν τῶν ἀνθρώπων θεογνωσίαν τε καὶ σωτηρίαν οἰκείαν προκοπὴν ποιούμενος καὶ οἰκειούμενος πανταχοῦ τὸ ἡμέτερον. Οἱ δὲ προκόπτειν αὐτὸν λέγοντες σοφίᾳ καὶ χάριτι, ὡς προσθήκην τούτων δεχόμενον, οὐκ ἐξ ἄκρας ὑπάρξεως τῆς σαρκὸς γεγενῆσθαι τὴν ἕνωσιν λέγουσιν, οὐδὲ τὴν καθ ̓ ὑπόστασιν ἕνωσιν πρεσβεύουσι, Νεστορίῳ δὲ τῷ ματαιόφρονι πειθόμενοι, σχετικὴν ἕνωσιν καὶ ψιλὴν ἐνοίκησιν τερατεύονται, «μὴ γινώσκοντες, μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται». Εἰ γὰρ ἀληθῶς ἡνώθη τῷ Θεῷ Λόγῳ ἡ σὰρξ ἐξ ἄκρας ὑπάρξεως, μᾶλλον δὲ ἐν αὐτῷ ὑπῆρξε καὶ τὴν ὑποστατικὴν πρὸς αὐτὸν ἔσχε ταυτότητα, πῶς οὐ τελείως κατεπλούτησε πᾶσαν σοφίαν καὶ χάριν; Οὐκ αὐτὴ τῆς χάριτος μεταλαμβάνουσα, οὐδὲ κατὰ χάριν τῶν τοῦ Λόγου μετέχουσα, ἀλλὰ μᾶλλον διὰ τὴν καθ ̓ ὑπόστασιν ἕνωσιν τῶν τε ἀνθρωπίνων τῶν τε θείων τοῦ ἑνὸς Χριστοῦ γεγονότων, ἐπειδὴ ὁ αὐτὸς ἦν Θεός τε ὁμοῦ καὶ ἄνθρωπος, τὴν χάριν καὶ τὴν σοφίαν καὶ πάντων τῶν ἀγαθῶν τὴν πληρότητα τῷ κόσμῳ πηγάζουσα.

ΚΕΦΑΛΑΙΟN 67. Περὶ δειλίας

Τὸ τῆς δειλίας ὄνομα διπλῆν ἔχει τὴν ἔννοιαν. Ἔστι γὰρ δειλία φυσικὴ μὴ θελούσης τῆς ψυχῆς διαιρεθῆναι τοῦ σώματος διὰ τὴν ἐξ ἀρχῆς ὑπὸ τοῦ Δημιουργοῦ ἐντεθεῖσαν αὐτῇ φυσικὴν συμπάθειάν τε καὶ οἰκειότητα, δι ̓ ἣν φυσικῶς φοβεῖται καὶ ἀγωνιᾷ καὶ παραιτεῖται τὸν θάνατον. Ἧς ὅρος· «Κατὰ φύσιν δειλία ἐστὶ δύναμις κατὰ συστολὴν τοῦ ὄντος ἀνθεκτική». Εἰ γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη ὑπὸ τοῦ Δημιουργοῦ τὰ πάντα, τοῦ εἶναι καὶ οὐ τοῦ μὴ εἶναι τὴν ἔφεσιν ἔχει φυσικῶς. Τούτων δὲ κατὰ φύσιν ἴδιον ἡ πρὸς τὰ συστατικὰ ὁρμή. Καὶ ὁ Θεὸς Λόγος τοίνυν ἄνθρωπος γενόμενος ἔσχε ταύτην τὴν ἔφεσιν ἐν μὲν τοῖς συστατικοῖς τῆς φύσεως τὴν ὁρμὴν ἐνδειξάμενος βρώσεώς τε καὶ πόσεως, ὕπνου τε ἐφιέμενος καὶ φυσικῶς ἐν πείρᾳ τούτων γενόμενος, ἐν δὲ τοῖς φθαρτικοῖς τὴν ὁρμὴν, ὡς τῷ καιρῷ τοῦ πάθους ἑκουσίως τὴν πρὸς τὸν θάνατον συστολὴν ποιήσασθαι. Εἰ γὰρ καὶ νόμῳ φύσεως ἐγίνετο τὰ γινόμενα, ἀλλ ̓ οὐ καθ ̓ ἡμᾶς ἠναγκασμένως· ἑκουσίως γὰρ τὰ φυσικὰ θέλων κατεδέξατο. Ὥστε αὕτη ἡ δειλία καὶ ὁ φόβος καὶ ἀγωνία τῶν φυσικῶν ἐστι καὶ ἀδιαβλήτων παθῶν καὶ μὴ ὑποκειμένων ἁμαρτίᾳ. Ἔστι πάλιν δειλία ἡ ἐκ προδοσίας λογισμῶν συνισταμένη καὶ ἀπιστίας καὶ τοῦ ἀγνοεῖν τὴν τοῦ θανάτου ὥραν, ὡς ὅταν νυκτὸς δειλιῶμεν ψόφου τινὸς γινομένου· ἥτις παρὰ φύσιν ἐστίν, ἣν καὶ ὁριζόμενοι λέγομεν· «Παρὰ φύσιν δειλία ἐστὶ παράλογος συστολή». Ταύτην ὁ Κύριος οὐ προσήκατο· διὸ οὐδὲ ἐδειλίασέ ποτε, εἰ μὴ ἐν τῷ τοῦ πάθους καιρῷ, εἰ καὶ οἰκονομικῶς ἑαυτὸν συνέστελλε πολλάκις· οὐ γὰρ ἠγνόει τὸν καιρόν. Ὅτι δὲ ἀληθῶς ἐδειλίασε, φησὶν ὁ ἱερὸς Ἀθανάσιος ἐν τῷ κατὰ τοῦ Ἀπολιναρίου λόγῳ· «Διὰ τοῦτο ὁ Κύριος ἔλεγεν· «Νῦν ἡ ψυχή μου τετάρακται». Τὸ δὲ «νῦν» τοῦτό ἐστιν, ὅτε ἠθέλησεν, ὅμως μέντοι τὸ ὂν ἐπιδείκνυται· οὐ γὰρ τὸ μὴ ὂν ὡς παρὸν ὠνόμαζεν ὡς δοκήσει γινομένων τῶν λεγομένων. Φύσει γὰρ καὶ ἀληθείᾳ τὰ πάντα ἐγίνετο». Καὶ μεθ ̓ ἕτερα· «Οὐδαμῶς δὲ θεότης πάθος προσίεται δίχα πάσχοντος σώματος, οὐδὲ ταραχὴν καὶ λύπην ἐπιδείκνυται δίχα ψυχῆς λυπουμένης καὶ ταρασσομένης, οὔτε ἀδημονεῖ καὶ προσεύχεται δίχα νοήσεως ἀδημονούσης καὶ προσευχομένης, ἀλλὰ γὰρ κἂν μὴ ἡττήματι φύσεως συνέβαινε τὰ γινόμενα, ἀλλ ̓ ἐπιδείξει ὑπάρξεως ἐγίνετο τὰ γινόμενα». Τὸ δὲ «ἡττήματι φύσεως μὴ συμβαίνειν τὰ γινόμενα» τὸ μὴ ἀκουσίως ταῦτα ὑπομένειν δηλοῖ.

ΚΕΦΑΛΑΙΟN 68. Περὶ τῆς τοῦ Κυρίου προσευχῆς

Προσευχή ἐστιν ἀνάβασις νοῦ πρὸς Θεὸν ἢ αἴτησις τῶν προσηκόντων παρὰ Θεοῦ. Πῶς οὖν ὁ Κύριος ἐπὶ Λαζάρου καὶ ἐν τῷ καιρῷ τοῦ πάθους προσηύχετο; Οὔτε γὰρ ἀναβάσεως τῆς πρὸς τὸν Θεὸν ἐδεῖτο ὁ ἅγιος αὐτοῦ νοῦς ἅπαξ καθ ̓ ὑπόστασιν τῷ Θεῷ Λόγῳ ἡνωμένος, οὔτε τῆς παρὰ Θεοῦ αἰτήσεως –εἷς γάρ ἐστιν ὁ Χριστός– ἀλλὰ τὸ ἡμέτερον οἰκειούμενος πρόσωπον καὶ τυπῶν ἐν ἑαυτῷ τὸ ἡμέτερον καὶ ὑπογραμμὸς ἡμῖν γενόμενος καὶ διδάσκων ἡμᾶς παρὰ Θεοῦ αἰτεῖν καὶ πρὸς αὐτὸν ἀνατείνεσθαι καὶ διὰ τοῦ ἁγίου αὐτοῦ νοῦ ὁδοποιῶν ἡμῖν τὴν πρὸς Θεὸν ἀνάβασιν. Ὥσπερ γὰρ τὰ πάθη ὑπέμεινεν ἡμῖν τὴν κατ ̓ αὐτῶν νίκην βραβεύων, οὕτω καὶ προσεύχεται ἡμῖν ὁδοποιῶν, ὡς ἔφην, τὴν πρὸς Θεὸν ἀνάβασιν καὶ ὑπὲρ ἡμῶν πᾶσαν δικαιοσύνην πληρῶν, ὡς ἔφη πρός Ἰωάννην, καί καταλλάττων ἡμῖν τὸν ἑαυτοῦ Πατέρα καὶ ὡς ἀρχὴν καὶ αἰτίαν ἑαυτοῦ τοῦτον τιμῶν καὶ δεικνύς, ὡς οὐκ ἔστιν ἀντίθεος. Ὅτε μὲν γὰρ ἔλεγεν ἐπὶ Λαζάρου· «Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Ἐγὼ δὲ ᾔδειν, ὅτι πάντοτέ μου ἀκούεις, ἀλλὰ διὰ τὸν παρεστηκότα ὄχλον εἶπον, ἵνα γνῶσιν, ὅτι σύ με ἀπέστειλας», οὐ πᾶσι σαφέστατον πέφυκεν, ὅτι ὡς ἀρχὴν ἑαυτοῦ καὶ αἰτίαν τιμῶν τὸν ἑαυτοῦ Πατέρα καὶ δεικνύς, ὡς οὐκ ἔστιν ἀντίθεος ταῦτα ἔφησεν; Ὅτε δὲ ἔλεγε· «Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ ̓ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ ̓ ὡς σύ», οὐ παντί που δῆλόν ἐστιν, ὡς διδάσκων ἡμᾶς ἐν τοῖς πειρασμοῖς παρὰ μόνου τοῦ Θεοῦ αἰτεῖν τὴν βοήθειαν καὶ τὸ θεῖον τοῦ ἡμετέρου προκρίνειν θελήματος καὶ δεικνύς, ὡς ἀληθῶς τὰ τῆς ἡμετέρας ᾠκειώσατο φύσεως, ὅτι τε κατὰ ἀλήθειαν δύο θελήματα φυσικὰ μὲν καὶ τῶν αὐτοῦ κατάλληλα φύσεων, ἀλλ ̓ οὐχ ὑπεναντία κέκτηται; «Πάτερ», φησὶν ὡς ὁμοούσιος, «εἰ δυνατόν», οὐκ ἀγνοῶν –τί δὲ καὶ τῷ Θεῷ ἀδύνατον;–, ἀλλὰ παιδαγωγῶν ἡμᾶς τὸ θεῖον τοῦ ἡμετέρου προκρίνειν θελήματος· τοῦτο γὰρ μόνον ἀδύνατον, ὃ Θεὸς οὐ βούλεται, οὐδὲ παραχωρεῖ. «Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ ̓ ὡς σύ»· ὡς μὲν Θεὸς ταυτοτελὴς ὢν τῷ Πατρί, ὡς δὲ ἄνθρωπος τὸ τῆς ἀνθρωπότητος φυσικῶς ἐνδείκνυται θέλημα· τοῦτο γὰρ φυσικῶς παραιτεῖται τὸν θάνατον. Τὸ δὲ «Θεέ μου, Θεέ μου, ἱνατί με ἐγκατέλιπες;» τὸ ἡμέτερον οἰκειούμενος ἔφησε πρόσωπον. Οὔτε γὰρ Θεὸς αὐτοῦ ὁ Πατήρ, εἰ μή γε, διαιρεθέντος ἰσχναῖς τοῦ νοῦ φαντασίαις τοῦ ὁρωμένου ἐκ τοῦ νοουμένου, τάσσοιτο μεθ ̓ ἡμῶν, οὔτε κατελείφθη ὑπὸ τῆς οἰκείας θεότητος, ἀλλ ̓ ἡμεῖς ἦμεν οἱ ἐγκαταλελειμμένοι καὶ παρεωραμένοι. Ὥστε τὸ ἡμέτερον οἰκειούμενος πρόσωπον ταῦτα προσηύξατο.

ΚΕΦΑΛΑΙΟN 69. Περὶ οἰκειώσεως

Χρὴ εἰδέναι, ὡς δύο οἰκειώσεις εἰσί· μία φυσικὴ καὶ οὐσιώδης, καὶ μία προσωπικὴ καὶ σχετική. Φυσικὴ μὲν οὖν καὶ οὐσιώδης, καθ ̓ ἣν διὰ φιλανθρωπίαν ὁ Κύριος τήν τε φύσιν ἡμῶν καὶ τὰ φυσικὰ πάντα ἀνέλαβε φύσει καὶ ἀληθείᾳ γενόμενος ἄνθρωπος καὶ τῶν φυσικῶν ἐν πείρᾳ γενόμενος· προσωπικὴ δέ καί σχετική, ὅτε τις τὸ ἑτέρου ὑποδύεται πρόσωπον διὰ σχέσιν, οἶκτόν φημι ἢ ἀγάπην, καὶ ἀντ ̓ αὐτοῦ τοὺς ὑπὲρ αὐτοῦ ποιεῖται λόγους μηδὲν αὐτῷ προσήκοντας, καθ ̓ ἣν τήν τε κατάραν καὶ τὴν ἐγκατάλειψιν ἡμῶν καὶ τὰ τοιαῦτα, οὐκ ὄντα φυσικά, οὐκ αὐτὸς ταῦτα ὢν ἢ γενόμενος ᾠκειώσατο, ἀλλὰ τὸ ἡμέτερον ἀναδεχόμενος πρόσωπον καὶ μεθ ̓ ἡμῶν τασσόμενος. Τοιοῦτον δέ ἐστι καί τό «γενόμενος ὑπὲρ ἡμῶν κατάρα».

ΚΕΦΑΛΑΙΟN 70. Περὶ τοῦ πάθους τοῦ σώματος τοῦ Κυρίου καὶ τῆς ἀπαθείας τῆς αὐτοῦ θεότητος

Αὐτὸς οὖν ὁ τοῦ Θεοῦ Λόγος πάντα ὑπέμεινε σαρκὶ, τῆς θείας καὶ μόνης ἀπαθοῦς αὐτοῦ φύσεως ἀπαθοῦς μενούσης. Τοῦ γὰρ ἑνὸς Χριστοῦ τοῦ ἐκ θεότητός τε καὶ ἀνθρωπότητος συντεθειμένου, ἐν θεότητί τε καὶ ἀνθρωπότητι ὄντος, πάσχοντος τὸ μὲν παθητὸν ὡς πεφυκὸς πάσχειν, ἔπασχεν, οὐ συνέπασχε δὲ τὸ ἀπαθές. Ἡ μὲν γὰρ ψυχὴ παθητὴ οὖσα, τοῦ σώματος τεμνομένου αὐτὴ μὴ τεμνομένη συναλγεῖ καὶ συμπάσχει τῷ σώματι· ἡ δὲ θεότης ἀπαθὴς οὖσα, οὐ συνέπασχε τῷ σώματι. Ἰστέον δέ, ὅτι Θεὸν μὲν σαρκὶ παθόντα φαμέν, θεότητα δὲ σαρκὶ παθοῦσαν ἢ Θεὸν διὰ σαρκὸς παθόντα οὐδαμῶς. Ὥσπερ γὰρ ἡλίου δένδρῳ ἐπιλάμποντος, εἰ ἀξίνη τέμνοι τὸ δένδρον, ἄτμητος καὶ ἀπαθὴς διαμένει ὁ ἥλιος, πολλῷ μᾶλλον ἡ ἀπαθὴς τοῦ Λόγου θεότης καθ ̓ ὑπόστασιν ἡνωμένη τῇ σαρκὶ τῆς σαρκὸς πασχούσης διαμένει ἀπαθής. Καὶ ὥσπερ, εἴ τις πεπυρακτωμένῳ σιδήρῳ ἐπιχέοι ὕδωρ, ὅ μὲν πέφυκε πάσχειν ὑπὸ τοῦ ὕδατος (τὸ πῦρ λέγω, σβέννυται γάρ), ἀβλαβὴς δὲ διαμένει ὁ σίδηρος (οὐ πέφυκε γὰρ ὑπὸ τοῦ ὕδατος διαφθείρεσθαι), πολλῷ πλέον τῆς σαρκὸς πασχούσης ἡ μόνη ἀπαθὴς θεότης τὸ πάθος οὐ προσήκατο καὶ ἀχώριστος αὐτῆς διαμένουσα· οὐκ ἀνάγκη γὰρ παντελῶς καὶ ἀνελλιπῶς ἐοικέναι τὰ παραδείγματα. Ἀνάγκη γὰρ ἐν τοῖς παραδείγμασι καὶ τὸ ὅμοιον θεωρεῖσθαι καὶ τὸ παρηλλαγμένον, ἐπεὶ οὐ παράδειγμα· τὸ γὰρ ἐν πᾶσιν ὅμοιον ταὐτὸν ἂν εἴη καὶ οὐ παράδειγμα, καὶ μάλιστα ἐπὶ τῶν θείων. Ἀδύνατον γὰρ ἐν πᾶσιν ὅμοιον εὑρεῖν παράδειγμα, ἐπί τε τῆς θεολογίας, ἐπί τε τῆς οἰκονομίας.

ΚΕΦΑΛΑΙΟN 71. Περὶ τοῦ ἀχώριστον διαμεῖναι τὴν τοῦ Λόγου θεότητα τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ ἐν τῷ θανάτῳ τοῦ Κυρίου καὶ μίαν διαμεῖναι ὑπόστασιν

Ἀναμάρτητος ὢν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός –«ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ»– οὐχ ὑπέκειτο θανάτῳ, εἴπερ διὰ τῆς ἁμαρτίας εἰς τὸν κόσμον εἰσῆλθεν ὁ θάνατος. Θνῄσκει τοίνυν τὸν ὑπὲρ ἡμῶν θάνατον ἀναδεχόμενος καὶ ἑαυτὸν τῷ Πατρὶ προσφέρει θυσίαν ὑπὲρ ἡμῶν· αὐτῷ γὰρ πεπλημμελήκαμεν, καὶ αὐτὸν ἔδει τὸ ὑπὲρ ἡμῶν λύτρον δέξασθαι καὶ οὕτως ἡμᾶς λυθῆναι τῆς κατακρίσεως· μὴ γὰρ γένοιτο τῷ τυράννῳ τὸ τοῦ Δεσπότου προσενεχθῆναι αἷμα. Πρόσεισι τοίνυν ὁ θάνατος καὶ καταπιὼν τὸ τοῦ σώματος δέλεαρ τῷ τῆς θεότητος ἀγκίστρῳ περιπείρεται, καὶ ἀναμαρτήτου καὶ ζωοποιοῦ γευσάμενος σώματος διαφθείρεται καὶ πάντας ἀνάγει, οὓς πάλαι κατέπιεν. Ὥσπερ γὰρ τὸ σκότος τῇ τοῦ φωτὸς ἐπεισαγωγῇ ἐξαφανίζεται, οὕτως ἡ φθορὰ τῇ τῆς ζωῆς προσβολῇ ἀπελαύνεται, καὶ γίνεται πᾶσι ζωή, φθορὰ δὲ τῷ φθείροντι. Εἰ καὶ τέθνηκε τοιγαροῦν ὡς ἄνθρωπος καὶ ἡ ἁγία αὐτοῦ ψυχὴ τοῦ ἀχράντου διῃρέθη σώματος, ἀλλ ̓ ἡ θεότης ἀχώριστος ἀμφοτέρων διέμεινε, τῆς τε ψυχῆς φημι καὶ τοῦ σώματος, καὶ οὐδὲ οὕτως ἡ μία ὑπόστασις εἰς δύο ὑποστάσεις διῃρέθη· τό τε γὰρ σῶμα καὶ ἡ ψυχὴ κατὰ ταὐτὸν ἐξ ἀρχῆς ἐν τῇ τοῦ Λόγου ὑποστάσει ἔσχον τὴν ὕπαρξιν καὶ ἐν τῷ θανάτῳ ἀλλήλων διαιρεθέντα ἕκαστον αὐτῶν ἔμεινε τὴν μίαν ὑπόστασιν τοῦ Λόγου ἔχοντα. Ὥστε ἡ μία τοῦ Λόγου ὑπόστασις τοῦ τε Λόγου καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ὑπῆρχεν ὑπόστασις· οὐδέποτε γὰρ οὔτε ἡ ψυχή, οὐδὲ τὸ σῶμα ἰδίαν ἔσχον ὑπόστασιν παρὰ τὴν τοῦ Λόγου ὑπόστασιν· μία δὲ ἀεὶ ἡ τοῦ Λόγου ὑπόστασις καὶ οὐδέποτε δύο. Ὥστε μία ἀεὶ τοῦ Χριστοῦ ἡ ὑπόστασις. Εἰ γάρ καὶ τοπικῶς ἡ ψυχὴ τοῦ σώματος κεχώριστο, ἀλλ ̓ ὑποστατικῶς διὰ τοῦ Λόγου ἥνωτο.

ΚΕΦΑΛΑΙΟN 72. Περὶ φθορᾶς καὶ διαφθορᾶς Τὸ τῆς φθορᾶς ὄνομα δύο σημαίνει

Σημαίνει γὰρ τὰ ἀνθρώπινα ταῦτα πάθη· πεῖναν, δίψαν, κόπον, τὴν τῶν ἥλων διάτρησιν, θάνατον, ἤτοι χωρισμὸν τῆς ψυχῆς ἐκ τοῦ σώματος καὶ τὰ τοιαῦτα. Κατὰ τοῦτο τὸ σημαινόμενον φθαρτὸν τὸ τοῦ Κυρίου σῶμά φαμεν· πάντα γὰρ ταῦτα ἑκουσίως ἀνέλαβε. Σημαίνει δὲ ἡ φθορὰ καὶ τὴν τελείαν τοῦ σώματος εἰς τά, ἐξ ὧν συνετέθη, στοιχεῖα διάλυσιν καὶ ἀφανισμόν· ἥτις μᾶλλον ὑπὸ πολλῶν διαφθορὰ λέγεταί τε καὶ ὀνομάζεται. Ταύτης πεῖραν τὸ τοῦ Κυρίου σῶμα οὐκ ἔσχεν, ὥς φησιν ὁ προφήτης Δαυίδ· «Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν». Ἄφθαρτον μὲν οὖν τό τοῦ Κυρίου σῶμα λέγειν κατὰ τὸν ἄφρονα Ἰουλιανὸν καὶ Γαϊανὸν κατὰ τὸ πρῶτον τῆς φθορᾶς σημαινόμενον πρὸ τῆς ἀναστάσεως ἀσεβές. Εἰ γὰρ ἄφθαρτον, οὐχ ὁμοούσιον ἡμῖν, ἀλλὰ καὶ δοκήσει καὶ οὐκ ἀληθείᾳ γέγονεν, ἃ γεγονέναι φησὶ τὸ Εὐαγγέλιον, τὴν πεῖναν, τὴν δίψαν, τοὺς ἥλους, τὴν τῆς πλευρᾶς νύξιν, τὸν θάνατον. Εἰ δὲ δοκήσει γέγονε, φενακισμὸς καὶ σκηνὴ τὸ τῆς οἰκονομίας μυστήριον, καὶ δοκήσει καὶ οὐκ ἀληθείᾳ γέγονεν ἄνθρωπος, καὶ δοκήσει καὶ οὐκ ἀληθείᾳ σεσώσμεθα. Ἀλλ ̓ ἄπαγε, καὶ οἱ ταῦτα λέγοντες τῆς σωτηρίας ἀμοιρείτωσαν. Ἡμεῖς δὲ τῆς ἀληθοῦς σωτηρίας ἐτύχομεν καὶ τευξόμεθα. Κατὰ δὲ τὸ δεύτερον τῆς φθορᾶς σημαινόμενον ἄφθαρτον, ἤτοι ἀδιάφθορον, ὁμολογοῦμεν τὸ τοῦ Κυρίου σῶμα, καθὼς ἡμῖν οἱ θεοφόροι πατέρες παραδεδώκασι. Μετὰ μέντοι τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῦ Σωτῆρος καὶ κατὰ τὸ πρῶτον σημαινόμενον ἄφθαρτον τὸ τοῦ Κυρίου σῶμά φαμεν· καὶ τῷ ἡμετέρῳ γὰρ σώματι τήν τε ἀνάστασιν καὶ τὴν μετὰ ταῦτα ἀφθαρσίαν ὁ Κύριος διὰ τοῦ ἰδίου ἐδωρήσατο σώματος, αὐτὸς ἀπαρχὴ τῆς τε ἀναστάσεως καὶ τῆς ἀφθαρσίας καὶ τῆς ἀπαθείας ἡμῖν γενόμενος. «Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν», φησὶν ὁ θεῖος ἀπόστολος.

ΚΕΦΑΛΑΙΟN 73. Περὶ τῆς ἐν τῷ ᾅδῃ καθόδου

Κάτεισιν εἰς ᾅδην ψυχὴ τεθεωμένη, ἵνα, ὥσπερ τοῖς ἐν γῇ ὁ τῆς δικαιοσύνης ἀνέτειλεν ἥλιος, οὕτω καὶ τοῖς ὑπὸ γῆν ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις ἐπιλάμψῃ τὸ φῶς· ἵνα, ὥσπερ τοῖς ἐν γῇ εὐηγγελίσατο εἰρήνην, αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, καὶ τοῖς πιστεύσασι γέγονεν αἴτιος σωτηρίας αἰωνίου, τοῖς δὲ ἀπειθήσασιν ἔλεγχος ἀπιστίας, οὕτω καὶ τοῖς ἐν ᾅδου· «ἵνα αὐτῷ κάμψῃ πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων», καὶ οὕτω τοὺς ἀπ ̓ αἰῶνος λύσας πεπεδημένους αὖθις ἐκ νεκρῶν ἀνεφοίτησεν ὁδοποιήσας ἡμῖν τὴν ἀνάστασιν.

Βιβλίο Δ'

ΚΕΦΑΛΑΙΟN 74. Περὶ τῶν μετὰ τὴν ἀνάστασιν

Μετὰ δὲ τὴν ἐκ νεκρῶν ἀνάστασιν πάντα μὲν τὰ πάθη ἀπέθετο, φθορὰν λέγω, πεῖνάν τε καὶ δίψαν, ὕπνον καὶ κάματον καὶ τὰ τοιαῦτα. Εἰ γὰρ καὶ ἐγεύσατο βρώσεως μετὰ τὴν ἀνάστασιν, ἀλλ ̓ οὐ νόμῳ φύσεως –οὐ γὰρ ἐπείνασεν–, οἰκονομίας δὲ τρόπῳ τὸ ἀληθὲς πιστούμενος τῆς ἀναστάσεως, ὡς αὐτή ἐστιν ἡ σὰρξ ἡ παθοῦσα καὶ ἀναστᾶσα· οὐδὲν δὲ τῶν τῆς φύσεως μερῶν ἀπέθετο, οὐ σῶμα, οὐ ψυχήν, ἀλλὰ καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν λογικήν τε καὶ νοεράν, θελητικήν τε καὶ ἐνεργητικὴν κέκτηται, καὶ οὕτως ἐν δεξιᾷ τοῦ Πατρός καθέζεται, θέλων θεϊκῶς τε καὶ ἀνθρωπίνως τὴν ἡμῶν σωτηρίαν καὶ ἐνεργῶν, θεϊκῶς μὲν τὴν τῶν ὅλων πρόνοιάν τε καὶ συντήρησιν καὶ κυβέρνησιν, ἀνθρωπίνως δὲ μεμνημένος τῶν ἐπὶ γῆς διατριβῶν, ὁρῶν τε καὶ γινώσκων, ὡς ὑπὸ πάσης προσκυνεῖται τῆς λογικῆς κτίσεως. Γινώσκει γὰρ ἡ ἁγία αὐτοῦ ψυχή, ὅτι τε καθ ̓ ὑπόστασιν ἥνωται τῷ Θεῷ Λόγῳ, καὶ συμπροσκυνεῖται ὡς Θεοῦ ψυχὴ καὶ οὐχ ὡς ἁπλῶς ψυχή. Καὶ τὸ ἀναβῆναι δὲ ἐκ γῆς εἰς οὐρανοὺς καὶ τὸ καταβῆναι πάλιν ἐνέργειαί εἰσι περιγραφομένου σώματος· «Οὕτως γὰρ πάλιν ἐλεύσεται», φησί, «πρὸς ὑμᾶς, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν».

ΚΕΦΑΛΑΙΟN 75. Περὶ τῆς ἐκ δεξιῶν τοῦ Πατρὸς καθέδρας

Ἐκ δεξιῶν δὲ τοῦ Θεοῦ καὶ Πατρὸς κεκαθικέναι φαμὲν τὸν Χριστὸν σωματικῶς, οὐ τοπικὴν δὲ δεξιὰν τοῦ Πατρὸς λέγομεν. Πῶς γὰρ ὁ ἀπερίγραπτος τοπικὴν σχοίη δεξιάν; Δεξιὰ γὰρ καὶ ἀριστερὰ τῶν περιγραφομένων εἰσί. Δεξιὰν δὲ τοῦ Πατρὸς λέγομεν τὴν δόξαν καὶ τιμὴν τῆς θεότητος, ἐν ᾗ ὁ τοῦ Θεοῦ Υἱὸς πρὸ αἰώνων ὑπάρχων, ὡς Θεὸς καὶ τῷ Πατρὶ ὁμοούσιος, ἐπ ̓ ἐσχάτων σαρκωθεὶς καὶ σωματικῶς κάθηται συνδοξασθείσης τῆς σαρκὸς αὐτοῦ· προσκυνεῖται γὰρ μιᾷ προσκυνήσει μετὰ τῆς σαρκὸς αὐτοῦ ὑπὸ πάσης τῆς κτίσεως.

ΚΕΦΑΛΑΙΟN 76. Πρὸς τοὺς λέγοντας· Εἰ δύο φύσεις ὁ Χριστός, ἢ καὶ τῇ κτίσει λατρεύετε φύσιν κτιστὴν προσκυνοῦντες, ἢ μίαν φύσιν προσκυνητὴν λέγετε καὶ μίαν ἀπροσκύνητον

Τὸν Υἱὸν τοῦ Θεοῦ σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι προσκυνοῦμεν· ἀσώματον μὲν πρὸ τῆς ἐνανθρωπήσεως καὶ νῦν τὸν αὐτὸν σεσαρκωμένον καὶ γενόμενον ἄνθρωπον μετὰ τοῦ εἶναι Θεόν. Ἡ τοίνυν σὰρξ αὐτοῦ κατὰ μὲν τὴν ἑαυτῆς φύσιν, ἂν διέλῃς ἰσχναῖς ἐπινοίαις τὸ ὁρώμενον ἐκ τοῦ νοουμένου, ἀπροσκύνητός ἐστιν ὡς κτιστή, ἑνωθεῖσα δὲ τῷ Θεῷ Λόγῳ δι ̓ αὐτὸν καὶ ἐν αὐτῷ προσκυνεῖται. Ὅνπερ γὰρ τρόπον ὁ βασιλεὺς καὶ γυμνὸς προσκυνεῖται καὶ ἐνδεδυμένος, καὶ ἡ ἁλουργὶς, ὡς μὲν ψιλὴ ἁλουργὶς πατεῖται καὶ περιρρίπτεται, βασιλικὸν δὲ γενομένη ἔνδυμα τιμᾶται καὶ δοξάζεται καί, εἴ τις αὐτὴν παροικτρώσειε, θανάτῳ ὡς τὰ πολλὰ κατακρίνεται, ὡς δὲ καὶ ξύλον ψιλὸν οὐκ ἔστι τῇ ἁφῇ ἀπρόσιτον, πυρὶ δὲ προσομιλῆσαν καὶ ἄνθραξ γενόμενον οὐ δι ̓ ἑαυτό, διὰ δὲ τὸ συνημμένον πῦρ ἀπρόσιτον γίνεται, καὶ οὐχ ἡ τοῦ ξύλου φύσις ὑπάρχει ἀπρόσιτος, ἀλλ ̓ ὁ ἄνθραξ, ἤτοι τὸ πεπυρωμένον ξύλον, οὕτως ἡ σὰρξ κατὰ μὲν τὴν ἑαυτῆς φύσιν οὐκ ἔστι προσκυνητή, προσκυνεῖται δὲ ἐν τῷ σεσαρκωμένῳ Θεῷ Λόγῳ οὐ δι ̓ ἑαυτήν, ἀλλὰ διὰ τὸν ἡνωμένον αὐτῇ καθ ̓ ὑπόστασιν Θεὸν Λόγον· καὶ οὔ φαμεν, ὅτι σάρκα προσκυνοῦμεν ψιλήν, ἀλλὰ σάρκα Θεοῦ, ἤτοι σεσαρκωμένον Θεόν.

ΚΕΦΑΛΑΙΟN 77. Διὰ τί ὁ Υἱὸς τοῦ Θεοῦ ἐνηνθρώπησε καὶ οὐχ ὁ Πατὴρ οὐδὲ τὸ Πνεῦμα καὶ τί ἐνανθρωπήσας κατώρθωσεν

Πατὴρ ὁ Πατὴρ καὶ οὐχ Υἱός· Υἱὸς ὁ Υἱὸς καὶ οὐ Πατήρ· Πνεῦμα Ἅγιον τὸ Πνεῦμα καὶ οὐ Πατὴρ οὐδὲ Υἱός· ἡ γὰρ ἰδιότης ἀκίνητος. Ἢ πῶς ἂν ἰδιότης εἴη κινουμένη καὶ μεταπίπτουσα; Διὰ τοῦτο ὁ Υἱὸς τοῦ Θεοῦ Υἱὸς ἀνθρώπου γίνεται, ἵνα μείνῃ ἡ ἰδιότης ἀκίνητος· Υἱὸς γὰρ ὢν τοῦ Θεοῦ Υἱὸς ἀνθρώπου γέγονεν σαρκωθεὶς ἐκ τῆς Ἁγίας Παρθένου, καὶ οὐκ ἐξέστη τῆς οἰκείας ἰδιότητος. Ἐνηνθρώπησε δὲ ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα, ἐφ ̓ ὅπερ ἐποίησε τὸν ἄνθρωπον, πάλιν αὐτῷ χαρίσηται· ἐποίησε γὰρ αὐτὸν κατ ̓ εἰκόνα ἑαυτοῦ, νοερὸν καὶ αὐτεξούσιον καὶ καθ ̓ ὁμοιότητα, ἤτοι ἐν ἀρεταῖς τέλειον, ὡς ἐφικτὸν ἀνθρώπου φύσει· αὗται γὰρ οἱονεὶ χαρακτῆρες τῆς θείας ὑπάρχουσι φύσεως· τὸ ἀμέριμνον καὶ ἀπερίσπαστον καὶ ἀκέραιον, τὸ ἀγαθόν, τὸ σοφόν, τὸ δίκαιον, τὸ πάσης κακίας ἐλεύθερον. Ἐν κοινωνίᾳ μὲν οὖν ἑαυτοῦ καταστήσας τὸν ἄνθρωπον –«ἐπ ̓ ἀφθαρσίᾳ γὰρ τοῦτον ἐποίησε»–, διὰ δὲ τῆς ἑαυτοῦ κοινωνίας ἀνήγαγεν αὐτὸν πρὸς τὸ ἄφθαρτον. Ἐπειδὴ δὲ διὰ τῆς παραβάσεως τῆς ἐντολῆς τοὺς τῆς θείας εἰκόνος χαρακτῆρας ἐζοφώσαμέν τε καὶ συνεχέαμεν καὶ ἐν κακίᾳ γενόμενοι τῆς θείας κοινωνίας ἐγυμνώθημεν –«τίς γὰρ μετουσία πρὸς σκότος φωτί;»– καὶ ἔξω τῆς ζωῆς γενόμενοι τῇ τοῦ θανάτου φθορᾷ ὑπεπέσαμεν, καί ἐπειδὴ μετέδωκε τοῦ κρείττονος καὶ οὐκ ἐφυλάξαμεν, μεταλαμβάνει τοῦ χείρονος, τῆς ἡμετέρας λέγω φύσεως, ἵνα δι ̓ ἑαυτοῦ ἐν ἑαυτῷ ἀνακαινίσῃ μὲν τὸ κατ ̓ εἰκόνα καὶ καθ ̓ ὁμοίωσιν, διδάξῃ δὲ ἡμᾶς τὴν ἐνάρετον πολιτείαν καὶ ταύτην δι ̓ ἑαυτοῦ ποιήσῃ ἡμῖν εὐεπίβατον καὶ τῇ τῆς ζωῆς κοινωνίᾳ ἐλευθερώσῃ τῆς φθορᾶς ἀπαρχὴ γενόμενος τῆς ἡμῶν ἀναστάσεως καὶ τὸ ἀχρειωθὲν καὶ συντριβὲν σκεῦος ἀνακαινίσῃ, ἵνα τῆς τυραννίδος τοῦ διαβόλου λυτρώσηται πρὸς θεογνωσίαν ἡμᾶς καλέσας καὶ νευρώσῃ καὶ παιδεύσῃ δι ̓ ὑπομονῆς καὶ ταπεινώσεως καταπαλαίειν τὸν τύραννον. Πέπαυται γοῦν ἡ τῶν δαιμόνων θρησκεία, ἡ κτίσις τῷ θείῳ ἡγίασται αἵματι, βωμοὶ καὶ ναοὶ εἰδώλων καθῄρηνται, θεογνωσία πεφύτευται, Τριὰς ἡ ὁμοούσιος, ἡ ἄκτιστος θεότης λατρεύεται, εἷς Θεὸς ἀληθής, δημιουργὸς τῶν ἁπάντων καὶ Κύριος· ἀρεταὶ πολιτεύονται, ἀναστάσεως ἐλπὶς διὰ τῆς Χριστοῦ δεδώρηται ἀναστάσεως, φρίττουσι τοὺς πάλαι ὑποχειρίους ἀνθρώπους οἱ δαίμονες, καὶ τό γε θαυμαστόν, ὅτι ταῦτα πάντα διὰ σταυροῦ καὶ παθῶν καὶ θανάτου κατώρθωται· εἰς πᾶσαν τὴν γῆν τὸ Εὐαγγέλιον τῆς θεογνωσίας κεκήρυκται οὐ πολέμῳ καὶ ὅπλοις καὶ στρατοπέδοις τοὺς ἐναντίους τροπούμενον, ἀλλ ̓ ὀλίγοι πτωχοί, ἀγράμματοι, διωκόμενοι, αἰκιζόμενοι, θανατούμενοι, σταυρωθέντα σαρκὶ καὶ θανόντα κηρύττοντες τῶν σοφῶν καὶ δυνατῶν κατεκράτησαν· εἵπετο γὰρ αὐτοῖς τοῦ σταυρωθέντος ἡ παντοδύναμος δύναμις. Ὁ θάνατος ὁ πάλαι φοβερώτατος ἥττηται, καὶ τῆς ζωῆς νῦν ὁ παλαιστύγητος καὶ μισητὸς προκρίνεται. Ταῦτα τῆς Χριστοῦ παρουσίας τὰ κατορθώματα, ταῦτα τῆς αὐτοῦ δυνάμεως τὰ γνωρίσματα. Οὐ γὰρ ὡς διὰ Μωσέως ἕνα λαὸν ἐξ Αἰγύπτου καὶ τῆς Φαραὼ δουλείας θάλασσαν διαστήσας διέσωσε, πᾶσαν δὲ μᾶλλον τὴν ἀνθρωπότητα ἐκ φθορᾶς θανάτου καὶ τοῦ πικροῦ τυράννου, τῆς ἁμαρτίας, ἐρρύσατο, οὐ βίᾳ ἄγων πρὸς ἀρετήν, οὐ γῇ καταχωννὺς καὶ πυρὶ φλέγων καὶ λιθοβολεῖσθαι προστάττων τοὺς ἁμαρτάνοντας, ἀλλὰ πραότητι καὶ μακροθυμίᾳ, πείθων τοὺς ἀνθρώπους αἱρεῖσθαι τὴν ἀρετὴν καὶ τοῖς ὑπὲρ ταύτης ἐναμιλλᾶσθαι πόνοις καὶ ἐνηδύνεσθαι· πάλαι μὲν γὰρ ἁμαρτάνοντες ᾐκίζοντο καὶ ἔτι τῆς ἁμαρτίας ἀντείχοντο, καὶ θεὸς αὐτοῖς ἡ ἁμαρτία λελόγιστο· νῦν δὲ ὑπὲρ εὐσεβείας καὶ ἀρετῆς αἰκισμοὺς αἱροῦνται καὶ στρεβλώσεις καὶ θάνατον. Εὖγε, ὦ Χριστέ, Θεοῦ Λόγε καὶ σοφία καὶ δύναμις καὶ Θεὲ παντοκράτορ. Τί σοι τούτων ἁπάντων οἱ ἄποροι ἡμεῖς ἀντιδοίημεν; Σὰ γὰρ ἅπαντα, καὶ αἰτεῖς παρ ̓ ἡμῶν οὐδὲν ἢ τὸ σῴζεσθαι, αὐτὸς καὶ τοῦτο διδοὺς καὶ λαμβάνουσι χάριν εἰδὼς δι ̓ ἄφατον ἀγαθότητα· σοὶ χάρις τῷ τὸ εἶναι δεδωκότι καὶ τὸ εὖ εἶναι χαρισαμένῳ, κἀκ τούτου παραπεσόντας αὖθις ἐπαναγαγὼν πρὸς τοῦτο διὰ τῆς ἀφάτου συγκαταβάσεως.

ΚΕΦΑΛΑΙΟN 78. Πρὸς τοὺς ἐρωτῶντας, εἰ ἡ ὑπόστασις τοῦ Χριστοῦ κτιστή ἐστιν ἢ ἄκτιστος

Ἡ ὑπόστασις τοῦ Θεοῦ Λόγου πρὸ τῆς σαρκώσεως ἁπλῆ ἦν καὶ ἀσύνθετος καὶ ἀσώματος καὶ ἄκτιστος, σαρκωθεῖσα δὲ αὕτη γέγονε καὶ τῇ σαρκὶ ὑπόστασις καὶ γέγονε σύνθετος ἐκ θεότητος, ἧς ἀεὶ εἶχε, καὶ ἐξ ἧς προσείληφε σαρκός· καὶ φέρει τῶν δύο φύσεων τὰ ἰδιώματα ἐν δυσὶ γνωριζομένη ταῖς φύσεσιν· ὥστε ἡ αὐτὴ μία ὑπόστασις ἄκτιστός τέ ἐστι τῇ θεότητι καὶ κτιστὴ τῇ ἀνθρωπότητι, ὁρατὴ καὶ ἀόρατος· ἐπεὶ ἀναγκαζόμεθα ἢ διαιρεῖν τὸν ἕνα Χριστὸν δύο τὰς ὑποστάσεις λέγοντες, ἢ τὴν τῶν φύσεων ἀρνεῖσθαι διαφορὰν καὶ τροπὴν εἰσάγειν καὶ σύγχυσιν.

ΚΕΦΑΛΑΙΟN 79. Περὶ τοῦ πότε ἐκλήθη Χριστός

Οὐχ, ὥς τινες ψευδηγοροῦσι, πρὸ τῆς ἐκ Παρθένου σαρκώσεως ὁ νοῦς ἡνώθη τῷ Θεῷ Λόγῳ καὶ ἐκ τότε ἐκλήθη Χριστός· τοῦτο τῶν Ὠριγένους ληρημάτων τὸ ἀτόπημα προΰπαρξιν τῶν ψυχῶν δογματίσαντος. Ἡμεῖς δὲ Χριστὸν γεγενῆσθαί τε καὶ κεκλῆσθαί φαμεν τὸν Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, ἀφ ̓ οὗ ἐν τῇ γαστρὶ τῆς Ἁγίας Ἀειπαρθένου ἐσκήνωσε καὶ σὰρξ ἀτρέπτως ἐγένετο καὶ ἐχρίσθη ἡ σὰρξ τῇ θεότητι· «χρίσις γὰρ αὕτη τῆς ἀνθρωπότητος», ὥς φησιν ὁ θεολόγος Γρηγόριος. Καὶ ὁ ἱερώτατος δὲ τῆς Ἀλεξανδρέων Κύριλλος πρὸς τὸν βασιλέα Θεοδόσιον γράφων τάδε φησίν· «Χρῆναι γὰρ ἔγωγέ φημι μήτε τὸν ἐκ Θεοῦ Λόγον ἀνθρωπότητος δίχα, μήτε μὴν τὸν ἐκ γυναικὸς ἀποτεχθέντα ναόν, οὐχ ἑνωθέντα τῷ Λόγῳ, Χριστὸν Ἰησοῦν ὀνομάζεσθαι· ἀνθρωπότητι γὰρ καθ ̓ ἕνωσιν οἰκονομικὴν ἀπορρήτως συνενηνεγμένος ὁ ἐκ Θεοῦ Λόγος νοεῖται Χριστός». Καὶ πρὸς τὰς βασιλίδας οὕτως· «Τινές φασιν, ὅτι τὸ Χριστὸς ὄνομα πρέπει καὶ μόνῳ καὶ ἰδίᾳ καθ ̓ αὑτὸν νοουμένῳ καὶ ὑπάρχοντι, τῷ ἐκ Θεοῦ Πατρὸς γεννηθέντι Λόγῳ. Ἡμεῖς δὲ οὐχ οὕτω δεδιδάγμεθα φρονεῖν ἢ λέγειν· ὅτε γὰρ γέγονε σὰρξ ὁ Λόγος, τότε καὶ ὠνομάσθαι λέγομεν αὐτόν Χριστὸν Ἰησοῦν. Ἐπειδὴ γὰρ κέχρισται τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως, ἤτοι τῷ Ἁγίῳ Πνεύματι παρὰ τοῦ Θεοῦ καὶ Πατρός, ταύτῃ τοι Χριστὸς ὀνομάζεται. Ὅτι δὲ περὶ τὸ ἀνθρώπινον ἡ χρίσις, οὐκ ἂν ἐνδυάσειέ τις τῶν ὀρθὰ φρονεῖν εἰωθότων». Καὶ Ἀθανάσιος δὲ ὁ παναοίδιμος ἐν τῷ περὶ τῆς σωτηριώδους ἐπιφανείας λόγῳ ὧδέ πῃ λέγει· «Ὁ προϋπάρχων Θεὸς πρὸ τῆς ἐν σαρκὶ ἐπιδημίας οὐκ ἦν ἄνθρωπος, ἀλλὰ Θεὸς ἦν πρὸς τὸν Θεόν, ἀόρατος καὶ ἀπαθὴς ὤν· ὅτε τε δέ γέγονεν ἄνθρωπος, τὸ Χριστὸς ὄνομα διά τῆς σαρκὸς προσάγεται, ἐπειδὴ ἀκολουθεῖ τῷ ὀνόματι τὸ πάθος καὶ ὁ θάνατος». Εἰ δὲ ἡ θεία Γραφή φησι· «Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως», ἰστέον ὡς πολλάκις ἡ θεία Γραφὴ κέχρηται τῷ παρῳχηκότι χρόνῳ ἀντὶ τοῦ μέλλοντος, ὡς τὸ «μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη»· οὔπω γὰρ ὤφθη οὐδὲ συνανεστράφη Θεὸς ἀνθρώποις, ὅτε ταῦτα ἐλέγετο· καὶ τὸ «ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν»· οὔπω δὲ ταῦτα ἐγεγόνει.

ΚΕΦΑΛΑΙΟN 80. Πρὸς τοὺς ἐρωτῶντας, εἰ δύο φύσεις ἐγέννησεν ἡ Ἁγία Θεοτόκος, καί εἰ δύο φύσεις ἐπὶ σταυροῦ ἐκρέμαντο

Φύσεως μέν ἐστι τὸ ἀγένητον καὶ τὸ γενητὸν δι ̓ ἑνὸς τοῦ ν γραφόμενον, ὅπερ δηλοῖ τὸ ἄκτιστον καὶ κτιστόν· τὸ δὲ ἀγέννητον καὶ γεννητὸν οὐ φύσεως, ἀλλ ̓ ὑποστάσεως, ἤτοι τὸ γεννηθῆναι καὶ τὸ μὴ γεννηθῆναι, ὅπερ διὰ τῶν δύο ν ἐκφέρεται. Ἔστι οὖν ἡ μὲν θεία φύσις ἀγένητος, ἤτοι ἄκτιστος, πάντα δὲ τὰ μετὰ τὴν θείαν φύσιν γενητὰ ἤτοι κτιστά. Θεωρεῖται τοίνυν ἐν μὲν τῇ θείᾳ καὶ ἀκτίστῳ φύσει τὸ μὲν ἀγέννητον ἐν τῷ Πατρί –οὐ γὰρ ἐγεννήθη–, τὸ δὲ γεννητὸν ἐν τῷ Υἱῷ –ἐκ Πατρὸς γὰρ ἀιδίως γεγέννηται–, τὸ δὲ ἐκπορευτὸν ἐν τῷ Ἁγίῳ Πνεύματι. Ἑκάστου δὲ εἴδους ζῴων τὰ μὲν πρῶτα ἀγέννητα, ἀλλ ̓ οὐκ ἀγένητα· γεγόνασι μὲν γὰρ ὑπὸ τοῦ Δημιουργοῦ, οὐκ ἐγεννήθησαν δὲ ἐξ ὁμοίων. Γένεσις μὲν κτιστή ἐστι, γέννησις δὲ ἐπὶ μὲν Θεοῦ ἐκ μόνου Πατρὸς ὁμοουσίου Υἱοῦ πρόοδος, ἐπὶ δὲ τῶν κτισμάτων ἡ ἐκ συναφείας ἄρρενός τε καὶ θηλείας ὁμοουσίου ὑποστάσεως πρόοδος. Ὅθεν γινώσκομεν, ὡς οὐκ ἔστι φύσεως τὸ γεννᾶσθαι, ἀλλ ̓ ὑποστάσεως. Εἰ γὰρ φύσεως ἦν, οὐκ ἂν ἐν τῇ αὐτῇ φύσει τὸ γεννητὸν ἐθεωρεῖτο καὶ τὸ ἀγέννητον. Ὑπόστασιν τοίνυν ἐγέννησεν ἡ Ἁγία Θεοτόκος ἐν δυσὶ γνωριζομένην ταῖς φύσεσι, θεότητι μὲν ἐκ Πατρὸς γεννηθεῖσαν ἀχρόνως, ἐπ ̓ ἐσχάτων δὲ ἐν χρόνῳ ἐξ αὐτῆς σαρκωθεῖσαν καὶ σαρκὶ τικτομένην. Εἰ δὲ οἱ ἐρωτῶντες αἰνίττοιντο, ὅτι ὁ γεννηθεὶς ἐκ τῆς Ἁγίας Θεοτόκου δύο φύσεις ἐστί, φαμέν· ναί, δύο φύσεις ἐστί· «Θεὸς γάρ ἐστιν ὁ αὐτὸς καὶ ἄνθρωπος». Ὁμοίως καὶ περὶ τῆς σταυρώσεως, ἀναστάσεώς τε καὶ ἀναλήψεως· οὐ φύσεως γάρ ταῦτά ἐστιν, ἀλλ ̓ ὑποστάσεως. Ἔπαθεν οὖν ὁ Χριστὸς ὁ ἐν δύο φύσεσιν ὢν τῇ παθητῇ φύσει ἐσταυρώθη τε· σαρκὶ γὰρ ἐπὶ σταυροῦ ἐκρέματο καὶ οὐ θεότητι. Ἐπεὶ ἂν εἴπωσιν ἡμῖν ἐρωτῶσιν· Δύο φύσεις ἀπέθανον; Οὐχί, ἐροῦμεν. Οὐκοῦν οὐδὲ δύο φύσεις ἐσταυρώθησαν, ἀλλ ̓ ἐγεννήθη ὁ Χριστὸς, ἤτοι ὁ Θεὸς Λόγος ἐνανθρωπήσας, ἐγεννήθη σαρκί, ἐσταυρώθη σαρκί, ἔπαθε σαρκί, ἀπέθανε σαρκί, ἀπαθοῦς μεινάσης αὐτοῦ τῆς θεότητος.

ΚΕΦΑΛΑΙΟN 81. Πῶς πρωτότοκος λέγεται ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ

Πρωτότοκός ἐστιν ὁ πρῶτος γεννηθεὶς, εἴτε μονογενής, εἴτε καὶ πρὸ ἄλλων ἀδελφῶν. Εἰ μὲν οὖν ἐλέγετο ὁ Υἱὸς τοῦ Θεοῦ πρωτότοκος, μονογενὴς δὲ οὐκ ἐλέγετο, ὑπενοήσαμεν ἂν κτισμάτων αὐτὸν εἶναι πρωτότοκον ὡς κτίσμα ὑπάρχοντα. Ἐπειδὴ δὲ καὶ πρωτότοκος καὶ μονογενὴς λέγεται, δεῖ δὲ καὶ ἀμφότερα τηρῆσαι ἐπ ̓ αὐτοῦ. «Πρωτότοκον» μὲν αὐτόν φαμεν «πάσης κτίσεως», ἐπειδὴ καὶ αὐτὸς ἐκ τοῦ Θεοῦ καὶ ἡ κτίσις ἐκ τοῦ Θεοῦ, ἀλλ ̓ αὐτὸς μὲν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς μόνος ἀχρόνως γεγεννημένος εἰκότως Υἱὸς μονογενὴς πρωτότοκος καὶ οὐ πρωτόκτιστος λεχθήσεται· ἡ γὰρ κτίσις οὐκ ἐκ τῆς οὐσίας τοῦ Πατρός, ἀλλὰ θελήματι αὐτοῦ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη. «Πρωτότοκος δὲ ἐν πολλοῖς ἀδελφοῖς»· μονογενὴς γὰρ ὢν καὶ ἐκ μητρὸς, ἐπειδήπερ μετέσχηκεν αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν καὶ ἄνθρωπος γέγονε. Γεγόναμεν δὲ καὶ ἡμεῖς δι ̓ αὐτοῦ υἱοὶ Θεοῦ υἱοθετηθέντες διὰ τοῦ βαπτίσματος· αὐτὸς ὁ φύσει Υἱὸς τοῦ Θεοῦ πρωτότοκος ἐν ἡμῖν τοῖς θέσει καὶ χάριτι υἱοῖς Θεοῦ γενομένοις καὶ ἀδελφοῖς αὐτοῦ χρηματίσασι γέγονεν. Ὅθεν ἔλεγεν· «Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν.» Οὐκ εἶπε· «Πατέρα ἡμῶν», ἀλλὰ «πατέρα μου», φύσει δῆλον, καὶ «Πατέρα ὑμῶν» χάριτι, καὶ «Θεόν μου καὶ Θεὸν ὑμῶν». Καὶ οὐκ εἶπε «Θεὸν ἡμῶν», ἀλλὰ «Θεόν μου», –ἂν διέλῃς λεπταῖς ταῖς ἐπινοίαις τὸ ὁρώμενον ἐκ τοῦ νοουμένου–, καὶ «Θεὸν ὑμῶν» ὡς δημιουργὸν καὶ Κύριον.

Πρὸς τοὺς ἐρωτῶντας, εἰ ὑπὸ τὸ συνεχὲς ποσὸν ἀνάγονται ἢ ὑπὸ τὸ διωρισμένον αἱ δύο φύσεις1 Αἱ τοῦ κυρίου φύσεις οὔτε ἓν σῶμά Αἱ τοῦ κυρίου φύσεις οὔτε ἓν σῶμά εἰσιν, οὔτε ἐπιφάνεια οὔτε γραμμή, οὐ τόπος, οὐ χρόνος, ἵνα ὑπὸ τὸ συνεχὲς ποσὸν ἀναχθῶσι· ταῦτα γάρ εἰσι τὰ συνεχῶς ἀριθμούμενα. Ἥνωνται δὲ αἱ τοῦ κυρίου φύσεις ἀσυγχύτως καθ ̓ ὑπόστασιν καὶ διῄρηνται ἀδιαιρέτως λόγῳ καὶ τρόπῳ τῆς διαφορᾶς. Καὶ ᾧ μὲν τρόπῳ ἥνωνται, οὐκ ἀριθμοῦνται οὐ γὰρ λέγομεν δύο ὑποστάσεις εἶναι τὰς φύσεις τοῦ Χριστοῦ ἢ δύο κατὰ τὴν ὑπόστασιν, ᾧ δὲ τρόπῳ ἀδιαιρέτως διῄρηνται, ἀριθμοῦνται δύο γάρ εἰσι φύσεις λόγῳ καὶ τρόπῳ τῆς διαφορᾶς· ἡνωμέναι γὰρ καθ ̓ ὑπόστασιν καὶ ἐν ἀλλήλαις περιχωροῦσαι ἀσυγχύτως ἥνωνται τὴν εἰς ἀλλήλας μεταβολὴν οὐ δεξάμεναι, τὴν οἰκείαν ἑκάστῃ φυσικὴν διαφορὰν καὶ μετὰ τὴν ἕνωσιν διασῴζουσα· τὸ γὰρ κτιστὸν μεμένηκε κτιστόν, καὶ τὸ ἄκτιστον ἄκτιστον. Τῷ τρόπῳ τοίνυν τῆς διαφορᾶς καὶ μόνῳ ἀριθμούμεναι ὑπὸ τὸ διωρισμένον ποσὸν ἀναχθήσονται. Ἀδύνατον γὰρ τὰ κατὰ μηδὲν διαφέροντα ἀριθμεῖσθαι· καθὸ δὲ διαφέρουσι, κατὰ τοῦτο καὶ ἀριθμοῦνται, οἷον ὁ Πέτρος καὶ ὁ Παῦλος, καθὸ μὲν ἥνωνται, οὐκ ἀριθμοῦνται τῷ λόγῳ γὰρ τῆς οὐσίας ἑνούμενοι δύο φύσεις οὐδὲ εἰσὶν οὐδὲ λέγονται, καθ ̓ ὑπόστασιν δὲ διαφέροντες δύο ὑποστάσεις λέγονται. Ὥστε ἡ διαφορὰ αἰτία τοῦ ἀριθμοῦ.ῄ

ΚΕΦΑΛΑΙΟN 82. Περὶ πίστεως καὶ βαπτίσματος

Ὁμολογοῦμεν δὲ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον· τὸ γὰρ βάπτισμα τὸν τοῦ Κυρίου θάνατον δηλοῖ. Συνθαπτόμεθα γοῦν τῷ Κυρίῳ διὰ τοῦ βαπτίσματος, ὥς φησιν ὁ θεῖος ἀπόστολος. Ὥσπερ οὖν ἅπαξ ἐτελέσθη ὁ τοῦ Κυρίου θάνατος, οὕτω καὶ ἅπαξ δεῖ βαπτίζεσθαι, βαπτίζεσθαι δὲ κατὰ τὸν τοῦ Κυρίου λόγον «εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος», διδασκομένους τὴν εἰς Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα ὁμολογίαν. Ὅσοι τοίνυν εἰς Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα βαπτισθέντες, μίαν φύσιν ἐν τρισὶν ὑποστάσεσι τῆς θεότητος διδαχθέντες αὖθις ἀναβαπτίζονται, οὗτοι ἀνασταυροῦσι τὸν Χριστόν, ὥς φησιν ὁ θεῖος ἀπόστολος· «Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας» καὶ τὰ ἑξῆς, «αὖθις ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν Χριστὸν καὶ παραδειγματίζοντας». Ὅσοι δὲ μὴ εἰς τὴν Ἁγίαν Τριάδα ἐβαπτίσθησαν, τούτους δεῖ ἀναβαπτίζεσθαι. Εἰ γὰρ καί φησιν ὁ ἀπόστολος, ὅτι «εἰς Χριστὸν» καὶ «εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν», οὐχ οὕτω δεῖν γίνεσθαί φησι τὴν ἐπίκλησιν τοῦ βαπτίσματος, ἀλλ ̓ ὅτι τύπος τοῦ θανάτου τοῦ Χριστοῦ ἐστι τὸ βάπτισμα· διὰ γὰρ τῶν τριῶν καταδύσεων τὰς τρεῖς ἡμέρας τῆς τοῦ Κυρίου ταφῆς σημαίνει τὸ βάπτισμα. Τὸ οὖν εἰς Χριστὸν βαπτισθῆναι δηλοῖ τὸ πιστεύοντας εἰς αὐτὸν βαπτίζεσθαι. Ἀδύνατον δὲ εἰς Χριστὸν πιστεῦσαι μὴ διδαχθέντας τὴν εἰς Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα ὁμολογίαν. Χριστὸς γάρ ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὃν ἔχρισεν ὁ Πατὴρ τῷ Ἁγίῳ Πνεύματι, ὥς φησιν ὁ θεῖος Δαυίδ· «Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου». Καὶ Ἡσαΐας ἐκ προσώπου τοῦ Κυρίου· «Πνεῦμα Ἅγιον ἐπ ̓ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με». Τὴν μέντοι ἐπίκλησιν τοὺς οἰκείους μαθητὰς ὁ Κύριος διδάσκων ἔλεγε· «Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος». Ἐπειδὴ γὰρ ἐπ ̓ ἀφθαρσίᾳ πεποίηκεν ἡμᾶς ὁ Θεός, παραβάντας δὲ τὴν σωτήριον αὐτοῦ ἐντολὴν φθορᾷ θανάτου κατεδίκασεν, ἵνα μὴ ἀθάνατον ᾖ τὸ κακόν, συγκαταβὰς τοῖς δούλοις ὡς εὔσπλαγχνος καὶ καθ ̓ ἡμᾶς γενόμενος τῆς φθορᾶς διὰ τοῦ ἰδίου πάθους ἐλυτρώσατο, ἐπήγασεν ἡμῖν ἐκ τῆς ἁγίας καὶ ἀχράντου αὐτοῦ πλευρᾶς πηγὴν ἀφέσεως· ὕδωρ μὲν εἰς ἀναγέννησιν καὶ ἔκπλυσιν τῆς τε ἁμαρτίας καὶ τῆς φθορᾶς, αἷμα δὲ ποτὸν ζωῆς ἀιδίου πρόξενον. Ἐντολάς δέ ἡμῖν δέδωκε δι ̓ ὕδατος ἀναγεννᾶσθαι καὶ Πνεύματος δι ̓ ἐντεύξεως καὶ ἐπικλήσεως τῷ ὕδατι ἐπιφοιτῶντος τοῦ Ἁγίου Πνεύματος. Ἐπειδὴ γὰρ διπλοῦς ὁ ἄνθρωπος, ἐκ ψυχῆς καὶ σώματος, διπλῆν ἡμῖν ἔδωκε καὶ τὴν κάθαρσιν, δι ̓ ὕδατός τε καὶ Πνεύματος· τοῦ μὲν Πνεύματος τὸ «κατ ̓ εἰκόνα καὶ καθ ̓ ὁμοίωσιν» ἐν ἡμῖν ἀνακαινίζοντος, τοῦ δὲ ὕδατος διὰ τῆς τοῦ Πνεύματος χάριτος καθαίροντος τὸ σῶμα τῆς ἁμαρτίας καὶ τῆς φθορᾶς ἀπαλλάττοντος, καὶ τὴν μὲν τοῦ θανάτου εἰκόνα ἐκπληροῦντος τοῦ ὕδατος, τὸν δὲ τῆς ζωῆς ἀρραβῶνα παρεχομένου τοῦ Πνεύματος. Ἀπ ̓ ἀρχῆς γὰρ «Πνεῦμα Θεοῦ τοῖς ὕδασιν ἐπεφέρετο». Καὶ ἄνωθεν ἡ Γραφὴ μαρτυρεῖ τῷ ὕδατι, ὡς ἔστι καθαρτήριον. Ἐπὶ Νῶε δι ̓ ὕδατος ὁ Θεὸς τὴν κοσμικὴν ἁμαρτίαν κατέκλυσε. Δι ̓ ὕδατος πᾶς ἀκάθαρτος κατὰ τὸν νόμον καθαίρεται, καὶ αὐτῶν τῶν ἱματίων πλυνομένων τῷ ὕδατι. Ἔδειξεν Ἡλίας τὴν χάριν τοῦ Πνεύματος συμμεμιγμένην τῷ ὕδατι, ὕδατι φλέξας τὴν ὁλοκαύτωσιν. Καὶ σχεδὸν ἅπαντα κατὰ τὸν νόμον ὕδατι καθαρίζονται –τὰ γὰρ ὁρατὰ σύμβολα τῶν νοουμένων εἰσίν–, ἡ μέντοι ἀναγέννησις κατὰ ψυχὴν γίνεται· πίστις γὰρ υἱοθετεῖν οἶδε καίτοι ὄντας κτίσματα διὰ τοῦ Πνεύματος καὶ εἰς τὴν ἀρχαίαν ἀνάγειν μακαριότητα. Ἡ μὲν οὖν τῶν ἁμαρτιῶν ἄφεσις πᾶσιν ὁμοίως διὰ τοῦ βαπτίσματος δίδοται, ἡ δὲ χάρις τοῦ Πνεύματος κατὰ τὴν ἀναλογίαν τῆς πίστεως καὶ τῆς προκαθάρσεως. Νῦν μὲν οὖν διὰ τοῦ βαπτίσματος τὴν ἀπαρχὴν τοῦ Ἁγίου Πνεύματος λαμβάνομεν, καὶ ἀρχὴ ἑτέρου βίου γίνεται ἡμῖν ἡ παλιγγενεσία καὶ σφραγὶς καὶ φυλακτήριον καὶ φωτισμός. Χρὴ δὲ πάσῃ δυνάμει ἀσφαλῶς τηρεῖν ἑαυτοὺς καθαροὺς ἀπὸ ῥυπαρῶν ἔργων, ἵνα μὴ πάλιν ὥσπερ κύων ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέψαντες δούλους πάλιν ἑαυτοὺς τῆς ἁμαρτίας ποιήσωμεν. «Πίστις γὰρ χωρὶς ἔργων νεκρά ἐστιν», ὁμοίως καὶ ἔργα χωρὶς πίστεως· ἡ γὰρ ἀληθὴς πίστις διὰ τῶν ἔργων δοκιμάζεται. Βαπτιζόμεθα δὲ εἰς τὴν Ἁγίαν Τριάδα, ὅτι αὐτὰ τὰ βαπτιζόμενα χρῄζει τῆς Ἁγίας Τριάδος εἰς τὴν αὐτῶν σύστασίν τε καὶ διαμονήν, καὶ ἀδύνατον μὴ συμπαρεῖναι ἀλλήλαις τὰς τρεῖς ὑποστάσεις· ἀχώριστος γὰρ ἡ Ἁγία Τριάς. Πρῶτον βάπτισμα τὸ τοῦ κατακλυσμοῦ εἰς ἐκκοπὴν ἁμαρτίας. Δεύτερον τὸ διὰ τῆς θαλάσσης καὶ τῆς νεφέλης· σύμβολον γὰρ ἡ μὲν νεφέλη τοῦ Πνεύματος, ἡ θάλασσα δὲ τοῦ ὕδατος. Τρίτον τὸ νομικόν· πᾶς γὰρ ἀκάθαρτος ἀπελούετο ὕδατι, ἔπλυνέ τε τὰ ἱμάτια καὶ οὕτως εἰσῄει εἰς τὴν παρεμβολήν. Τέταρτον τὸ Ἰωάννου εἰσαγωγικὸν ὑπάρχον καὶ εἰς μετάνοιαν ἄγον τοὺς βαπτιζομένους, ἵνα εἰς Χριστὸν πιστεύσωσιν· «ἐγὼ γὰρ ὑμᾶς», φησί, «βαπτίζω ἐν ὕδατι· ὁ δὲ ὀπίσω μου ἐρχόμενος, αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί». Προκαθαίρει οὖν ὁ Ἰωάννης ἐπὶ τὸ Πνεῦμα διὰ τοῦ ὕδατος. Πέμπτον τὸ τοῦ Κυρίου βάπτισμα, ὃ αὐτὸς ἐβαπτίσατο. Βαπτίζεται δὲ οὐχ ὡς αὐτὸς χρῄζων καθάρσεως, ἀλλὰ τὴν ἐμὴν οἰκειούμενος κάθαρσιν, ἵνα συντρίψῃ τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, ἵνα κλύσῃ τὴν ἁμαρτίαν καὶ πάντα τὸν παλαιὸν Ἀδὰμ ἐνθάψῃ τῷ ὕδατι, ἵνα ἁγιάσῃ τὸν βαπτιστήν, ἵνα πληρώσῃ τὸν νόμον, ἵνα τὸ τῆς Τριάδος ἀποκαλύψῃ μυστήριον, ἵνα τύπος καὶ ὑπογραμμὸς ἡμῖν πρὸς τὸ βαπτίζεσθαι γένηται. Βαπτιζόμεθα δὲ ἡμεῖς τὸ τέλειον τοῦ Κυρίου βάπτισμα, τὸ δι ̓ ὕδατός τε καὶ Πνεύματος. Πυρὶ δὲ λέγεται βαπτίζειν Χριστός· ἐν εἴδει γὰρ πυρίνων γλωσσῶν ἐπὶ τοὺς ἁγίους ἀποστόλους τὴν τοῦ Πνεύματος χάριν ἐξέχεεν, ὥς φησιν αὐτὸς ὁ Κύριος· «Ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ καὶ πυρὶ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας», ἢ διὰ τὸ τοῦ μέλλοντος πυρὸς κολαστικὸν βάπτισμα. Ἕκτον τὸ διὰ μετανοίας καὶ δακρύων ὄντως ἐπίπονον. Ἕβδομον τὸ δι ̓ αἵματος καὶ μαρτυρίου, ὃ καὶ αὐτὸς Χριστὸς ὑπὲρ ἡμῶν ἐβαπτίσατο ὡς λίαν αἰδέσιμον καὶ μακάριον, ὅσον δευτέροις οὐ μολύνεται ῥύποις. Ὄγδοον τὸ τελευταῖον, οὐ σωτήριον, ἀλλὰ τῆς μὲν κακίας ἀναιρετικόν –οὐκ ἔτι γὰρ κακία καὶ ἁμαρτία πολιτεύεται–, κολάζον δὲ ἀτελεύτητα. Σωματικῷ δέ εἴδει, ὡσεὶ περιστερὰ κατεφοίτησε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ τὸν Κύριον τὴν ἀπαρχὴν τοῦ ἡμετέρου ὑποδεικνύον βαπτίσματος καὶ τιμῶν τὸ σῶμα, ἐπεὶ καὶ τοῦτο, ἤγουν τὸ σῶμα, τῇ θεώσει Θεὸς καὶ ἅμα που ἄνωθεν εἴθισται περιστερὰ λύσιν κατακλυσμοῦ εὐαγγελίζεσθαι. Ἐπὶ δὲ τοὺς ἁγίους ἀποστόλους πυροειδῶς κάτεισι· Θεὸς γάρ ἐστιν, «ὁ δὲ Θεὸς πῦρ καταναλίσκον ἐστί». Τὸ ἔλαιον ἐν τῷ βαπτίσματι παραλαμβάνεται μηνύον τὴν χρίσιν καὶ χριστοὺς ἡμᾶς ἐργαζόμενον καὶ τὸν τοῦ Θεοῦ ἡμῖν ἐπαγγελλόμενον διὰ τοῦ Ἁγίου Πνεύματος ἔλεον, ἐπεὶ καὶ κάρφος ἐλαίας τοῖς ἐκ τοῦ κατακλυσμοῦ περισωθεῖσιν ἡ περιστερὰ κεκόμικεν. Ἐβαπτίσθη Ἰωάννης τὴν χεῖρα ἐπιθεὶς ἐπὶ τὴν θείαν τοῦ Δεσπότου κορυφὴν καὶ τῷ ἰδίῳ αἵματι. Οὐ χρὴ ὑπερτίθεσθαι τὸ βάπτισμα, ὅτε δι ̓ ἔργων ἡ πίστις τῶν προσιόντων μαρτυρηθῇ. Ὁ ἐν δόλῳ προσιὼν τῷ βαπτίσματι κατακριθήσεται μᾶλλον ἢ ὠφεληθήσεται.

ΚΕΦΑΛΑΙΟN 83. Περὶ πίστεως

Ἡ μέντοι πίστις διπλῆ ἐστιν. «Ἔστι γὰρ πίστις ἐξ ἀκοῆς». Ἀκούοντες γὰρ τῶν θείων Γραφῶν πιστεύομεν τῇ διδασκαλίᾳ τοῦ Πνεύματος. Αὕτη δὲ τελειοῦται πᾶσι τοῖς νομοθετηθεῖσιν ὑπὸ Χριστοῦ, ἔργῳ πιστεύουσα, εὐσεβοῦσα καὶ τὰς ἐντολὰς πράττουσα τοῦ ἀνακαινίσαντος ἡμᾶς. Ὁ γὰρ μὴ κατὰ τὴν παράδοσιν τῆς καθολικῆς Ἐκκλησίας πιστεύων ἢ κοινωνῶν διὰ τῶν ἀτόπων ἔργων τῷ Διαβόλῳ ἄπιστός ἐστιν. «Ἔστι δὲ» πάλιν «πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων» ἢ ἀδίστακτος καὶ ἀδιάκριτος ἐλπὶς τῶν τε ὑπὸ Θεοῦ ἡμῖν ἐπηγγελμένων καὶ τῆς τῶν αἰτήσεων ἡμῶν ἐπιτυχίας. Ἡ μὲν οὖν πρώτη τῆς ἡμετέρας γνώμης ἐστίν, ἡ δὲ δευτέρα τῶν χαρισμάτων τοῦ Πνεύματος. Ἰστέον, ὅτι διὰ τοῦ βαπτίσματος περιτεμνόμεθα ἅπαν τὸ ἀπὸ γενέσεως κάλυμμα, ἤτοι τὴν ἁμαρτίαν καὶ Ἰσραηλῖται πνευματικοὶ καὶ Θεοῦ λαὸς χρηματίζομεν.

ΚΕΦΑΛΑΙΟN 84. Περὶ σταυροῦ, ἐν ᾧ ἔτι καὶ περὶ πίστεως

«Ὁ λόγος ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστιν». «Ὁ μὲν γὰρ πνευματικὸς πάντα ἀνακρίνει, ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος». Μωρία γάρ ἐστι τοῖς μὴ πίστει δεχομένοις καὶ τὸ ἀγαθὸν καὶ παντοδύναμον τοῦ Θεοῦ λογιζομένοις, ἀλλ ̓ ἀνθρωπίνοις καὶ φυσικοῖς λογισμοῖς ἐρευνῶσι τὰ θεῖα· πάντα γὰρ τὰ τοῦ Θεοῦ ὑπὲρ φύσιν εἰσὶ καὶ λόγον καὶ ἔννοιαν. Εἰ γάρ τις λογίσηται, ὅπως ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τίνος τε ἕνεκεν παρήγαγεν ὁ Θεὸς τὰ πάντα, καὶ φυσικοῖς λογισμοῖς φθάσαι βουληθῇ, οὐ καταλαμβάνει· ψυχικὴ γάρ ἐστιν ἡ γνῶσις αὕτη καὶ δαιμονιώδης. Εἰ δέ τις πίστει χειραγωγούμενος ἀγαθὸν καὶ παντοδύναμον καὶ ἀληθὲς καὶ σοφὸν καὶ δίκαιον τὸ θεῖον λογίσηται, εὑρήσει πάντα λεῖα καὶ ὁμαλὰ καὶ ὁδὸν εὐθεῖαν. Ἐκτὸς γὰρ πίστεως ἀδύνατον σωθῆναι· πίστει γὰρ πάντα, τά τε ἀνθρώπινα τά τε πνευματικά, συνίστανται. Οὔτε γὰρ γεωργὸς ἐκτὸς πίστεως τέμνει γῆς αὔλακα, οὐκ ἔμπορος μικρῷ ξύλῳ τὴν ἑαυτοῦ ψυχὴν τῷ μαινομένῳ τῆς θαλάσσης πελάγει παραδίδωσιν, οὐ γάμοι συνίστανται, οὐκ ἄλλο τι τῶν ἐν τῷ βίῳ. Πίστει νοοῦμεν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα τῇ τοῦ Θεοῦ δυνάμει παρῆχθαι· πάντα, τά τε θεῖα καὶ τὰ ἀνθρώπινα, πίστει κατορθοῦμεν. Πίστις δέ ἐστιν ἀπολυπραγμόνητος συγκατάθεσις. Πᾶσα μὲν οὖν πρᾶξις καὶ θαυματουργία Χριστοῦ μεγίστη καὶ θεία καὶ θαυμαστή, ἀλλὰ πάντων ἐστὶ θαυμαστότερον ὁ τίμιος αὐτοῦ σταυρός. Δι ̓ οὐδενὸς γὰρ ἑτέρου ὁ θάνατος κατήργηται, ἡ τοῦ προπάτορος ἁμαρτία λέλυται, ὁ ᾅδης ἐσκύλευται, ἡ ἀνάστασις δεδώρηται, δύναμις ἡμῖν τοῦ καταφρονεῖν τῶν παρόντων καὶ αὐτοῦ τοῦ θανάτου δέδοται, ἡ πρὸς τὴν ἀρχαίαν μακαριότητα ἐπάνοδος κατώρθωται, πύλαι παραδείσου ἠνοίγησαν, ἡ φύσις ἡμῶν ἐκ δεξιῶν τοῦ Θεοῦ κεκάθικε, τέκνα Θεοῦ καὶ κληρονόμοι γεγόναμεν, εἰ μὴ διὰ τοῦ σταυροῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Διὰ σταυροῦ γὰρ ταῦτα πάντα κατώρθωται. » Ὅσοι γὰρ ἐβαπτίσθημεν εἰς Χριστόν», φησὶν ὁ ἀπόστολος, «εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν». Ὅσοι δὲ εἰς Χριστὸν ἐβαπτίσθημεν, Χριστὸν ἐνεδυσάμεθα. Χριστὸς δέ ἐστι «Θεοῦ δύναμις καὶ σοφία». Ἰδοὺ ὁ θάνατος τοῦ Χριστοῦ, ἤτοι ὁ σταυρὸς τὴν ἐνυπόστατον τοῦ Θεοῦ σοφίαν καὶ δύναμιν ἡμᾶς περιέβαλε. Δύναμις δὲ Θεοῦ ἐστιν ὁ λόγος ὁ τοῦ σταυροῦ, ἢ ὅτι τὸ δυνατὸν τοῦ Θεοῦ, ἤτοι ἡ κατὰ τοῦ θανάτου νίκη δι ̓ αὐτοῦ ἡμῖν πεφανέρωται, ἢ ὅτι, ὥσπερ τὰ τέσσαρα ἄκρα τοῦ σταυροῦ διὰ τοῦ μέσου κέντρου κρατοῦνται καὶ συσφίγγονται, οὕτω διὰ τῆς τοῦ Θεοῦ δυνάμεως τό τε ὕψος καὶ τὸ βάθος, μῆκός τε καὶ πλάτος, ἤτοι πᾶσα ὁρατή τε καὶ ἀόρατος κτίσις συνέχεται. Οὗτος ἡμῖν σημεῖον δέδοται ἐπὶ τοῦ μετώπου, ὃν τρόπον τῷ Ἰσραὴλ ἡ περιτομή· δι ̓ αὐτοῦ γὰρ οἱ πιστοὶ τῶν ἀπίστων ἀποδιιστάμεθά τε καὶ γνωριζόμεθα. Οὗτος θυρεὸς καὶ ὅπλον καὶ τρόπαιον κατὰ τοῦ Διαβόλου. Οὗτος σφραγίς, ἵνα μὴ θίγῃ ἡμῶν ὁ ὀλοθρεύων, ὥς φησιν ἡ Γραφή. Οὗτος τῶν κειμένων ἀνάστασις, τῶν ἑστώτων στήριγμα, ἀσθενῶν βακτηρία, ποιμαινομένων ῥάβδος, ἐπιστρεφόντων χειραγωγία, προκοπτόντων τελείωσις, ψυχῆς σωτηρία καὶ σώματος, πάντων τῶν κακῶν ἀποτρόπαιον, πάντων ἀγαθῶν πρόξενος, ἁμαρτίας ἀναίρεσις, φυτὸν ἀναστάσεως, ξύλον ζωῆς αἰωνίου. Αὐτὸ μὲν οὖν τὸ τίμιον ξύλον ὡς ἀληθῶς καὶ σεβάσμιον, ἐν ᾧ ἑαυτὸν εἰς θυσίαν ὑπὲρ ἡμῶν Χριστὸς προσενήνοχεν, ὡς ἁγιασθὲν τῇ ἁφῇ τοῦ ἁγίου σώματος καὶ αἵματος εἰκότως προσκυνητέον, τοὺς ἥλους, τὴν λόγχην, τὰ ἐνδύματα καὶ τὰ ἱερὰ αὐτοῦ σκηνώματα, ἅτινά εἰσιν ἡ φάτνη, τὸ σπήλαιον, ὁ Γολγοθᾶς ὁ σωτήριος, ὁ ζωοποιὸς τάφος, ἡ Σιὼν τῶν ἐκκλησιῶν ἡ ἀκρόπολις, καὶ τὰ ὅμοια· ὥς φησιν ὁ θεοπάτωρ Δαυίδ· «Εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ». Ὅτι δὲ τὸν σταυρὸν λέγει, δηλοῖ τὸ ἑπόμενον· «Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου»· ἕπεται γὰρ τῷ σταυρῷ ἡ ἀνάστασις. Εἰ γὰρ τῶν ἐρωμένων ποθητὸν οἶκος καὶ κλίνη καὶ περιβόλαιον, πόσῳ μᾶλλον τὰ τοῦ Θεοῦ καὶ Σωτῆρος, δι ̓ ὧν καὶ σεσῴσμεθα; Προσκυνοῦμεν δὲ καὶ τὸν τύπον τοῦ τιμίου καί ζωοποιοῦ σταυροῦ, εἰ καὶ ἐξ ἑτέρας ὕλης γένηται, οὐ τὴν ὕλην τιμῶντες –μὴ γένοιτο, ἀλλὰ τὸν τύπον ὡς Χριστοῦ σύμβολον. Ἔφη γὰρ τοῖς ἑαυτοῦ μαθηταῖς διατιθέμενος· «Τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ», τὸν σταυρὸν λέγων. Διὸ καὶ ταῖς γυναιξὶν ἔλεγεν ὁ τῆς ἀναστάσεως ἄγγελος· «Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον;»· καὶ ὁ ἀπόστολος· «Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον». Πολλοὶ μὲν γὰρ Χριστοὶ καὶ Ἰησοῖ, ἀλλ ̓ εἷς ὁ ἐσταυρωμένος. Οὐκ εἶπε λελογχευμένον, ἀλλ ̓ «ἐσταυρωμένον». Προσκυνητέον τοίνυν τὸ σημεῖον τοῦ Χριστοῦ. Ἔνθα γὰρ ἂν ᾖ τὸ σημεῖον, ἐκεῖ καὶ αὐτὸς ἔσται. Τὴν δὲ ὕλην, ἐξ ἧς ὁ τύπος τοῦ σταυροῦ συνίσταται, εἰ καὶ χρυσὸς ἢ λίθοι εἶεν τίμιοι, μετὰ τὴν τοῦ τύπου, εἰ τύχοι, διάλυσιν οὐ προσκυνητέον. Πάντα τοίνυν τὰ Θεῷ ἀνακείμενα προσκυνοῦμεν αὐτῷ τὸ σέβας προσάγοντες. Τοῦτον τὸν τίμιον σταυρὸν προετύπωσε τὸ ξύλον τῆς ζωῆς τὸ ἐν παραδείσῳ ὑπὸ Θεοῦ πεφυτευμένον· ἐπεὶ γὰρ διὰ ξύλου ὁ θάνατος, ἔδει διὰ ξύλου δωρηθῆναι τὴν ζωὴν καὶ τὴν ἀνάστασιν· Ἰακὼβ πρῶτος προσκυνήσας τὸ ἄκρον τῆς ῥάβδου Ἰωσήφ τόν σταυρόν εἰκόνισε καί ἐνηλλαγμέναις ταῖς χερσὶ τοὺς υἱοὺς Ἰωσὴφ εὐλογήσας, καὶ τὸ σημεῖον τοῦ σταυροῦ διέγραψε σαφέστατα ῥάβδος Μωσαϊκὴ σταυροτύπως τὴν θάλασσαν πλήξασα καὶ σώσασα μὲν τὸν Ἰσραήλ, Φαραὼ δὲ βυθίσασα, χεῖρες σταυροειδῶς ἐκτεινόμεναι καὶ τὸν Ἀμαλὴκ τροπούμεναι, ξύλῳ τὸ πικρὸν ὕδωρ γλυκαινόμενον καὶ πέτρα ῥηγνυμένη καὶ προχέουσα νάματα, ῥάβδος τῷ Ἀαρὼν τὸ τῆς ἱεραρχίας ἀξίωμα χρηματίζουσα, ὄφις ἐπὶ ξύλου θριαμβευόμενος ὡς νενέκρωται τοῦ ξύλου τοὺς νεκρὸν ὁρῶντας τὸν ἐχθρὸν διασῴζοντος τοὺς πιστεύοντας, ὡς Χριστὸς ἐν σαρκὶ ἁμαρτίας ἁμαρτίαν οὐκ εἰδυίᾳ προσήλωται. Μωσῆς ὁ μέγας· «Ὄψεσθε», βοῶν, «τὴν ζωὴν ὑμῶν ἐπὶ ξύλου κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν», Ἡσαΐας· «Ὅλην τὴν ἡμέραν διεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα». Οἱ τοῦτο προσκυνοῦντες τῆς μερίδος τύχοιμεν Χριστοῦ τοῦ ἐσταυρωμένου. Ἀμήν.

ΚΕΦΑΛΑΙΟN 85. Περὶ τοῦ προσκυνεῖν κατὰ ἀνατολάς

Οὐχ ἁπλῶς, οὐδ ̓ ὡς ἔτυχε, κατὰ ἀνατολὰς προσκυνοῦμεν, ἀλλ ̓ ἐπειδὴ ἐξ ὁρατῆς τε καὶ ἀοράτου, ἤτοι νοητῆς καὶ αἰσθητῆς συντεθείμεθα φύσεως, διπλῆν καὶ τὴν προσκύνησιν τῷ Δημιουργῷ προσάγομεν, ὥσπερ καὶ τῷ νῷ ψάλλομεν καὶ τοῖς σωματικοῖς χείλεσι, καὶ βαπτιζόμεθα ὕδατί τε καὶ Πνεύματι, καὶ διπλῶς τῷ Κυρίῳ ἑνούμεθα τῶν μυστηρίων μετέχοντες καὶ τῆς τοῦ Πνεύματος χάριτος. Ἐπεὶ τοίνυν «ὁ Θεὸς φῶς ἐστι» νοητόν, καὶ «ἥλιος δικαιοσύνης» καὶ «ἀνατολὴ» ἐν ταῖς Γραφαῖς ὠνόμασται ὁ Χριστός, ἀναθετέον αὐτῷ τὴν ἀνατολὴν εἰς προσκύνησιν· πᾶν γὰρ καλὸν τῷ Θεῷ ἀναθετέον, ἐξ οὗ πᾶν ἀγαθὸν ἀγαθύνεται. Φησὶ δὲ καὶ ὁ θεῖος Δαυίδ· «Αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς». Ἔτι δέ φησιν ἡ Γραφή· «Ἐφύτευσεν ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς, ἔνθα τὸν ἄνθρωπον, ὃν ἔπλασεν, ἔθετο», ὃν παραβάντα ἐξώρισεν τοῦ παραδείσου «ἀπέναντί τε τοῦ παραδείσου τῆς τρυφῆς» κατῴκισεν, ἐκ δυσμῶν δηλαδή. Τὴν οὖν ἀρχαίαν πατρίδα ἐπιζητοῦντες καὶ πρὸς αὐτὴν ἀτενίζοντες τῷ Θεῷ προσκυνοῦμεν. Καὶ ἡ σκηνὴ δὲ ἡ Μωσαϊκὴ κατὰ ἀνατολὰς εἶχε τὸ καταπέτασμα καὶ τὸ ἱλαστήριον. Καὶ ἡ φυλὴ τοῦ Ἰούδα ὡς τιμιωτέρα, ἐξ ἀνατολῶν παρενέβαλε. Καὶ ἐν τῷ περιωνύμῳ δὲ τοῦ Σολομῶντος ναῷ ἡ τοῦ Κυρίου πύλη κατὰ ἀνατολὰς διέκειτο. Ἀλλὰ μὴν καὶ ὁ Κύριος σταυρούμενος ἐπὶ δυσμὰς ἑώρα, καὶ οὕτω προσκυνοῦμεν πρὸς αὐτὸν ἀτενίζοντες. Καὶ ἀναλαμβανόμενος πρὸς ἀνατολὰς ἀνεφέρετο, καὶ οὕτως αὐτῷ οἱ ἀπόστολοι προσεκύνησαν, καὶ οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσαντο αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν, ὡς αὐτὸς ὁ Κύριος ἔφησεν· «Ὥσπερ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φθάνει ἕως δυσμῶν, οὕτως ἔσται ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου». Αὐτὸν οὖν ἐκδεχόμενοι ἐπὶ ἀνατολὰς προσκυνοῦμεν. Ἄγραφος δέ ἐστιν ἡ παράδοσις αὕτη τῶν ἀποστόλων· πολλὰ γὰρ ἀγράφως ἡμῖν παρέδωκαν.

ΚΕΦΑΛΑΙΟN 86. Περὶ τῶν ἁγίων καὶ ἀχράντων τοῦ Κυρίου μυστηρίων

Ὁ ἀγαθὸς καὶ πανάγαθος καὶ ὑπεράγαθος Θεός, ὁ ὅλος ὢν ἀγαθότης, διὰ τὸν ὑπερβάλλοντα πλοῦτον τῆς αὐτοῦ ἀγαθότητος οὐκ ἠνέσχετο μόνον εἶναι τὸ ἀγαθόν, ἤτοι τὴν ἑαυτοῦ φύσιν ὑπὸ μηδενὸς μετεχόμενον. Τούτου χάριν ἐποίησε πρῶτον μὲν τὰς νοερὰς καὶ οὐρανίους δυνάμεις, εἶτα τὸν ὁρατὸν καὶ αἰσθητὸν κόσμον, εἶτα ἐκ νοεροῦ καὶ αἰσθητοῦ τὸν ἄνθρωπον. Πάντα μὲν οὖν τὰ ὑπ ̓ αὐτοῦ γενόμενα κοινωνοῦσι τῆς αὐτοῦ ἀγαθότητος κατὰ τὸ εἶναι· αὐτὸς γάρ ἐστι τοῖς πᾶσι τὸ εἶναι, ἐπειδὴ «ἐν αὐτῷ εἰσι τὰ ὄντα», οὐ μόνον ὅτι αὐτὸς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι αὐτὰ παρήγαγεν, ἀλλ ̓ ὅτι ἡ αὐτοῦ ἐνέργεια τὰ ὑπ ̓ αὐτοῦ γενόμενα συντηρεῖ καὶ συνέχει· ἐκ περισσοῦ δὲ τὰ ζῷα· κατά τε γὰρ τὸ εἶναι καὶ κατὰ τὸ ζωῆς μετέχειν κοινωνοῦσι τοῦ ἀγαθοῦ. Τὰ δὲ λογικὰ καὶ κατὰ τὰ προειρημένα μέν, οὐ μὴν ἀλλὰ καὶ κατὰ τὸ λογικόν, καὶ ταῦτα μᾶλλον· οἰκειότερα γάρ πώς εἰσι πρὸς αὐτόν, εἰ καὶ πάντων οὗτος ὑπέρκειται ἀσυγκρίτως. Ὁ μέντοι ἄνθρωπος λογικὸς καὶ αὐτεξούσιος γενόμενος, ἐξουσίαν εἴληφεν ἀδιαλείπτως διὰ τῆς οἰκείας προαιρέσεως ἑνοῦσθαι τῷ Θεῷ, εἴ γε διαμένει ἐν τῷ ἀγαθῷ, τουτέστι τῇ τοῦ κτίσαντος ὑπακοῇ. Ἐπειδὴ τοίνυν ἐν παραβάσει τῆς τοῦ πεποιηκότος αὐτὸν ἐντολῆς γέγονε καὶ θανάτῳ καὶ φθορᾷ ὑποπέπτωκεν, ὁ Ποιητὴς καὶ Δημιουργὸς τοῦ γένους ἡμῶν διὰ σπλάγχνα ἐλέους αὐτοῦ ὡμοιώθη ἡμῖν κατὰ πάντα γενόμενος ἄνθρωπος χωρὶς ἁμαρτίας καὶ ἡνώθη τῇ ἡμετέρᾳ φύσει. Ἐπειδὴ γὰρ μετέδωκεν ἡμῖν τῆς ἰδίας εἰκόνος καὶ τοῦ ἰδίου πνεύματος καὶ οὐκ ἐφυλάξαμεν, μεταλαμβάνει αὐτὸς τῆς πτωχῆς καὶ ἀσθενοῦς ἡμῶν φύσεως, ἵνα ἡμᾶς καθάρῃ καὶ ἀφθαρτίσῃ καὶ μετόχους πάλιν τῆς αὑτοῦ καταστήσῃ θεότητος. Ἔδει δὲ μὴ μόνον τὴν ἀπαρχὴν τῆς ἡμετέρας φύσεως ἐν μετοχῇ γενέσθαι τοῦ κρείττονος, ἀλλὰ καὶ πάντα τὸν βουλόμενον ἄνθρωπον καὶ δευτέραν γέννησιν γεννηθῆναι καὶ τραφῆναι τροφὴν ξένην καὶ τῇ γεννήσει πρόσφορον καὶ οὕτω φθάσαι τὸ μέτρον τῆς τελειότητος. Διὰ μὲν τῆς αὑτοῦ γεννήσεως, ἤτοι σαρκώσεως καὶ τοῦ βαπτίσματος καὶ τοῦ πάθους καὶ τῆς ἀναστάσεως ἠλευθέρωσε τὴν φύσιν τῆς ἁμαρτίας τοῦ προπάτορος, τοῦ θανάτου, τῆς φθορᾶς, καὶ τῆς ἀναστάσεως ἀπαρχὴ γέγονε καὶ ὁδὸν καὶ τύπον ἑαυτὸν καὶ ὑπογραμμὸν τέθεικεν, ἵνα καὶ ἡμεῖς τοῖς αὐτοῦ ἀκολουθήσαντες ἴχνεσι γενώμεθα θέσει, ὅπερ αὐτός ἐστι φύσει, υἱοὶ καὶ κληρονόμοι Θεοῦ καὶ αὐτοῦ συγκληρονόμοι. Ἔδωκεν οὖν ἡμῖν, ὡς ἔφην, γέννησιν δευτέραν, ἵνα ὥσπερ γεννηθέντες ἐκ τοῦ Ἀδὰμ ὡμοιώθημεν αὐτῷ, κληρονομήσαντες τὴν κατάραν καὶ τὴν φθοράν, οὕτω καὶ ἐξ αὐτοῦ γεννηθέντες, ὁμοιωθῶμεν αὐτῷ καὶ κληρονομήσωμεν τήν τε ἀφθαρσίαν καὶ τὴν εὐλογίαν καὶ τὴν δόξαν αὐτοῦ. Ἐπειδὴ δὲ πνευματικός ἐστιν οὗτος ὁ Ἀδάμ, ἔδει καὶ τὴν γέννησιν πνευματικὴν εἶναι, ὁμοίως καὶ τὴν βρῶσιν· ἀλλ ̓ ἐπειδὴ διπλοῖ τινές ἐσμεν καὶ σύνθετοι, δεῖ καὶ τὴν γέννησιν διπλῆν εἶναι, ὁμοίως καὶ τὴν βρῶσιν σύνθετον. Ἡ μὲν οὖν γέννησις ἡμῖν δι ̓ ὕδατος καὶ Πνεύματος δέδοται, φημὶ δὴ τοῦ ἁγίου βαπτίσματος, ἡ δὲ βρῶσις αὐτὸς ὁ ἄρτος τῆς ζωῆς, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Μέλλων γὰρ τὸν ἑκούσιον ὑπὲρ ἡμῶν καταδέχεσθαι θάνατον ἐν τῇ νυκτί, ἐν ᾗ ἑαυτὸν παρεδίδου, διαθήκην καινὴν διέθετο τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις καὶ δι ̓ αὐτῶν πᾶσι τοῖς εἰς αὐτὸν πιστεύουσιν. Ἐν τῷ ὑπερῴῳ τοίνυν τῆς ἁγίας καὶ ἐνδόξου Σιὼν τὸ παλαιὸν πάσχα μετὰ τῶν μαθητῶν αὐτοῦ φαγὼν καὶ πληρώσας τὴν παλαιὰν διαθήκην νίπτει τῶν μαθητῶν τοὺς πόδας, σύμβολον τοῦ ἁγίου βαπτίσματος παρεχόμενος. Εἶτα κλάσας ἄρτον ἐπεδίδου αὐτοῖς λέγων· «Λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν». Ὁμοίως δὲ λαβὼν τὸ ποτήριον ἐξ οἴνου καὶ ὕδατος μετέδωκεν αὐτοῖς λέγων· «Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό μού ἐστι τὸ αἷμα τῆς καινῆς διαθήκης τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καταγγέλλετε καὶ τὴν ἀνάστασιν αὐτοῦ ὁμολογεῖτε, ἕως ἂν ἔλθῃ». Εἰ τοίνυν «ὁ λόγος τοῦ Θεοῦ ζῶν ἐστι καὶ ἐνεργὴς» καὶ «πάντα, ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν»· εἰ εἶπε· «Γενηθήτω φῶς, καὶ ἐγένετο· γενηθήτω στερέωμα, καὶ ἐγένετο»· εἰ «τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν·» εἰ οὐρανὸς καὶ ἡ γῆ ὕδωρ τε καὶ πῦρ καὶ ἀὴρ καὶ πᾶς ὁ κόσμος αὐτῶν τῷ λόγῳ Κυρίου συνετελέσθησαν καὶ τοῦτο δὴ τὸ πολυθρύλλητον ζῷον ὁ ἄνθρωπος· εἰ θελήσας αὐτὸς ὁ Θεὸς Λόγος ἐγένετο ἄνθρωπος καὶ τὰ τῆς Ἁγίας Ἀειπαρθένου καθαρὰ καὶ ἀμώμητα αἵματα ἑαυτῷ ἀσπόρως σάρκα ὑπεστήσατο, οὐ δύναται τὸν ἄρτον ἑαυτοῦ σῶμα ποιῆσαι καὶ τὸν οἶνον καὶ τὸ ὕδωρ αἷμα; Εἶπεν ἐν ἀρχῇ· «Ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου», καὶ μέχρι τοῦ νῦν τοῦ ὑετοῦ γινομένου ἐξάγει τὰ ἴδια βλαστήματα τῷ θείῳ συνελαυνομένη καὶ δυναμουμένη προστάγματι. Εἶπεν ὁ Θεός· «Τοῦτό μού ἐστι τὸ σῶμα», καί· «Τοῦτό μου ἐστι τὸ αἷμα», καί· «Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν» καὶ τῷ παντοδυνάμῳ αὐτοῦ προστάγματι, ἕως ἂν ἔλθῃ, γίνεται· οὕτω γὰρ εἶπεν· «Ἕως ἂν ἔλθῃ». Καὶ γίνεται ὑετὸς τῇ καινῇ ταύτῃ γεωργίᾳ διὰ τῆς ἐπικλήσεως ἡ τοῦ Ἁγίου Πνεύματος ἐπισκιάζουσα δύναμις· ὥσπερ γὰρ πάντα, ὅσα ἐποίησεν, ὁ Θεὸς τῇ τοῦ Ἁγίου Πνεύματος ἐνεργείᾳ ἐποίησεν, οὕτω καὶ νῦν ἡ τοῦ Πνεύματος ἐνέργεια τὰ ὑπὲρ φύσιν ἐργάζεται, ἃ οὐ δύναται χωρῆσαι, εἰ μὴ μόνη πίστις. «Πῶς ἔσται μοι τοῦτο», φησὶν ἡ ἁγία Παρθένος, «ἐπεὶ ἄνδρα οὐ γινώσκω;» Ἀποκρίνεται Γαβριὴλ ὁ ἀρχάγγελος· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι». Καὶ νῦν ἐρωτᾷς· Πῶς ὁ ἄρτος γίνεται σῶμα Χριστοῦ καὶ ὁ οἶνος καὶ τὸ ὕδωρ αἷμα Χριστοῦ; Λέγω σοι κἀγώ· Πνεῦμα ἅγιον ἐπιφοιτᾷ καὶ ταῦτα ποιεῖ τὰ ὑπὲρ λόγον καὶ ἔννοιαν. Ἄρτος δὲ καὶ οἶνος παραλαμβάνεται· οἶδε γὰρ ὁ Θεὸς τὴν ἀνθρωπίνην ἀσθένειαν, ὡς τὰ πολλὰ γὰρ τὰ μὴ κατὰ τὴν συνήθειαν τετριμμένα ἀποστρέφεται δυσχεραίνουσα· τῇ οὖν συνήθει συγκαταβάσει κεχρημένος διὰ τῶν συνήθων τῆς φύσεως ποιεῖ τὰ ὑπὲρ φύσιν· καὶ ὥσπερ ἐπὶ τοῦ βαπτίσματος, ἐπειδὴ ἔθος τοῖς ἀνθρώποις ὕδατι λούεσθαι καὶ ἐλαίῳ χρίεσθαι, συνέζευξε τῷ ἐλαίῳ καὶ ὕδατι τὴν χάριν τοῦ Πνεύματος καὶ ἐποίησεν αὐτὸ λουτρὸν ἀναγεννήσεως, οὕτως, ἐπειδὴ ἔθος τοῖς ἀνθρώποις ἄρτον ἐσθίειν ὕδωρ τε καὶ οἶνον πίνειν, συνέζευξεν αὐτοῖς τὴν αὐτοῦ θεότητα καὶ πεποίηκεν αὐτὰ σῶμα καὶ αἷμα αὐτοῦ, ἵνα διὰ τῶν συνήθων καὶ κατὰ φύσιν ἐν τοῖς ὑπὲρ φύσιν γενώμεθα. Σῶμά ἐστιν ἀληθῶς ἡνωμένον θεότητι, τὸ ἐκ τῆς ἁγίας Παρθένου σῶμα, οὐχ ὅτι αὐτὸ τὸ σῶμα τὸ ἀναληφθὲν ἐξ οὐρανῶν κατέρχεται, ἀλλ ̓ ὅτι αὐτὸς ὁ ἄρτος καὶ ὁ οἶνος μεταποιεῖται εἰς σῶμα καὶ αἷμα Θεοῦ. Εἰ δὲ τὸν τρόπον ἐπιζητεῖς, πῶς γίνεται, ἀρκεῖ σοι ἀκοῦσαι, ὅτι διὰ Πνεύματος Ἁγίου, ὥσπερ καὶ ἐκ τῆς ἁγίας Θεοτόκου διὰ Πνεύματος Ἁγίου ἑαυτῷ καὶ ἐν ἑαυτῷ ὁ Κύριος σάρκα ὑπεστήσατο· καὶ πλέον οὐδὲν γινώσκομεν, ἀλλ ̓ ὅτι ὁ Λόγος τοῦ Θεοῦ ἀληθὴς καὶ ἐνεργής ἐστι καὶ παντοδύναμος, ὁ δὲ τρόπος ἀνεξερεύνητος. Οὐ χεῖρον δὲ καὶ τοῦτο εἰπεῖν, ὅτι, ὥσπερ φυσικῶς διὰ τῆς βρώσεως ὁ ἄρτος καὶ ὁ οἶνος καὶ τὸ ὕδωρ διὰ τῆς πόσεως εἰς σῶμα καὶ αἷμα τοῦ ἐσθίοντος καὶ πίνοντος μεταβάλλεται, καὶ οὐ γίνεται ἕτερον σῶμα παρὰ τὸ πρότερον αὐτοῦ σῶμα, οὕτως ὁ τῆς προθέσεως ἄρτος, οἶνός τε καὶ ὕδωρ διὰ τῆς ἐπικλήσεως καὶ ἐπιφοιτήσεως τοῦ Ἁγίου Πνεύματος ὑπερφυῶς μεταποιεῖται εἰς τὸ σῶμα τοῦ Χριστοῦ καὶ αἷμα, καὶ οὔκ εἰσι δύο, ἀλλ ̓ ἓν καὶ τὸ αὐτό. Γίνεται τοίνυν τοῖς πίστει ἀξίως μεταλαμβάνουσιν εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον καὶ εἰς φυλακτήριον ψυχῆς τε καὶ σώματος, τοῖς δὲ ἐν ἀπιστίᾳ ἀναξίως μετέχουσιν εἰς κόλασιν καὶ τιμωρίαν, καθάπερ καὶ ὁ τοῦ Κυρίου θάνατος τοῖς μὲν πιστεύουσι γέγονε ζωὴ καὶ ἀφθαρσία εἰς ἀπόλαυσιν τῆς αἰωνίου μακαριότητος, τοῖς δὲ ἀπειθοῦσι καὶ τοῖς κυριοκτόνοις εἰς κόλασιν καὶ τιμωρίαν αἰώνιον. Οὐκ ἔστι τύπος ὁ ἄρτος καὶ ὁ οἶνος τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ –μὴ γένοιτο–, ἀλλ ̓ αὐτὸ τὸ σῶμα τοῦ Κυρίου τεθεωμένον, αὐτοῦ τοῦ Κυρίου εἰπόντος· «Τοῦτό μού ἐστι» οὐ τύπος τοῦ σώματος ἀλλὰ «τὸ σῶμα», καὶ οὐ τύπος τοῦ αἵματος ἀλλὰ «τὸ αἷμα», καὶ πρὸ τούτου τοῖς Ἰουδαίοις, ὅτι, «εἰ μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, οὐκ ἔχετε ζωὴν αἰώνιον. Ἡ γὰρ σάρξ μου ἀληθής ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστι πόσις», καὶ πάλιν· «Ὁ τρώγων με ζήσεται». Διὸ μετὰ παντὸς φόβου καὶ συνειδήσεως καθαρᾶς καὶ ἀδιστάκτου πίστεως προσέλθωμεν, καὶ πάντως ἔσται ἡμῖν, καθὼς πιστεύομεν, μὴ διστάζοντες. Τιμήσωμεν δὲ αὐτὸ πάσῃ καθαρότητι, ψυχικῇ τε καὶ σωματικῇ· διπλοῦν γάρ ἐστι. Προσέλθωμεν αὐτῷ πόθῳ διακαεῖ καὶ σταυροειδῶς τὰς παλάμας τυπώσαντες τοῦ ἐσταυρωμένου τὸ σῶμα ὑποδεξώμεθα· καὶ ἐπιθέντες ὀφθαλμοὺς καὶ χείλη καὶ μέτωπα τοῦ θείου ἄνθρακος μεταλάβωμεν, ἵνα τὸ πῦρ τοῦ ἐν ἡμῖν πόθου προσλαβὸν τὴν ἐκ τοῦ ἄνθρακος πύρωσιν καταφλέξῃ ἡμῶν τὰς ἁμαρτίας καὶ φωτίσῃ ἡμῶν τὰς καρδίας καὶ τῇ μετουσίᾳ τοῦ θείου πυρὸς πυρωθῶμεν καὶ θεωθῶμεν. Ἄνθρακα εἶδεν Ἡσαΐας· ἄνθραξ δὲ ξύλον λιτὸν οὐκ ἔστιν, ἀλλ ̓ ἡνωμένον πυρί· οὕτως καὶ ὁ ἄρτος τῆς κοινωνίας οὐκ ἄρτος λιτός ἐστιν, ἀλλ ̓ ἡνωμένος θεότητι· σῶμα δὲ ἡνωμένον θεότητι οὐ μία φύσις ἐστίν, ἀλλὰ μία μὲν τοῦ σώματος, τῆς δὲ ἡνωμένης αὐτῷ θεότητος ἑτέρα· ὥστε τὸ συναμφότερον οὐ μία φύσις, ἀλλὰ δύο. Ἄρτῳ καὶ οἴνῳ ἐδεξιοῦτο Μελχισεδὲκ τὸν Ἀβραὰμ ἐκ τῆς τῶν ἀλλοφύλων κοπῆς ὑποστρέφοντα, ὁ ἱερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου. Ἐκείνη ἡ τράπεζα ταύτην τὴν μυστικὴν προεικόνιζε τράπεζαν, ὃν τρόπον ἐκεῖνος ὁ ἱερεὺς τοῦ ἀληθινοῦ ἀρχιερέως Χριστοῦ τύπος ἦν καὶ εἰκόνισμα· «Σὺ» γάρ, φησίν, «ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ». Τοῦτον τὸν ἄρτον οἱ ἄρτοι εἰκόνιζον τῆς προθέσεως. Αὕτη γάρ ἐστιν ἡ καθαρὰ θυσία, δηλαδὴ καὶ ἀναίμακτος, ἣν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αὐτῷ προσφέρεσθαι διὰ τοῦ προφήτου ὁ Κύριος ἔφησε. Σῶμά ἐστι καὶ αἷμα Χριστοῦ εἰς σύστασιν τῆς ἡμετέρας ψυχῆς τε καὶ σώματος χωροῦν, οὐ δαπανώμενον, οὐ φθειρόμενον, οὐκ εἰς ἀφεδρῶνα χωροῦν –μὴ γένοιτο–, ἀλλ ̓ εἰς τὴν ἡμῶν οὐσίαν τε καὶ συντήρησιν, βλάβης παντοδαποῦς ἀμυντήριον, ῥύπου παντὸς καθαρτήριον· ἂν μὲν χρυσὸν λάβῃ κίβδηλον, διὰ τῆς κριτικῆς πυρώσεως καθαίρει, ἵνα μὴ ἐν τῷ μέλλοντι σὺν τῷ κόσμῳ κατακριθῶμεν. Καθαίρει γὰρ νόσους καὶ παντοίας ἐπιφοράς, καθώς φησιν ὁ θεῖος ἀπόστολος· «Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Κρινόμενοι δὲ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν». Καὶ τοῦτό ἐστιν, ὃ λέγει· «Ὥστε ὁ μετέχων τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου ἀναξίως κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει». Δι ̓ αὐτοῦ καθαιρόμενοι ἑνούμεθα τῷ σώματι τοῦ Κυρίου καὶ τῷ Πνεύματι αὐτοῦ καὶ γινόμεθα σῶμα Χριστοῦ. Οὗτος ὁ ἄρτος ἐστὶν ἡ ἀπαρχὴ τοῦ μέλλοντος ἄρτου, ὅς ἐστιν ὁ ἐπιούσιος· τὸ γὰρ «ἐπιούσιον» δηλοῖ ἢ τὸν μέλλοντα, τοὐτέστιν τὸν τοῦ μέλλοντος αἰῶνος, ἢ τὸν πρὸς συντήρησιν τῆς οὐσίας ἡμῶν λαμβανόμενον. Εἴτε οὖν οὕτως, εἴτε οὕτως, τὸ τοῦ Κυρίου σῶμα προσφυῶς λεχθήσεται· πνεῦμα γὰρ ζωοποιοῦν ἐστιν ἡ σὰρξ τοῦ Κυρίου, διότι ἐκ τοῦ ζωοποιοῦ Πνεύματος συνελήφθη· «τὸ γὰρ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστι». Τοῦτο δὲ λέγω οὐκ ἀναιρῶν τὴν τοῦ σώματος φύσιν, ἀλλὰ τὸ ζωοποιὸν καὶ θεῖον τούτου δηλῶσαι βουλόμενος. Εἰ δὲ καί τινες «ἀντίτυπα» τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου τὸν ἄρτον καὶ τὸν οἶνον ἐκάλεσαν, ὡς ὁ θεοφόρος ἔφη Βασίλειος, οὐ μετὰ τὸ ἁγιασθῆναι εἶπον, ἀλλὰ πρὶν ἁγιασθῆναι αὐτὴν τὴν προσφορὰν οὕτω καλέσαντες. Μετάληψις λέγεται· δι ̓ αὐτῆς γὰρ τῆς Ἰησοῦ θεότητος μεταλαμβάνομεν. Κοινωνία λέγεταί τε καὶ ἔστιν ἀληθῶς διὰ τὸ κοινωνεῖν ἡμᾶς δι ̓ αὐτῆς τῷ Χριστῷ καὶ μετέχειν αὐτοῦ τῆς σαρκός τε καὶ τῆς θεότητος· κοινωνεῖν δὲ καὶ ἑνοῦσθαι καὶ ἀλλήλοις δι ̓ αὐτῆς· ἐπεὶ γὰρ ἐξ ἑνὸς ἄρτου μεταλαμβάνομεν, οἱ πάντες ἓν σῶμα Χριστοῦ καὶ ἓν αἷμα καὶ ἀλλήλων μέλη γινόμεθα, σύσσωμοι Χριστοῦ χρηματίζοντες. Πάσῃ δυνάμει τοίνυν φυλαξώμεθα, μὴ λαμβάνειν μετάληψιν αἱρετικῶν, μήτε διδόναι. «Μὴ δῶτε γὰρ τὰ ἅγια τοῖς κυσίν», φησὶν ὁ Κύριος, «μηδὲ ῥίπτετε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων», ἵνα μὴ μέτοχοι τῆς κακοδοξίας καὶ τῆς αὐτῶν γενώμεθα κατακρίσεως. Εἰ γὰρ πάντως ἕνωσίς ἐστι πρὸς Χριστὸν καὶ πρὸς ἀλλήλους, πάντως καὶ πᾶσι τοῖς συμμεταλαμβάνουσιν ἡμῖν κατὰ προαίρεσιν ἑνούμεθα· ἐκ προαιρέσεως γὰρ ἡ ἕνωσις αὕτη γίνεται, οὐ χωρὶς τῆς ἡμῶν γνώμης. «Πάντες γάρ ἕν σῶμά ἐσμεν, ὅτι ἐκ τοῦ ἑνός ἄρτου μεταλαμβάνομεν» καθώς φησιν ὁ θεῖος ἀπόστολος. «Ἀντίτυπα» δὲ τῶν μελλόντων λέγονται οὐχ ὡς μὴ ὄντα ἀληθῶς σῶμα καὶ αἷμα Χριστοῦ, ἀλλ ̓ ὅτι νῦν μὲν δι ̓ αὐτῶν μετέχομεν τῆς Χριστοῦ θεότητος, τότε δὲ νοητῶς διὰ μόνης τῆς θέας.

ΚΕΦΑΛΑΙΟN 87. Περὶ τῆς γενεαλογίας τοῦ Κυρίου καὶ περὶ τῆς ἁγίας Θεοτόκου

Περὶ τῆς ἁγίας ὑπερυμνήτου Ἀειπαρθένου καὶ Θεοτόκου Μαρίας ἐν τοῖς προλαβοῦσι μετρίως διαλαβόντες καὶ τὸ καιριώτατον παραστήσαντες, ὡς κυρίως καὶ ἀληθῶς Θεοτόκος ἔστι τε καὶ ὀνομάζεται, νῦν τὰ λείποντα προσαναπληρώσωμεν. Αὕτη γὰρ τῇ προαιωνίῳ προγνωστικῇ βουλῇ τοῦ Θεοῦ προορισθεῖσα καὶ διαφόροις εἰκόσι καὶ λόγοις προφητῶν διὰ Πνεύματος Ἁγίου εἰκονισθεῖσά τε καὶ προκηρυχθεῖσα ἐν τῷ προωρισμένῳ καιρῷ ἐκ Δαυιδικῆς ῥίζης ἐβλάστησε διὰ τὰς πρὸς αὐτὸν γενομένας ἐπαγγελίας. «Ὤμοσε γὰρ Κύριος», φησί, «τῷ Δαυὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτόν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου», καὶ πάλιν· «Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυὶδ ψεύσομαι. Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει· καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα, καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός». Καὶ Ἡσαΐας· «Ἐξανατελεῖ ῥάβδος ἐξ Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται». Ὅτι μὲν οὖν ὁ Ἰωσὴφ ἐκ Δαυιδικῆς φυλῆς κατάγεται, Ματθαῖος καὶ Λουκᾶς, οἱ ἱερώτατοι εὐαγγελισταί, διαρρήδην ὑπέδειξαν· ἀλλ ̓ ὁ μὲν Ματθαῖος ἐκ Δαυὶδ διὰ Σολομῶντος κατάγει τὸν Ἰωσήφ, ὁ δὲ Λουκᾶς διὰ Νάθαν. Τῆς δὲ ἁγίας Παρθένου τὴν γέννησιν καὶ ἀμφότεροι παρεσιώπησαν. Χρὴ οὖν εἰδέναι, ὡς οὐκ ἦν ἔθος Ἑβραίοις, οὐδὲ τῇ θείᾳ Γραφῇ γενεαλογεῖσθαι γυναῖκας. Νόμος δὲ ἦν μὴ μνηστεύεσθαι φυλὴν ἐξ ἑτέρας φυλῆς. Ὁ δὲ Ἰωσὴφ ἐκ Δαυιδικοῦ καταγόμενος φύλου, δίκαιος ὑπάρχων (τοῦτο γὰρ αὐτῷ μαρτυρεῖ τὸ θεῖον Εὐαγγέλιον), οὐκ ἂν παρανόμως τὴν ἁγίαν Παρθένον πρὸς μνηστείαν ἠγάγετο, εἰ μὴ ἐκ τοῦ αὐτοῦ σκήπτρου κατήγετο. Δείξας τοίνυν τὸ τοῦ Ἰωσὴφ καταγώγιον ἠρκέσθη. Χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὡς νόμος ἦν ἀγόνου ἀνδρὸς τελευτῶντος τὸν τούτου ἀδελφὸν τὴν τοῦ τετελευτηκότος γαμετὴν πρὸς γάμον ἄγεσθαι καὶ ἐγείρειν σπέρμα τῷ ἀδελφῷ. Τὸ οὖν τικτόμενον κατὰ φύσιν μὲν τοῦ δευτέρου, ἤτοι τοῦ γεγεννηκότος ἦν, κατὰ δὲ νόμον τοῦ τελευτήσαντος. Ἐκ τῆς σειρᾶς τοίνυν τοῦ Νάθαν τοῦ υἱοῦ Δαυὶδ Λευὶ ἐγέννησε τὸν Μελχὶ καὶ τὸν Πάνθηρα· ὁ Πάνθηρ ἐγέννησε τὸν Βαρπάνθηρα οὕτως ἐπικληθέντα. Οὗτος ὁ Βαρπάνθηρ ἐγέννησε τὸν Ἰωακείμ· Ἰωακεὶμ ἐγέννησε τὴν ἁγίαν Θεοτόκον. Ἐκ δὲ τῆς σειρᾶς Σολομῶντος, τοῦ υἱοῦ Δαυὶδ Ματθὰν ἔσχε γυναῖκα, ἐξ ἧς ἐγέννησε τὸν Ἰακώβ. Τελευτήσαντος δὲ τοῦ Ματθάν, Μελχὶ ἐκ τῆς φυλῆς τοῦ Νάθαν, ὁ υἱὸς Λευί, ἀδελφὸς δὲ τοῦ Πάνθηρος, ἔγημε τὴν γυναῖκα τοῦ Ματθάν, μητέρα δὲ τοῦ Ἰακώβ, καὶ ἐξ αὐτῆς ἔσχε τὸν Ἡλεί. Ἐγένοντο οὖν ἀδελφοὶ ὁμομήτριοι Ἰακὼβ καὶ Ἡλεί, ὁ μὲν Ἰακὼβ ἐκ τῆς φυλῆς Σολομῶντος, ὁ δὲ Ἡλεὶ ἐκ φυλῆς Νάθαν. Ἐτελεύτησε δὲ ὁ Ἡλεί, ὁ ἐκ τῆς φυλῆς τοῦ Νάθαν ἄπαις· καὶ ἔλαβεν Ἰακώβ, ὁ ἀδελφὸς αὐτοῦ ὁ ἐκ τῆς φυλῆς Σολομῶντος, τὴν γυναῖκα αὐτοῦ καὶ ἀνέστησε σπέρμα τῷ ἀδελφῷ αὐτοῦ καί ἐγέννησε τὸν Ἰωσήφ. Ὁ οὖν Ἰωσὴφ φύσει μέν ἐστιν υἱὸς Ἰακὼβ ἐκ τοῦ καταγωγίου τοῦ Σολομῶντος, κατὰ δὲ νόμον Ἡλεὶ τοῦ ἐκ Νάθαν. Ἰωακεὶμ τοίνυν τὴν σεμνήν τε καὶ ἀξιέπαινον Ἄνναν πρὸς γάμον ἠγάγετο. Ἀλλ ̓ ὥσπερ ἡ πάλαι Ἄννα στειρεύσασα δι ̓ εὐχῆς καὶ ἐπαγγελίας τὸν Σαμουὴλ ἐγέννησεν, οὕτω καὶ αὕτη διὰ λιτῆς καὶ ἐπαγγελίας πρὸς Θεοῦ τὴν Θεοτόκον κομίζεται, ἵνα κἂν τούτῳ μηδενὸς τῶν περιφανῶν καθυστερίζοιτο· τίκτει τοιγαροῦν ἡ χάρις (τοῦτο γὰρ ἡ Ἄννα ἑρμηνεύεται) τὴν Κυρίαν (τοῦτο γὰρ τῆς Μαρίας σημαίνει τὸ ὄνομα· Κυρία γὰρ ὄντως γέγονε πάντων τῶν ποιημάτων τοῦ Δημιουργοῦ χρηματίσασα μήτηρ). Τίκτεται δὲ ἐν τῷ τῆς προβατικῆς τοῦ Ἰωακεὶμ οἴκῳ καὶ τῷ ἱερῷ προσάγεται. Εἶτα ἐν τῷ οἴκῳ τοῦ Θεοῦ φυτευθεῖσά τε καὶ πιανθεῖσα τῷ Πνεύματι, ὡσεὶ ἐλαία κατάκαρπος, πάσης ἀρετῆς καταγώγιον γέγονε, πάσης βιωτικῆς καὶ σαρκικῆς ἐπιθυμίας τὸν νοῦν ἀποστήσασα καὶ οὕτω παρθένον τὴν ψυχὴν τηρήσασα σὺν τῷ σώματι, ὡς ἔπρεπε, τόν Θεὸν ἐγκόλπιον ὑποδέχεσθαι μέλλουσαν· ἅγιος γὰρ ὢν ἐν ἁγίοις ἀναπαύεται. Οὕτω τοίνυν ἁγιωσύνην μετέρχεται καὶ ναὸς ἅγιος καὶ θαυμαστὸς τοῦ ὑψίστου Θεοῦ ἀναδείκνυται ἄξιος. Ἐπειδὴ δὲ ἐπετήρει τὰς παρθένους ὁ τῆς ἡμῶν σωτηρίας ἐχθρὸς διὰ τὴν Ἡσαΐου πρόρρησιν· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει», φήσαντος, «καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ ̓ ἡμῶν ὁ Θεός», ὡς ἂν δελεάσῃ τὸν ἐν σοφίᾳ ἀεὶ ἁβρυνόμενον «ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν», πρὸς μνηστείαν ἡ νεᾶνις τῷ Ἰωσὴφ ὑπὸ τῶν ἱερέων δίδοται, ὁ καινὸς τόμος τῷ γράμματα εἰδότι· ἡ δὲ μνηστεία φυλακή τε τῆς Παρθένου ὑπῆρχε καὶ τοῦ τὰς παρθένους ἐπιτηροῦντος ἀποβουκόλημα. «Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου», ἀπεστάλη ἄγγελος Κυρίου πρὸς αὐτὴν τὴν τοῦ Κυρίου εὐαγγελιζόμενος σύλληψιν· οὕτως τε συνείληφε τὸν Υἱὸν τοῦ Θεοῦ, τὴν τοῦ Πατρὸς ἐνυπόστατον δύναμιν, «οὐκ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς», ἤτοι συναφείας καὶ σπορᾶς, ἀλλ ̓ ἐκ τῆς τοῦ Πατρὸς εὐδοκίας καὶ συνεργίας τοῦ Ἁγίου Πνεύματος· ἐχορήγησέ τε τῷ κτίστῃ τὸ κτισθῆναι καὶ τῷ πλάστῃ τὸ πλασθῆναι καὶ τῷ Υἱῷ τοῦ Θεοῦ καὶ Θεῷ τὸ σαρκωθῆναι καὶ ἀνθρωπισθῆναι ἐκ τῶν ἁγνῶν καὶ ἀμολύντων αὐτῆς σαρκῶν καὶ αἱμάτων, τὸ τῆς προμήτορος ἀποπληροῦσα χρέος· ὥσπερ γὰρ ἐκείνη συναφείας ἐκτὸς ἐξ Ἀδὰμ πεπλαστούργηται, οὕτω καὶ αὕτη τὸν νέον Ἀδὰμ ἀπεκύησε νόμῳ κυήσεως τικτόμενον καὶ ὑπὲρ φύσιν γεννήσεως. Τίκτεται γὰρ ἀπάτωρ ἐκ γυναικὸς ὁ ἐκ Πατρὸς ἀμήτωρ· καὶ ὅτι μὲν ἐκ γυναικὸς νόμῳ κυήσεως, ὅτι δὲ ἄνευ πατρός, ὑπὲρ φύσιν γεννήσεως· καὶ ὅτι μὲν τῷ εἰθισμένῳ χρόνῳ (τὸν γὰρ ἐννεαμηνιαῖον τελέσας καὶ τῷ δεκάτῳ ἐπιβὰς γεννᾶται), νόμῳ κυήσεως, ὅτι δὲ ἀνωδίνως, ὑπὲρ θεσμὸν γεννήσεως· ἧς γὰρ ἡδονὴ οὐ προηγήσατο, οὐδὲ ὠδὶν ἐπηκολούθησε, κατὰ τὸν προφήτην τὸν λέγοντα· «Πρὶν ὠδίνησεν, ἔτεκε», καὶ πάλιν· «Πρὶν ἐλθεῖν τὸν καιρὸν τῶν ὠδίνων, ἐξέφυγε καὶ ἔτεκεν ἄρσεν». Γεγέννηται τοίνυν ἐξ αὐτῆς ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς σεσαρκωμένος, οὐ θεοφόρος ἄνθρωπος, ἀλλὰ Θεὸς σεσαρκωμένος, οὐχ ὡς προφήτης ἐνεργείᾳ χριόμενος, παρουσίᾳ δὲ ὅλου τοῦ χρίοντος, ὥστε ἄνθρωπον μὲν γενέσθαι τὸ χρῖσαν καὶ Θεὸν τὸ χριόμενον, οὐ μεταβολῇ φύσεως, ἀλλ ̓ ἑνώσει τῇ καθ ̓ ὑπόστασιν. Ὁ αὐτὸς γὰρ ἦν, ὅ τε χρίων καὶ ὁ χριόμενος· χρίων ὡς Θεὸς ἑαυτὸν ὡς ἄνθρωπον. Πῶς οὖν οὐ Θεοτόκος ἡ Θεὸν σεσαρκωμένον ἐξ αὐτῆς γεννήσασα; Ὄντως κυρίως καὶ ἀληθῶς Θεοτόκος καὶ Κυρία, καὶ πάντων κτισμάτων δεσπόζουσα, δούλη καὶ μήτηρ τοῦ Δημιουργοῦ χρηματίσασα. Ὥσπερ δὲ συλληφθεὶς παρθένον τὴν συλλαβοῦσαν ἐτήρησεν, οὕτω καὶ τεχθεὶς τὴν αὐτῆς παρθενίαν ἐφύλαξεν ἄτρωτον μόνος διελθὼν δι ̓ αὐτῆς καὶ κεκλεισμένην τηρήσας αὐτήν· δι ̓ ἀκοῆς μὲν ἡ σύλληψις, ἡ δὲ γέννησις διὰ τῆς συνήθους τῶν τικτομένων ἐξόδου, εἰ καί τινες μυθολογοῦσι διὰ τῆς πλευρᾶς αὐτὸν τεχθῆναι τῆς Θεομήτορος. Οὐ γὰρ ἀδύνατος ἦν καὶ διὰ τῆς πύλης διελθεῖν καὶ ταύτης μὴ παραβλάψαι τὰ σήμαντρα. Μένει τοίνυν καὶ μετὰ τόκον παρθένος ἡ Ἀειπάρθενος οὐδαμῶς ἀνδρὶ μέχρι θανάτου προσομιλήσασα. Εἰ γὰρ καὶ γέγραπται· «Καὶ οὐκ ἔγνω αὐτήν, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον», ἰστέον ὅτι πρωτότοκός ἐστιν ὁ πρῶτος γεννηθείς, εἰ καὶ μονογενὴς εἴη. Τὸ μὲν γὰρ «πρωτότοκον» πρῶτον γεννηθῆναι δηλοῖ, οὐ πάντως δὲ καὶ ἑτέρων συνεμφαίνει γέννησιν. Τὸ δὲ «ἕως» τὴν μὲν τοῦ ὡρισμένου χρόνου προθεσμίαν σημαίνει, οὐκ ἀποφάσκει δὲ τὸ μετὰ ταῦτα· φησὶ γὰρ ὁ Κύριος· «Καὶ ἰδοὺ ἐγὼ μεθ ̓ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος», οὐχ ὡς μετὰ τὴν τοῦ αἰῶνος συντέλειαν χωρισθησόμενος. Φησὶ γοῦν ὁ θεῖος ἀπόστολος· «Καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα», μετὰ τὴν κοινὴν ἀνάστασιν λέγων. Πῶς γὰρ ἂν Θεὸν γεννήσασα καὶ ἐκ τῆς τῶν παρηκολουθηκότων πείρας τὸ θαῦμα γνωρίσασα ἀνδρὸς συνάφειαν κατεδέξατο; Ἄπαγε. Οὐ σωφρονοῦντος λογισμοῦ τὰ τοιαῦτα νοεῖν, μὴ ὅτι καὶ πράττειν. Ἀλλ ̓ αὕτη ἡ μακαρία καὶ τῶν ὑπὲρ φύσιν δωρεῶν ἀξιωθεῖσα τὰς ὠδῖνας, ἃς διέφυγε τίκτουσα, ταύτας ἐν τῷ τοῦ πάθους καιρῷ ὑπέμεινε ὑπὸ τῆς μητρικῆς συμπαθείας τῶν σπλάγχνων τὸν σπαραγμὸν ἀνατλᾶσα καί, ὃν Θεὸν ἔγνω διὰ γεννήσεως, τοῦτον ὡς κακοῦργον ἀναιρούμενον βλέπουσα ὡς ῥομφαίᾳ τοῖς λογισμοῖς ἐσπαράττετο· καὶ τοῦτό ἐστι· «Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία». Ἀλλὰ μεταβάλλει τὴν λύπην ἡ χαρὰ τῆς ἀναστάσεως Θεὸν τὸν σαρκὶ θανόντα κηρύττουσα.

ΚΕΦΑΛΑΙΟN 88. Περὶ τῶν ἁγίων καὶ τῆς τῶν λειψάνων αὐτῶν τιμῆς

Τιμητέον τοὺς ἁγίους ὡς φίλους Χριστοῦ, ὡς τέκνα καὶ κληρονόμους Θεοῦ, ὥς φησιν Ἰωάννης ὁ θεολόγος εὐαγγελιστής· «Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι». «Ὥστε οὐκέτι εἰσὶν δοῦλοι, ἀλλ ̓ υἱοί· εἰ δὲ υἱοί, καὶ κληρονόμοι, κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ». Καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις τοῖς ἀποστόλοις φησίν· «Ὑμεῖς φίλοι μού ἐστε. Οὐκέτι ὑμᾶς καλῶ δούλους· ὁ γὰρ δοῦλος οὐκ οἶδε, τί ποιεῖ αὐτοῦ ὁ Κύριος». Εἰ δὲ καὶ «Βασιλεὺς βασιλέων καὶ Κύριος κυριευόντων» καὶ «Θεὸς θεῶν» ὁ Δημιουργὸς τῶν ἁπάντων καὶ Κύριος λέγεται, πάντως οἱ ἅγιοι θεοί τε καὶ κύριοι καὶ βασιλεῖς. Τούτων Θεὸς ὁ Θεὸς καὶ Κύριος καὶ βασιλεύς ἐστι καὶ λέγεται. «Ἐγὼ γάρ εἰμι», φησὶ τῷ Μωσεῖ, «Θεὸς Ἀβραὰμ καὶ Θεὸς Ἰσαὰκ καὶ Θεὸς Ἰακώβ». Καὶ Θεὸν Φαραὼ τὸν Μωσῆν ὁ Θεὸς ἐποίησεν. Θεοὺς δὲ λέγω καὶ βασιλεῖς καὶ κυρίους οὐ φύσει, ἀλλ ̓ ὡς τῶν παθῶν βασιλεύσαντας καὶ κυριεύσαντας καὶ τὴν τῆς θείας εἰκόνος ὁμοίωσιν, καθ ̓ ἣν καὶ γεγένηνται, ἀπαραχάρακτον φυλάξαντας –βασιλεὺς γὰρ λέγεται καὶ ἡ τοῦ βασιλέως εἰκών– καὶ ὡς ἑνωθέντας Θεῷ κατὰ προαίρεσιν καὶ τοῦτον δεξαμένους ἔνοικον καὶ τῇ τούτου μεθέξει γεγονότας χάριτι, ὅπερ αὐτός ἐστι φύσει. Πῶς οὖν οὐ τιμητέον τοὺς θεράποντας καὶ φίλους καὶ υἱοὺς τοῦ Θεοῦ χρηματίσαντας; Ἡ γὰρ πρὸς τοὺς εὐγνώμονας τῶν ὁμοδούλων τιμὴ ἀπόδειξιν ἔχει τῆς πρὸς τὸν κοινὸν Δεσπότην εὐνοίας. Οὗτοι ταμιεῖα Θεοῦ καὶ καθαρὰ γεγόνασι καταγώγια· «Ἐνοικήσω γὰρ ἐν αὐτοῖς», ὁ Θεός φησι, «καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν Θεός». Ὅτι μὲν οὖν «ψυχαὶ δικαίων ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν θάνατος», φησὶν ἡ θεία Γραφή· ὁ θάνατος γὰρ τῶν ἁγίων ὕπνος μᾶλλόν ἐστι ἢ θάνατος. «Ἐκοπίασαν γὰρ εἰς τὸν αἰῶνα καὶ ζήσονται εἰς τέλος», καί· «Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ». Τί οὖν τιμιώτερον τοῦ ἐν χειρὶ εἶναι Θεοῦ; Ζωὴ γάρ ἐστιν ὁ Θεὸς καὶ φῶς καὶ οἱ ἐν χειρὶ Θεοῦ ὄντες ἐν ζωῇ καὶ φωτὶ ὑπάρχουσιν. Ὅτι δὲ διὰ τοῦ νοῦ τοῖς σώμασιν αὐτῶν ἐνῴκησεν ὁ Θεός, φησὶν ὁ ἀπόστολος· «Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐνοικοῦντος ἐν ὑμῖν Πνεύματος Ἁγίου ἐστίν;» «Ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστι», καί· «Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός». Πῶς οὖν οὐ τιμητέον τοὺς ἐμψύχους ναοὺς τοῦ Θεοῦ, τὰ ἔμψυχα τοῦ Θεοῦ σκηνώματα; Οὗτοι ζῶντες ἐν παρρησίᾳ τῷ Θεῷ παρεστήκασι. Πηγὰς ἡμῖν σωτηρίους ὁ Δεσπότης Χριστὸς τὰ τῶν ἁγίων παρέσχετο λείψανα, πολυτρόπως τὰς εὐεργεσίας πηγάζοντα, μύρον εὐωδίας βρύοντα. Καὶ μηδεὶς ἀπιστείτω. Εἰ γὰρ ἐξ ἀκροτόμου πέτρας ὕδωρ ἐν ἐρήμῳ, ἐπήγασε βουλομένου Θεοῦ καὶ ἐκ σιαγόνος ὄνου τῷ Σαμψὼν διψῶντι, ἐκ μαρτυρικῶν λειψάνων μύρον εὐῶδες ἀναβλύζειν ἄπιστον; Οὐδαμῶς, τοῖς γε εἰδόσι τὴν τοῦ Θεοῦ δύναμιν καὶ τὴν τῶν ἁγίων παρ ̓ αὐτοῦ τιμήν. Ἐν τῷ νόμῳ πᾶς ὁ νεκροῦ ἁπτόμενος ἀκάθαρτος ἐχρημάτιζεν, ἀλλ ̓ οὐχ οὗτοι νεκροί. Ἀφ ̓ οὗ γὰρ ἡ αὐτοζωή, ὁ τῆς ζωῆς αἴτιος, ἐν νεκροῖς ἐλογίσθη, τοὺς ἐπ ̓ ἐλπίδι ἀναστάσεως καὶ τῇ εἰς αὐτὸν πίστει κοιμηθέντας οὐ νεκροὺς προσαγορεύομεν. Νεκρὸν γὰρ σῶμα πῶς θαυματουργεῖν δύναται; Πῶς οὖν δι ̓ αὐτῶν δαίμονες ἀπελαύνονται, ἀσθενεῖς θεραπεύονται, τυφλοὶ ἀναβλέπουσι, λεπροὶ καθαίρονται, πειρασμοὶ καὶ ἀνίαι λύονται, πᾶσα δόσις ἀγαθὴ ἐκ τοῦ Πατρὸς τῶν φώτων δι ̓ αὐτῶν τοῖς ἀδιστάκτῳ πίστει αἰτοῦσι κάτεισι; Πόσα ἂν ἔκαμες, ἵνα προστάτην εὕρῃς θνητῷ σε βασιλεῖ προσάγοντα καὶ ὑπὲρ σοῦ πρὸς αὐτὸν τοὺς λόγους ποιούμενον; Τοὺς οὖν προστάτας τοῦ γένους παντὸς τοὺς τῷ Θεῷ ὑπὲρ ἡμῶν τὰς ἐντεύξεις ποιουμένους οὐ τιμητέον; Ναὶ μὴν τιμητέον, ναοὺς ἐγείροντας τῷ Θεῷ ἐπὶ τῷ τούτων ὀνόματι, καρποφορίας προσάγοντας, τὰς τούτων μνήμας γεραίροντας καὶ ἐν αὐταῖς εὐφραινομένους πνευματικῶς, ἵνα οἰκεία τῶν συγκαλούντων ἡ εὐφροσύνη γένηται, ἵνα μὴ θεραπεύειν πειρώμενοι τοὔμπαλιν αὐτοὺς παροργίσωμεν. Οἷς μὲν γὰρ Θεὸς θεραπεύεται, καὶ οἱ τούτου θεράποντες εὐφρανθήσονται· οἷς δὲ προσοχθίζει Θεός, καὶ οἱ τούτου προσοχθιοῦσιν ὑπασπισταί. «Ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς» καὶ κατανύξει καὶ τῶν δεομένων ἐλέῳ τοὺς ἁγίους πιστοὶ θεραπεύσωμεν, οἷς μάλιστα καὶ Θεὸς θεραπεύεται. Στήλας αὐτοῖς ἐγείρωμεν ὁρωμένας τε εἰκόνας καὶ αὐτοὶ ἔμψυχοι στῆλαι καὶ εἰκόνες αὐτῶν τῇ τῶν ἀρετῶν μιμήσει γενώμεθα. Τὴν Θεοτόκον ὡς κυρίως καὶ ἀληθῶς Θεοῦ μητέρα τιμήσωμεν· τὸν προφήτην Ἰωάννην ὡς πρόδρομον καὶ βαπτιστὴν ἀπόστολόν τε καὶ μάρτυρα· «οὔτε γὰρ ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου ἐγήγερται», ὡς ὁ Κύριος ἔφησε, καὶ τῆς βασιλείας αὐτὸς πρῶτος κῆρυξ γεγένηται. Τοὺς ἀποστόλους ὡς ἀδελφοὺς τοῦ Κυρίου καὶ αὐτόπτας καὶ ὑπηρέτας τῶν αὐτοῦ παθημάτων, οὓς «προγνοὺς προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ ὁ Θεὸς καὶ Πατήρ· πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον ποιμένας καὶ διδασκάλους». Τούς τε τοῦ Κυρίου μάρτυρας ἐκ παντὸς τάγματος ἐκλελεγμένους ὡς στρατιώτας Χριστοῦ καὶ τὸ αὐτοῦ πεπωκότας ποτήριον τό τε τοῦ ζωοποιοῦ αὐτοῦ θανάτου βαπτισθέντας βάπτισμα ὡς κοινωνοὺς τῶν παθημάτων αὐτοῦ καὶ τῆς δόξης, ὧν ταξίαρχος ὁ πρωτοδιάκονος Χριστοῦ καὶ ἀπόστολος καὶ πρωτομάρτυς Στέφανος· καὶ τοὺς ὁσίους πατέρας ἡμῶν τοὺς θεοφόρους ἀσκητὰς, τοὺς τὸ χρονιώτερον καὶ ἐπιπονώτερον μαρτύριον τῆς συνειδήσεως διαθλήσαντας, «οἵ περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακοχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος». Τοὺς πρὸ τῆς χάριτος προφήτας, πατριάρχας, δικαίους τοὺς προκατηγγελκότας τὴν τοῦ Κυρίου παρουσίαν. Τούτων πάντων ἀναθεωροῦντες τὴν πολιτείαν ζηλώσωμεν τὴν πίστιν, τὴν ἀγάπην, τὴν ἐλπίδα, τὸν ζῆλον, τὸν βίον, τὴν καρτερίαν τῶν παθημάτων, τὴν ὑπομονὴν μέχρις αἵματος, ἵνα καὶ τῶν τῆς δόξης στεφάνων αὐτοῖς κοινωνήσωμεν.

ΚΕΦΑΛΑΙΟN 89. Περὶ εἰκόνων

Ἐπειδὴ δέ τινες ἡμῖν καταμέμφονται προσκυνοῦσί τε καὶ τιμῶσι τήν τε τοῦ Σωτῆρος καὶ τῆς Δεσποίνης ἡμῶν εἰκόνα, ἔτι δὲ καὶ τῶν λοιπῶν ἁγίων καὶ θεραπόντων Χριστοῦ, ἀκουέτωσαν, ὡς ἐξ ἀρχῆς ὁ Θεὸς τὸν ἄνθρωπον κατ ̓ οἰκείαν εἰκόνα ἐποίησε. Τίνος οὖν ἕνεκεν ἀλλήλους προσκυνοῦμεν, εἰ μὴ ὡς κατ ̓ εἰκόνα Θεοῦ πεποιημένους; Ὡς γάρ φησιν ὁ θεοφόρος καὶ πολὺς τὰ θεῖα Βασίλειος, «ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει»· πρωτότυπον δέ ἐστι τὸ εἰκονιζόμενον, ἐξ οὗ τὸ παράγωγον γίνεται. Τίνος ἕνεκεν ὁ Μωσαϊκὸς λαὸς τῇ σκηνῇ κυκλόθεν προσεκύνει, εἰκόνα καὶ τύπον φερούσῃ τῶν ἐπουρανίων, μᾶλλον δὲ τῆς ὅλης κτίσεως; Φησὶ γοῦν ὁ Θεὸς τῷ Μωσεῖ· «Ὅρα, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει». Καὶ τὰ Χερουβὶμ δὲ τὰ σκιάζοντα τὸ ἱλαστήριον οὐχὶ ἔργα χειρῶν ἀνθρώπων ἦν; Τί δὲ ὁ ἐν Ἱεροσολύμοις περιώνυμος ναός; Οὐχὶ χειροποίητος καὶ ἀνθρώπων τέχνῃ κατεσκευασμένος; Ἡ δὲ θεία Γραφὴ κατηγορεῖ τῶν προσκυνούντων τοῖς γλυπτοῖς, ἀλλὰ καὶ τῶν θυόντων τοῖς δαιμονίοις. Ἔθυον μὲν καὶ Ἕλληνες, ἔθυον δὲ καὶ Ἰουδαῖοι· ἀλλ ̓ Ἕλληνες μὲν δαίμοσιν, Ἰουδαῖοι δὲ τῷ Θεῷ. Καὶ ἀπόβλητος μὲν ἡ τῶν Ἑλλήνων θυσία ἦν καὶ κατάκριτος, ἡ δὲ τῶν δικαίων τῷ Θεῷ εὐαπόδεκτος. «Ἔθυσε γὰρ Νῶε, καὶ ὠσφράνθη ὁ Θεὸς ὀσμὴν εὐωδίας», τῆς ἀγαθῆς προαιρέσεως καὶ τῆς πρὸς αὐτὸν εὐνοίας τὸ εὐῶδες ἀποδεχόμενος. Οὕτω τὰ μὲν τῶν Ἑλλήνων γλυπτά, ἐπεὶ δαιμόνων ἦσαν ἐξεικονίσματα ἀπόβλητά τε καὶ ἀπηγορευμένα τυγχάνουσι. Πρὸς δὲ τούτοις τοῦ ἀοράτου καὶ ἀσωμάτου καὶ ἀπεριγράπτου καὶ ἀσχηματίστου Θεοῦ τίς δύναται ποιήσασθαι μίμημα; Παραφροσύνης τοίνυν ἄκρας καὶ ἀσεβείας τὸ σχηματίζειν τὸ θεῖον. Ἐντεῦθεν ἐν τῇ Παλαιᾷ οὐκ ἦν τετριμμένη ἡ τῶν εἰκόνων χρῆσις. Ἐπεὶ δὲ ὁ Θεὸς διὰ σπλάγχνα ἐλέους αὐτοῦ κατὰ ἀλήθειαν γέγονεν ἄνθρωπος διὰ τὴν ἡμετέραν σωτηρίαν, οὐχ ὡς τῷ Ἀβραὰμ ὤφθη ἐν εἴδει ἀνθρώπου, οὐχ ὡς τοῖς προφήταις, ἀλλὰ κατ ̓ οὐσίαν ἀληθῶς γέγονεν ἄνθρωπος διέτριψέ τε ἐπὶ τῆς γῆς «καὶ τοῖς ἀνθρώποις συνανεστράφη», ἐθαυματούργησεν, ἔπαθεν, ἐσταυρώθη, ἀνέστη, ἀνελήφθη, καὶ πάντα ταῦτα κατὰ ἀλήθειαν γέγονε, καὶ ὡράθη ὑπὸ τῶν ἀνθρώπων, ἐγράφη μὲν εἰς ὑπόμνησιν ἡμῶν καὶ διδαχὴν τῶν τηνικαῦτα μὴ παρόντων, ἵνα μὴ ἑωρακότες, ἀκούσαντες δὲ καὶ πιστεύσαντες τύχωμεν τοῦ μακαρισμοῦ τοῦ Κυρίου. Ἐπεὶ δὲ οὐ πάντες ἴσασι γράμματα οὐδὲ τῇ ἀναγνώσει σχολάζουσιν, οἱ πατέρες συνεῖδον ὥσπερ τινὰς ἀριστείας ἐν εἰκόσι ταῦτα γράφεσθαι εἰς ὑπόμνησιν σύντομον. Ἀμέλει πολλάκις μὴ κατὰ νοῦν ἔχοντες τὸ τοῦ Κυρίου πάθος, τὴν εἰκόνα τῆς Χριστοῦ σταυρώσεως ἰδόντες, τοῦ σωτηρίου πάθους εἰς ἀνάμνησιν ἐλθόντες, πεσόντες προσκυνοῦμεν οὐ τῇ ὕλῃ, ἀλλὰ τῷ εἰκονιζομένῳ, ὥσπερ οὐ τῇ ὕλῃ τοῦ Εὐαγγελίου οὐδὲ τῇ τοῦ σταυροῦ ὕλῃ προσκυνοῦμεν, ἀλλὰ τῷ ἐκτυπώματι. Τί γὰρ διαφέρει σταυρὸς μὴ ἔχων τὸ τοῦ Κυρίου ἐκτύπωμα τοῦ ἔχοντος; Ὡσαύτως καὶ τῆς Θεομήτορος· ἡ γὰρ εἰς αὐτὴν τιμὴ εἰς τὸν ἐξ αὐτῆς σαρκωθέντα ἀνάγεται. Ὁμοίως καὶ τὰ τῶν ἁγίων ἀνδραγαθήματα ἐπαλείφοντα ἡμᾶς πρὸς ἀνδρείαν καὶ ζῆλον καὶ μίμησιν τῆς αὐτῶν ἀρετῆς καὶ δόξαν Θεοῦ. Ὡς γὰρ ἔφημεν, ἡ πρὸς τοὺς εὐγνώμονας τῶν ὁμοδούλων τιμὴ ἀπόδειξιν ἔχει τῆς πρὸς τὸν κοινὸν δεσπότην εὐνοίας, καὶ ἡ τῆς εἰκόνος τιμὴ πρὸς τὸ πρωτότυπον διαβαίνει. Ἔστι δὲ ἄγραφος ἡ παράδοσις ὥσπερ τὸ κατὰ ἀνατολὰς προσκυνεῖν, τὸ προσκυνεῖν σταυρὸν καὶ ἕτερα πλεῖστα τούτοις ὅμοια. Φέρεται δὲ καί τις ἱστορία, ὡς ὁ Κύριος τῷ Αὐγάρῳ τῆς Ἐδεσσηνῶν πόλεως βασιλεύοντι ζωγράφον ἀποστείλαντι τὴν τοῦ Κυρίου ὁμοιογραφῆσαι εἰκόνα μὴ δυνηθέντος τοῦ ζωγράφου διὰ τὴν ἀποστίλβουσαν τοῦ προσώπου λαμπρότητα, αὐτὸς ἱμάτιον τῷ οἰκείῳ καὶ καί θείῳ καί ζωοποιῷ προσώπῳ ἐπιθεὶς ἐναπομάξασθαι τῷ ἱματίῳ τὸ ἑαυτοῦ ἀπεικόνισμα καὶ οὕτως ἀπέστειλε τοῦτο ποθοῦντι τῷ Αὐγάρῳ. Ὅτι δὲ καὶ πλεῖστα οἱ ἀπόστολοι ἀγράφως παραδεδώκασι, γράφει Παῦλος, ὁ τῶν ἐθνῶν ἀπόστολος· «Ἄρα οὖν, ἀδελφοί, στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις ἡμῶν, ἃς ἐδιδάχθητε, εἴτε διὰ λόγου εἴτε δι ̓ ἐπιστολῆς ἡμῶν». Καὶ πρὸς Κορινθίους· «Ἐπαινῶ δὲ ὑμᾶς, ἀδελφοί, ὅτι πάντα μου μέμνησθε καί, καθὼς παρέδωκα ὑμῖν, τὰς παραδόσεις κατέχετε».

ΚΕΦΑΛΑΙΟN 90. Περὶ γραφῆς

Εἷς ἐστιν ὁ Θεὸς ὑπό τε Παλαιᾶς Διαθήκης καὶ Καινῆς κηρυττόμενος, ὁ ἐν Τριάδι ὑμνούμενός τε καὶ δοξαζόμενος, τοῦ Κυρίου φήσαντος· «Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι». Αὐτὸς γὰρ τὴν ἡμῶν σωτηρίαν εἰργάσατο, ὑπὲρ ἧς πᾶσα Γραφὴ καὶ ἅπαν μυστήριον. Καὶ πάλιν· «Ἐρευνᾶτε τὰς Γραφάς· αὗται γὰρ μαρτυροῦσι περὶ ἐμοῦ». Καὶ τοῦ ἀποστόλου εἰπόντος· «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἡμῶν ἐν τοῖς προφήταις, ἐπ ̓ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ». Διὰ Πνεύματος τοίνυν Ἁγίου ὅ τε νόμος καὶ οἱ προφῆται, εὐαγγελισταὶ καὶ ἀπόστολοι καὶ ποιμένες ἐλάλησαν καὶ διδάσκαλοι. «Πᾶσα τοίνυν Γραφὴ θεόπνευστος πάντως ὠφέλιμος». Ὥστε κάλλιστον καὶ ψυχωφελέστατον ἐρευνᾶν τὰς θείας Γραφάς. Ὥσπερ γὰρ δένδρον παρὰ τὰς διεξόδους τῶν ὑδάτων πεφυτευμένον, οὕτω καὶ ψυχὴ τῇ θείᾳ ἀρδευομένη Γραφῇ πιαίνεται καὶ καρπὸν ὥριμον δίδωσι, πίστιν ὀρθόδοξον, καὶ ἀειθαλέσι τοῖς φύλλοις, ταῖς θεαρέστοις, φημὶ, ὡραΐζεται πράξεσι· πρός τε γὰρ πρᾶξιν ἐνάρετον καὶ θεωρίαν ἀθόλωτον ἐκ τῶν ἁγίων Γραφῶν ῥυθμιζόμεθα. Πάσης γὰρ ἀρετῆς παράκλησιν καὶ κακίας ἁπάσης ἀποτροπὴν ἐν ταύταις εὑρίσκομεν. Ἐὰν οὖν ἐσόμεθα φιλομαθεῖς, ἐσόμεθα καὶ πολυμαθεῖς· ἐπιμελείᾳ γὰρ καὶ πόνῳ καὶ τῇ τοῦ διδόντος χάριτι κατορθοῦνται ἅπαντα. «Ὁ γὰρ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται». Κρούσωμεν τοίνυν εἰς τὸν κάλλιστον παράδεισον τῶν Γραφῶν, τὸν εὐώδη, τὸν γλυκύτατον, τὸν ὡραιότατον, τὸν παντοίοις νοερῶν θεοφόρων ὀρνέων κελαδήμασι περιηχοῦντα ἡμῶν τὰ ὦτα, τὸν ἁπτόμενον ἡμῶν τῆς καρδίας, καὶ λυπουμένην μὲν παρακαλοῦντα, θυμουμένην δὲ κατευνάζοντα καὶ χαρᾶς ἀιδίου ἐμπιπλῶντα, τὸν ἐπιβιβάζοντα ἡμῶν τὴν διάνοιαν ἐπὶ τὰ χρυσαυγῆ μετάφρενα τῆς θείας περιστερᾶς καὶ ὑπέρλαμπρα καὶ ταῖς φανωτάταις αὐτῆς πτέρυξι πρὸς τὸν μονογενῆ Υἱὸν καὶ κληρονόμον τοῦ φυτουργοῦ τοῦ νοητοῦ ἀμπελῶνος ἀνάγοντα καὶ δι ̓ αὐτοῦ τῷ Πατρὶ τῶν φώτων προσάγοντα. Ἀλλὰ μὴ παρέργως κρούσωμεν, προθύμως δὲ μᾶλλον καὶ ἐπιμόνως· μὴ ἐκκακήσωμεν κρούοντες· οὕτω γὰρ ἡμῖν ἀνοιγήσεται. Ἐὰν ἀναγνῶμεν ἅπαξ καὶ δὶς καὶ μὴ διαγνῶμεν, ἃ ἀναγινώσκομεν, μὴ ἐκκακήσωμεν, ἀλλ ̓ ἐπιμείνωμεν, ἀδολεσχήσωμεν, ἐρωτήσωμεν· «ἐπερώτησον» γάρ, φησίν, «τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσί σοι». Οὐ γὰρ πάντων ἡ γνῶσις. Ἀρυσώμεθα ἐκ τῆς τούτου τοῦ παραδείσου πηγῆς ἀένναα καὶ καθαρώτατα νάματα ἁλλόμενα εἰς ζωὴν αἰώνιον, ἐντρυφήσωμεν, ἀπλήστως κατατρυφήσωμεν· τὴν γὰρ χάριν ἀδάπανον κέκτηνται. Εἰ δέ τι καὶ παρὰ τῶν ἔξωθεν χρήσιμον καρπώσασθαι δυνηθείημεν, οὐ τῶν ἀπηγορευμένων ἐστί. Γενώμεθα δόκιμοι τραπεζῖται τὸ μὲν γνήσιον καὶ καθαρὸν χρυσίον σωρεύοντες, τὸ δὲ κίβδηλον παραιτούμενοι. Λάβωμεν λόγους καλλίστους, θεοὺς δὲ γελοίους καὶ μύθους ἀλλοτρίους τοῖς κυσὶν ἀπορρίψωμεν· πλείστην γὰρ ἐξ αὐτῶν κατ ̓ αὐτῶν ἰσχὺν κτήσασθαι δυνηθείημεν. Ἰστέον δέ, ὡς εἴκοσι δύο βίβλοι εἰσὶ τῆς Παλαιᾶς Διαθήκης κατὰ τὰ στοιχεῖα τῆς Ἑβραΐδος φωνῆς. Εἴκοσι δύο γὰρ στοιχεῖα ἔχουσιν, ἐξ ὧν πέντε διπλοῦνται, ὡς γίνεσθαι αὐτὰ εἴκοσι ἑπτά· διπλοῦν γάρ ἐστι τὸ Χὰφ καὶ τὸ Μὲμ καὶ τὸ Νοῦν καὶ τὸ Φὶ καὶ τὸ Σαδί. Διὸ καὶ αἱ βίβλοι κατὰ τοῦτον τὸν τρόπον εἴκοσι δύο μὲν ἀριθμοῦνται, εἴκοσι ἑπτὰ δὲ εὑρίσκονται διὰ τὸ πέντε ἐξ αὐτῶν διπλοῦσθαι. Συνάπτεται γὰρ ἡ Ῥοὺθ τοῖς Κριταῖς καὶ ἀριθμεῖται παρ ̓ Ἑβραίοις μία βίβλος· ἡ πρώτη καὶ δευτέρα τῶν Βασιλειῶν μία βίβλος· ἡ τρίτη καὶ ἡ τετάρτη τῶν Βασιλειῶν μία βίβλος· ἡ πρώτη καὶ ἡ δευτέρα τῶν Παραλειπομένων μία βίβλος· ἡ πρώτη καὶ ἡ δευτέρα τοῦ Ἔσδρα μία βίβλος. Οὕτως οὖν σύγκεινται αἱ βίβλοι ἐν πεντατεύχοις τέτρασι, καὶ μένουσιν ἄλλαι δύο, ὡς εἶναι τὰς ἐνδιαθέτους βίβλους οὕτως· πέντε νομικάς· Γένεσιν, Ἔξοδον, Λευιτικόν, Ἀριθμούς, Δευτερονόμιον· αὕτη πρώτη πεντάτευχος, ἣ καὶ νομοθεσία. Εἶτα ἄλλη πεντάτευχος, τὰ καλούμενα Γραφεῖα, παρά τισι δὲ Ἁγιόγραφα, ἅτινά ἐστιν οὕτως· Ἰησοῦς ὁ τοῦ Ναυῆ, Κριταὶ μετὰ τῆς Ῥούθ, Βασιλειῶν πρώτη μετὰ τῆς δευτέρας, βίβλος μία, Βασιλειῶν τρίτη μετὰ τῆς τετάρτης, βίβλος μία, καὶ αἱ δύο τῶν Παραλειπομένων, βίβλος μία· αὕτη δευτέρα πεντάτευχος. Τρίτη πεντάτευχος αἱ στιχήρεις βίβλοι· τοῦ Ἰώβ, τὸ Ψαλτήριον, Παροιμίαι Σολομῶντος, Ἐκκλησιαστὴς τοῦ αὐτοῦ, τὰ Ἄισματα τῶν ᾀσμάτων τοῦ αὐτοῦ. Τετάρτη πεντάτευχος, ἡ προφητική· τὸ δωδεκαπρόφητον, βίβλος μία, Ἡσαΐας, Ἰερεμίας Ἰεζεκιήλ, Δανιήλ. Εἶτα τοῦ Ἔσδρα, αἱ δύο εἰς μίαν συναπτόμεναι βίβλον, καὶ ἡ Ἐσθήρ. Ἡ δὲ Πανάρετος, τουτέστιν ἡ Σοφία τοῦ Σολομῶντος, καὶ ἡ Σοφία τοῦ Ἰησοῦ, ἣν ὁ πατὴρ μὲν τοῦ Σιρὰχ ἐξέθετο Ἑβραϊστί, Ἑλληνιστὶ δὲ ἡρμήνευσεν ὁ τούτου μὲν ἔγγονος Ἰησοῦς, τοῦ δὲ Σιρὰχ υἱός· ἐνάρετοι μὲν καὶ καλαί, ἀλλ ̓ οὐκ ἀριθμοῦνται οὐδὲ ἔκειντο ἐν τῇ κιβωτῷ. Τῆς δὲ Νέας Διαθήκης εὐαγγέλια τέσσαρα· τὸ κατὰ Ματθαῖον, τὸ κατὰ Μάρκον, τὸ κατὰ Λουκᾶν, τὸ κατὰ Ἰωάννην· Πράξεις τῶν ἁγίων ἀποστόλων διὰ Λουκᾶ τοῦ εὐαγγελιστοῦ· καθολικαὶ ἐπιστολαὶ ἑπτά· Ἰακώβου μία, Πέτρου δύο, Ἰωάννου τρεῖς, Ἰούδα μία· Παύλου ἀποστόλου ἐπιστολαὶ δεκατέσσαρες, Ἀποκάλυψις Ἰωάννου εὐαγγελιστοῦ, κανόνες τῶν ἁγίων ἀποστόλων διὰ Κλήμεντος.

ΚΕΦΑΛΑΙΟN 91. Περὶ τῶν ἐπὶ Χριστοῦ λεγομένων

Τῶν ἐπὶ Χριστοῦ λεγομένων τρόποι γενικοί εἰσι τέσσαρες· Α ́ τὰ μὲν γὰρ καὶ πρὸ τῆς ἐνανθρωπήσεως ἁρμόσει αὐτῷ, Β ́ τὰ δὲ ἐν τῇ ἑνώσει, Γ ́ τὰ δὲ μετὰ τὴν ἕνωσιν, Δ ́ τὰ δὲ μετὰ τὴν ἀνάστασιν. Α ́ Καὶ τῶν πρὸ τῆς ἐνανθρωπήσεως μὲν τρόποι εἰσὶν ἕξ. α ́ Τὰ μὲν γὰρ αὐτῶν τὸ συναφὲς τῆς φύσεως καὶ τὸ πρὸς τὸν Πατέρα ὁμοούσιον δηλοῖ ὡς τὸ «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν» καὶ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα» καὶ τὸ «Ὅς ἐν μορφῇ Θεοῦ ὑπάρχων» καὶ τὰ τοιαῦτα. β ́ Τὰ δὲ τὸ τέλειον τῆς ὑποστάσεως ὡς τὸ «Υἱὸς τοῦ Θεοῦ» καὶ «χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ» καὶ τὸ «μεγάλης βουλῆς ἄγγελος, θαυμαστός, σύμβουλος» καὶ τὰ ὅμοια. γ ́ Τὰ δὲ τὴν ἐν ἀλλήλαις τῶν ὑποστάσεων περιχώρησιν ὡς τὸ «ἐγὼ ἐν τῷ Πατρί, καὶ ὁ Πατὴρ ἐν ἐμοί» καὶ τὴν ἀνεκφοίτητον ἵδρυσιν ὡς «λόγος», «σοφία καὶ δύναμις» καὶ «ἀπαύγασμα». Ὅ τε γὰρ λόγος ἐν τῷ νῷ -λόγον δέ φημι τὸν οὐσιώδη-, καὶ ἡ σοφία ὁμοίως, καὶ ἐν τῷ δυναμένῳ ἡ δύναμις, καὶ ἐν τῷ φωτὶ τὸ ἀπαύγασμα ἀνεκφοιτήτως ἵδρυται, ἐξ αὐτῶν πηγαζόμενα. δ ́ Τὰ δὲ ὡς ἐξ αἰτίου τοῦ Πατρὸς ὡς τὸ «ὁ Πατήρ μου μείζων μού ἐστιν»· ἐξ αὐτοῦ γὰρ ἔχει τό τε εἶναι καὶ πάντα, ὅσα ἔχει, τὸ μὲν εἶναι γεννητῶς καὶ οὐ δημιουργητικῶς ὡς τὸ «Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον», «κἀγὼ ζῶ διὰ τὸν Πατέρα», πάντα δέ, ὅσα ἔχει, οὐ μεταδοτικῶς οὔτε διδακτικῶς, ἀλλ ̓ ὡς ἐξ αἰτίου ὡς τὸ «οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ ̓ ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα οὕτω ποιοῦντα». Εἰ μὴ γὰρ ὁ Πατήρ ἐστιν, οὐδὲ ὁ Υἱός· ἐκ τοῦ Πατρὸς γὰρ ὁ Υἱὸς καὶ ἐν τῷ Πατρὶ καὶ οὐ μετὰ τὸν Πατέρα. Ὁμοίως καί, ἃ ποιεῖ, ἐξ αὐτοῦ καὶ σὺν αὐτῷ· μία γὰρ καὶ ἡ αὐτή, οὐχ ὁμοία, ἀλλ ̓ ἡ αὐτὴ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος θέλησις ἐνέργειά τε καὶ δύναμις. έ Τὰ δὲ ὡς τῆς πατρικῆς εὐδοκίας διὰ τῆς αὐτοῦ ἐνεργείας πληρουμένης οὐχ ὡς δι ̓ ὀργάνου ἢ δούλου, ἀλλ ̓ ὡς δι ̓ οὐσιώδους καὶ ἐνυποστάτου αὐτοῦ Λόγου καὶ σοφίας καὶ δυνάμεως διὰ τὸ μίαν ἐν Πατρὶ καὶ Υἱῷ θεωρεῖσθαι κίνησιν, ὡς τὸ «Πάντα δι ̓ αὐτοῦ ἐγένετο», καὶ τὸ «ἀπέστειλε τὸν Λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς», καὶ τὸ «ἵνα γνῶσιν, ὅτι σύ με ἀπέστειλας». στ ́ Τὰ δὲ προφητικῶς· καὶ τούτων τὰ μὲν ὡς μέλλοντα, οἷον «ἐμφανῶς ἥξει», καὶ τὸ τοῦ Ζαχαρίου «ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι», καὶ τὸ ὑπὸ Μιχαίου εἰρημένον «ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ καὶ καταβήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς»· τὰ δὲ μέλλοντα ὡς παρῳχηκότα· «Οὗτος ὁ Θεὸς ἡμῶν μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη», καὶ τὸ «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ», καὶ «διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου» καὶ τὰ τοιαῦτα. Τὰ μὲν οὖν πρὸ τῆς ἑνώσεως καὶ μετὰ τὴν ἕνωσιν ἐπ ̓ αὐτῷ λεχθήσεται, τὰ δὲ μετὰ τὴν ἕνωσιν πρὸ τῆς ἑνώσεως οὐδαμῶς, εἰ μήτιγε προφητικῶς, ὡς ἔφημεν. Β ́ Τῶν δὲ ἐν τῇ ἑνώσει τρόποι εἰσὶ τρεῖς. ά Ὅτε μὲν γὰρ ἐκ τοῦ κρείττονος τὸν λόγον ποιούμεθα, θέωσιν τῆς σαρκὸς καὶ λόγωσιν καὶ ὑπερύψωσιν λέγομεν καὶ τὰ τοιαῦτα, τὸν προσγενόμενον τῇ σαρκὶ πλοῦτον ἐκ τῆς πρὸς τὸν ὕψιστον Θεὸν Λόγον ἑνώσεώς τε καὶ συμφυΐας ἐμφαίνοντες. β ́ Ὅτε δὲ ἀπὸ τοῦ ἐλάττονος, σάρκωσιν τοῦ Λόγου, ἐνανθρώπησιν, κένωσιν, πτωχείαν, ταπείνωσίν φαμεν· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἐκ τῆς πρὸς τὸ ἀνθρώπινον κράσεως ἐπιλέγεται τῷ Λόγῳ τε καὶ Θεῷ. γ ́ Ὅταν δὲ ἐξ ἀμφοῖν ἅμα, ἕνωσιν, κοινωνίαν, χρίσιν, συμφυΐαν, συμμόρφωσιν καὶ τὰ τοιαῦτα φάσκομεν. Διὰ τοῦτον οὖν τὸν τρίτον τρόπον οἱ προλελεγμένοι δύο τρόποι λέγονται. Διὰ γὰρ τῆς ἑνώσεως δηλοῦται, τί ἔσχεν ἑκάτερον ἐκ τῆς τοῦ συνυφεστῶτος αὐτῷ ἁρμογῆς καὶ περιχωρήσεως· διὰ γὰρ τὴν καθ ̓ ὑπόστασιν ἕνωσιν ἡ σὰρξ τεθεῶσθαι λέγεται καὶ Θεὸς γενέσθαι καὶ ὁμόθεος τῷ Λόγῳ· καὶ ὁ Θεὸς Λόγος σαρκωθῆναι καὶ ἄνθρωπος γενέσθαι καὶ κτίσμα λέγεσθαι καὶ ἔσχατος καλεῖσθαι, οὐχ ὡς τῶν δύο φύσεων μεταβληθεισῶν εἰς μίαν φύσιν σύνθετον –ἀδύνατον γὰρ ἐν μιᾷ φύσει ἅμα τὰ ἐναντία φυσικὰ γενέσθαι–, ἀλλ ̓ ὡς τῶν δύο φύσεων καθ ̓ ὑπόστασιν ἑνωθεισῶν καὶ τὴν εἰς ἀλλήλας περιχώρησιν ἀσύγχυτον καὶ ἀμετάβλητον ἐχουσῶν. Ἡ δὲ περιχώρησις οὐκ ἐκ τῆς σαρκός, ἀλλ ̓ ἐκ τῆς θεότητος γέγονεν· ἀμήχανον γὰρ τὴν σάρκα περιχωρῆσαι διὰ τῆς θεότητος, ἀλλ ̓ ἡ θεία φύσις ἅπαξ περιχωροῦσα διὰ τῆς σαρκὸς ἔδωκε καὶ τῇ σαρκὶ τὴν πρὸς αὐτὴν ἄρρητον περιχώρησιν, ἣν δὴ ἕνωσιν λέγομεν. Ἰστέον δέ, ὡς ἐπὶ τοῦ πρώτου καὶ δευτέρου τρόπου τῶν ἐν τῇ ἑνώσει τὸ ἀνάπαλιν θεωρεῖται. Ὅτε γὰρ περὶ τῆς σαρκὸς τὸν λόγον ποιούμεθα, θέωσιν καὶ λόγωσιν καὶ ὑπερύψωσιν καὶ χρίσιν φαμέν· ἀπὸ μὲν γὰρ τῆς θεότητος ταῦτα, περὶ δὲ τὴν σάρκα θεωρεῖται. Ὅτε δὲ περὶ τοῦ Λόγου, κένωσιν, σάρκωσιν, ἐνανθρώπησιν, ταπείνωσιν καὶ τὰ τοιαῦτα, ἅτινα, ὡς ἔφημεν, ἐκ τῆς σαρκὸς ἐπιλέγεται τῷ Λόγῳ τε καὶ Θεῷ· αὐτὸς γὰρ ταῦτα ὑπέμεινεν ἑκών. Γ ́ Τῶν δὲ μετὰ τὴν ἕνωσιν τρόποι εἰσὶ τρεῖς. Πρῶτος ὁ τῆς θείας φύσεως δηλωτικὸς, ὡς τὸ «ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί», καὶ «ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν», καὶ πάντα, ὅσα πρὸ τῆς ἐνανθρωπήσεως αὐτῷ ἐπιλέγεται, ταῦτα καὶ μετὰ τὴν ἐνανθρώπησιν αὐτῷ ἐπιλεχθήσεται πλὴν τοῦ μὴ εἰληφέναι σάρκα καὶ τὰ ταύτης φυσικά. Δεύτερος ὁ τῆς ἀνθρωπίνης ὡς τὸ «τί με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα;» καὶ τὸ «οὕτω δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου» καὶ τὰ τοιαῦτα. Τούτων δὲ τῶν ἀνθρωποπρεπῶς ἐπὶ τοῦ Σωτῆρος Χριστοῦ λεγομένων καί γεγραμμένων, εἴτε ἐν ῥήμασιν εἴτε ἐν πράγμασιν, τρόποι εἰσὶ ἕξ. ά Τὰ μὲν γὰρ αὐτῶν κατὰ φύσιν οἰκονομικῶς πέπρακταί τε καὶ λέλεκται, οἷον ὁ ἐκ Παρθένου τόκος, ἡ καθ ̓ ἡλικίαν αὔξησίς τε καὶ προκοπή, ἡ πεῖνα, ἡ δίψα, ὁ κόπος, τὸ δάκρυον, ὁ ὕπνος, ἡ τῶν ἥλων τρῆσις, ὁ θάνατος καὶ τὰ τοιαῦτα, ὅσα φυσικὰ καὶ ἀδιάβλητα πάθη ὑπάρχουσιν· ἐν τούτοις γὰρ ἅπασι μίξις μέν ἐστι τοῦ θείου πρὸς τὸ ἀνθρώπινον, πλὴν τοῦ σώματος ἀληθῶς εἶναι πιστεύεται, οὐδὲν τούτων τοῦ θείου πάσχοντος, δι ̓ αὐτῶν δὲ τὴν ἡμῶν οἰκονομοῦντος σωτηρίαν. β ́ Τὰ δὲ κατὰ προσποίησιν, οἶον τὸ ἐρωτᾶν «ποῦ τεθείκατε Λάζαρον;», ὁ ὑπὸ τὴν συκῆν δρόμος, τὸ ὑποδύεσθαι, ἤγουν ὑπαναχωρεῖν, ἡ προσευχή, τὸ «προσεποιήσατο πορρωτέρω πορεύεσθαι». Τούτων γὰρ καὶ τῶν παραπλησίων οὔτε ὡς Θεὸς οὔτε ὡς ἄνθρωπος ἔχρῃζε, πλὴν ἀνθρωποπρεπῶς ἐσχηματίζετο, πρὸς ὅπερ ἡ χρεία καὶ τὸ λυσιτελὲς ἀπῄτει, οἷον τὴν μὲν προσευχὴν διὰ τὸ δεῖξαι, ὡς οὐκ ἔστιν ἀντίθεος καὶ ὡς αἰτίαν αὐτοῦ τιμῶν τὸν Πατέρα· τὸ ἐρωτᾶν οὐκ ἀγνοῶν, ἀλλ ̓ ἵνα δείξῃ, ὡς κατὰ ἀλήθειάν ἐστιν ἄνθρωπος μετὰ τοῦ εἶναι Θεός· τὸ ὑπαναχωρεῖν, ἵνα διδάξῃ μὴ προπετεύεσθαι μηδ ̓ ἑαυτοὺς προδιδόναι. γ ́ Τὰ δὲ κατ ̓ οἰκείωσιν καὶ ἀναφορὰν ὡς τὸ «Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες»; καὶ τὸ «μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε», καὶ τὸ «γενόμενος ὑπὲρ ἡμῶν κατάρα», καὶ τὸ «αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα». Οὔτε γὰρ ὡς Θεὸς οὔτε ὡς ἄνθρωπος ἐγκατελείφθη ποτὲ ὑπὸ τοῦ Πατρὸς, οὔτε ἁμαρτία οὔτε κατάρα γέγονεν, οὔτε ὑποταγῆναι χρῄζει τῷ Πατρί. Καθὸ μὲν γὰρ Θεὸς ἴσος ἐστὶ τῷ Πατρὶ καὶ οὐδὲ ἐναντίος οὐδὲ ὑποτεταγμένος, καθὸ δὲ ἄνθρωπος οὐδέπω ἀνήκοος γέγονε τοῦ γεννήτορος, ἵνα ὑποταγῆς δεηθῇ. Τὸ ἡμέτερον τοίνυν οἰκειούμενος πρόσωπον καὶ μεθ ̓ ἡμῶν τάσσων ἑαυτὸν ταῦτα ἔλεγεν· ἡμεῖς γὰρ ἦμεν οἱ ἁμαρτίας καὶ κατάρας ἔνοχοι ὡς ἀπειθεῖς καὶ παρήκοοι καὶ διὰ τοῦτο ἐγκαταλελειμμένοι. δ ́ Τὰ δὲ διὰ τὴν κατ ̓ ἐπίνοιαν διαίρεσιν. Ἐὰν γὰρ τῇ ἐπινοίᾳ διέλῃς τὰ τῇ ἀληθείᾳ ἀχώριστα, ἤτοι τὴν σάρκα ἐκ τοῦ Λόγου, λέγεται καὶ δοῦλος καὶ ἀγνοῶν· καὶ γὰρ τῆς δούλης καὶ ἀγνοούσης φύσεως ἦν καί, εἰ μὴ ἥνωτο τῷ Θεῷ Λόγῳ ἡ σάρξ, δούλη ἦν καὶ ἀγνοοῦσα, ἀλλὰ διὰ τὴν πρὸς Θεὸν Λόγον καθ ̓ ὑπόστασιν ἕνωσιν οὔτε δούλη ἦν οὔτε ἠγνόει. Οὕτω καὶ Θεὸν ἑαυτοῦ τὸν Πατέρα ἐκάλεσεν. έ Τὰ δὲ διὰ τὴν πρὸς ἡμᾶς φανέρωσίν τε καὶ πίστωσιν ὡς τὸ «Πάτερ, δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί» –αὐτὸς μὲν γὰρ δεδοξασμένος ἦν τε καὶ ἔστιν, ἀλλ ̓ ἡμῖν οὐκ ἦν φανερωθεῖσα καὶ πιστωθεῖσα ἡ δόξα αὐτοῦ–, καὶ τὸ ὑπὸ τοῦ ἀποστόλου εἰρημένον «τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει, κατὰ πνεῦμα ἁγιωσύνης, ἐξ ἀναστάσεως νεκρῶν» –διὰ γὰρ τῶν θαυμάτων καὶ τῆς ἀναστάσεως καὶ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου Πνεύματος ἐφανερώθη καὶ ἐπιστώθη τῷ κόσμῳ, ὅτι Υἱός ἐστι τοῦ Θεοῦ–, καὶ τὸ «προέκοπτε σοφίᾳ καὶ χάριτι». στ ́ Τὰ δὲ κατὰ τὴν τοῦ Ἰουδαίων προσώπου οἰκείωσιν μετὰ τῶν Ἰουδαίων ἀριθμῶν ἑαυτόν, ὡς πρὸς τὴν Σαμαρεῖτίν φησιν· «Ὑμεῖς προσκυνεῖτε, ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν, ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν». Τρίτος τρόπος ὁ τῆς μιᾶς ὑποστάσεως δηλωτικὸς καὶ τοῦ συναμφοτέρου παραστατικός, οἷον τὸ «ἐγὼ ζῶ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσεται δι ̓ ἐμέ», καὶ τὸ «ὑπάγω πρὸς τὸν Πατέρα, καὶ οὐκέτι θεωρεῖτέ με», καὶ τὸ «οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν», καὶ τὸ «οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ» καὶ τὰ τοιαῦτα. Δ ́ Καὶ τῶν μετὰ τὴν ἀνάστασιν τὰ μέν εἰσι θεοπρεπῆ, ὡς τὸ «βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος», ὡς Θεοῦ δηλονότι, καὶ τὸ «ἰδοὺ ἐγὼ μεθ ̓ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος» καὶ τὰ τοιαῦτα –ὡς γὰρ Θεός ἐστι μεθ ̓ ἡμῶν–, τὰ δὲ ἀνθρωποπρεπῆ, ὡς τὸ «ἐκράτησαν αὐτοῦ τοὺς πόδας», καὶ τὸ «κἀκεῖ με ὄψονται» καὶ τὰ τοιαῦτα. Τῶν δὲ μετὰ τὴν ἀνάστασιν ἀνθρωποπρεπῶν τρόποι εἰσὶ διάφοροι. Τὰ μὲν γὰρ ἀληθῶς, ἀλλ ̓ οὐ κατὰ φύσιν, ἀλλὰ κατ ̓ οἰκονομίαν πρὸς τὸ πιστώσασθαι, ὅτι αὐτὸ τὸ παθὸν σῶμα ἀνέστη, ὡς οἱ μώλωπες, ἡ βρῶσις καὶ ἡ πόσις ἡ μετὰ τὴν ἀνάστασιν, τὰ δὲ ἀληθῶς κατὰ φύσιν ὡς τὸ μεταβαίνειν τόπους ἐκ τόπων ἀμόχθως καὶ τὸ διὰ τῶν θυρῶν κεκλεισμένων εἰσελθεῖν, τὰ δὲ κατὰ προσποίησιν ὡς τὸ «προσεποιήσατο πορρωτέρω πορεύεσθαι», τὰ δὲ τοῦ συναμφοτέρου, ὡς τὸ «ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν», καὶ τὸ «εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης», καὶ τὸ «ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν τοῖς ὑψηλοῖς», τὰ δὲ ὡς μεθ ̓ ἡμῶν ἑαυτὸν τάττοντος τῷ τρόπῳ τῆς κατὰ ψιλὴν ἐπίνοιαν διαιρέσεως ὡς τὸ «Θεόν μου καὶ Θεὸν ὑμῶν». Δεῖ οὖν τὰ μὲν ὑψηλὰ προσνέμειν τῇ θείᾳ καὶ κρείττονι φύσει παθῶν καὶ σώματος, τὰ δὲ ταπεινὰ τῇ ἀνθρωπίνῃ, τὰ δὲ κοινὰ τῷ συνθέτῳ, ἤγουν τῷ ἑνὶ Χριστῷ, ὅς ἐστι Θεὸς καὶ ἄνθρωπος, καὶ εἰδέναι ἀμφότερα ἑνὸς καὶ τοῦ αὐτοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἑκάστου γὰρ τὸ ἴδιον γινώσκοντες καὶ ἀμφότερα ἐξ ἑνὸς πραττόμενα βλέποντες ὀρθῶς πιστεύομεν καὶ οὐ πλανηθησόμεθα. Ἐξ ὧν ἁπάντων τῶν μὲν ἑνωθεισῶν φύσεων ἡ διαφορὰ γινώσκεται καὶ «ὅτι μὴ ταὐτόν», ὥς φησιν ὁ θειότατος Κύριλλος, «ἐν ποιότητι φυσικῇ θεότης τε καὶ ἀνθρωπότης». Εἷς γε μὴν Υἱὸς καὶ Χριστὸς καὶ Κύριος, καὶ ὡς ἑνὸς ὄντος ἓν αὐτοῦ καὶ τὸ πρόσωπον κατ ̓ οὐδένα τρόπον διὰ τὴν ἐπίγνωσιν τῆς φυσικῆς διαφορᾶς μεριζομένης τῆς καθ ̓ ὑπόστασιν ἑνώσεως.

ΚΕΦΑΛΑΙΟN 92. Ὅτι οὐκ ἔστι τῶν κακῶν αἴτιος ὁ θεός

Χρὴ εἰδέναι, ὅτι ἔθος τῇ θείᾳ Γραφῇ τὴν παραχώρησιν τοῦ Θεοῦ ἐνέργειαν αὐτοῦ καλεῖν, ὡς ὅταν λέγῃ ὁ ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ· «Ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν;» Ὅτι μὲν γὰρ αὐτὸς ποιεῖ καὶ ταῦτα κἀκεῖνα· μόνος γὰρ αὐτός ἐστι τῶν ἁπάντων Δημιουργός, ἀλλ ̓ οὐκ αὐτὸς τίμια κατασκευάζει ἢ ἄτιμα, ἀλλ ̓ ἡ οἰκεία ἑκάστου προαίρεσις. Καὶ τοῦτο δῆλον, ἐξ ὧν ὁ αὐτὸς ἀπόστολος ἐν τῇ πρὸς Τιμόθεον δευτέρᾳ ἐπιστολῇ φησιν· «Ἐν μεγάλῃ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμήν, ἃ δὲ εἰς ἀτιμίαν. Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον καὶ εὔχρηστον τῷ Δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον». Δῆλον δέ, ὡς ἑκουσίως ἡ κάθαρσις γίνεται· «Ἐὰν γάρ τις», φησίν, «ἐκκαθάρῃ ἑαυτόν», ἡ δὲ ἀκόλουθος ἀντιστροφὴ ἀντιφωνεῖ· ἐὰν δὲ μὴ ἐκκαθάρῃ, ἔσται σκεῦος εἰς ἀτιμίαν, ἄχρηστον τῷ Δεσπότῃ, συντριβῆς ἄξιον. Τὸ οὖν προκείμενον ῥητὸν καὶ τὸ «συνέκλεισεν ὁ Θεὸς πάντας εἰς ἀπείθειαν», καὶ τὸ «ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν»· ταῦτα πάντα οὐχ ὡς τοῦ Θεοῦ ἐνεργήσαντος ἐκληπτέον, ἀλλ ̓ ὡς τοῦ Θεοῦ παραχωρήσαντος διὰ τὸ αὐτεξούσιον καὶ τὸ ἀβίαστον εἶναι τὸ καλόν. Τὴν οὖν παραχώρησιν αὐτοῦ ὡς ἐνέργειαν καὶ ποίησιν αὐτοῦ λέγειν σύνηθες τῇ θείᾳ Γραφῇ. Ἀλλὰ μὴν καὶ ὅτε φησὶ «τὸν Θεὸν κτίζειν κακὰ καὶ μὴ εἶναι ἐν πόλει κακίαν, ἣν ὁ Κύριος οὐκ ἐποίησεν», οὐ κακῶν αἴτιον τὸν Θεὸν δείκνυσιν, ἀλλ ̓, ἐπειδὴ δισέμφατον τὸ τῆς κακίας ὄνομα, δύο σημαῖνον· ποτὲ μὲν γὰρ τὸ τῇ φύσει κακὸν δηλοῖ, ὅπερ ἐναντίον ἐστὶ τῇ ἀρετῇ καὶ τῇ τοῦ Θεοῦ θελήσει, ποτὲ δὲ τὸ πρὸς τὴν ἡμετέραν αἴσθησιν κακὸν καὶ ἐπίπονον, ἤγουν τὰς θλίψεις καὶ ἐπαγωγάς. Αὗται δὲ τῷ μὲν δοκεῖν κακαί εἰσιν ἀλγειναὶ τυγχάνουσαι, τῇ δὲ ἀληθείᾳ ἀγαθαί· ἐπιστροφῆς γὰρ καὶ σωτηρίας γίνονται τοῖς συνιοῦσι πρόξενοι· ταύτας διὰ Θεοῦ γίνεσθαί φησιν ἡ Γραφή. Ἰστέον δέ, ὡς καὶ τούτων ἡμεῖς ἐσμεν αἴτιοι· τῶν γὰρ ἑκουσίων κακῶν τὰ ἀκούσιά εἰσιν ἔκγονα. Καὶ τοῦτο δὲ ἰστέον, ὅτι ἔθος τῇ Γραφῇ τινα ἐκβατικῶς ὀφείλοντα λέγεσθαι αἰτιολογικῶς λέγειν, ὡς τὸ «σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε»· οὐ γὰρ ὁ ἁμαρτήσας, ἵνα νικήσῃ ὁ Θεός, ἥμαρτεν, οὔτε δὲ ὁ Θεὸς ἐδεῖτο τῆς ἡμῶν ἁμαρτίας, ἵνα ἐκ ταύτης νικητὴς ἀναφανῇ· φέρει γὰρ ἀσυγκρίτως κατὰ πάντων καὶ μὴ ἁμαρτανόντων τὰ νικητήρια δημιουργὸς ὢν καὶ ἀκατάληπτος καὶ ἄκτιστος καὶ φυσικὴν ἔχων τὴν δόξαν καὶ οὐκ ἐπίκτητον· ἀλλ ̓ ὅτι ἡμῶν ἁμαρτανόντων οὐκ ἄδικός ἐστιν ἐπιφέρων τὴν ὀργὴν καὶ μετανοοῦσι συγχωρῶν, νικητὴς τῆς ἡμετέρας κακίας ἀναδείκνυται. Οὐκ ἐπὶ τούτῳ δὲ ἡμεῖς ἁμαρτάνομεν, ἀλλ ̓ ὅτι οὕτως ἀποβαίνει τὸ πρᾶγμα, ὥσπερ, ἐὰν κάθηταί τις ἐργαζόμενος, φίλος δέ τις ἐπιστῇ, φησίν, ὅτι, ἵνα μηδὲ σήμερον ἐργάσωμαι, παρεγένετο ὁ φίλος. Ὁ μὲν οὖν φίλος οὐχ, ἵνα μὴ ἐργάσηται, παρεγένετο, οὕτω δὲ ἀπέβη· ἀσχολούμενος γὰρ περὶ τὴν τοῦ φίλου ὑποδοχὴν οὐκ ἐργάζεται. Λέγεται δὲ ταῦτα ἐκβατικά, ὅτι οὕτως ἀποβαίνουσι τὰ πράγματα. Οὐ θέλει δὲ ὁ Θεὸς μόνος εἶναι δίκαιος, ἀλλὰ πάντας ὁμοιοῦσθαι αὐτῷ κατὰ δύναμιν.

ΚΕΦΑΛΑΙΟN 93. Ὅτι οὐ δύο ἀρχαί

Ὅτι οὐ δύο ἀρχαί, μία ἀγαθὴ καὶ μία πονηρά, ἐντεῦθεν εἰσόμεθα· ἐναντία γὰρ ἀλλήλοις τὸ ἀγαθὸν καὶ τὸ πονηρὸν καὶ ἀλλήλων φθαρτικὰ καὶ ἐν ἀλλήλοις ἢ σὺν ἀλλήλοις οὐχ ὑφιστάμενα. Ἐν μέρει τοίνυν τούτων ἕκαστον ἔσται τοῦ παντός. Καὶ πρῶτον μὲν περιγραφήσονται οὐχ ὑπὸ τοῦ παντὸς μόνον, ἀλλὰ καὶ ὑπὸ μέρους τοῦ παντὸς τούτων ἕκαστον. Ἔπειτα τίς ὁ τὴν χώραν ἑκάστῳ ἀποτεμόμενος; Οὐ γὰρ ἀλλήλοις συνενεχθῆναι καὶ συμβιβασθῆναι φήσουσιν, ἐπεὶ οὐ κακὸν τὸ κακὸν εἰρήνην ἄγον πρὸς τὸ ἀγαθόν τε συμβιβαζόμενον, οὐδ ̓ ἀγαθὸν τὸ ἀγαθὸν πρὸς τὸ κακὸν φιλικῶς διακείμενον. Εἰ δὲ ἕτερος ὁ τούτων ἑκάστῳ τὴν οἰκείαν ἀφώρισε διατριβήν, ἐκεῖνος μᾶλλον ἔσται Θεός. Ἀνάγκη δὲ καὶ δυοῖν θάτερον ἢ ἅπτεσθαι καὶ φθείρειν ἀλλήλους ἢ εἶναί τι μέσον, ἐν ᾧ οὐδὲ τὸ ἀγαθὸν οὐδὲ τὸ κακὸν ἔσται, ὥσπερ τι διάφραγμα διεῖργον ἐξ ἀλλήλων ἀμφότερα. Καὶ οὐκέτι δύο, ἀλλὰ τρεῖς ἀρχαὶ ἔσονται. Ἀνάγκη δὲ καὶ τούτων τὸ ἕτερον ἢ εἰρηνεύειν, ὅπερ τὸ κακὸν οὐ δύναται –τὸ γὰρ εἰρηνεῦον οὐ κακόν–, ἢ μάχεσθαι, ὅπερ τὸ ἀγαθὸν οὐ δύναται –τὸ γὰρ μαχόμενον οὐ τελέως ἀγαθόν–, ἢ τὸ μὲν κακὸν μάχεσθαι, τὸ δὲ ἀγαθὸν μὴ ἀντιμάχεσθαι, ἀλλ ̓ ὑπὸ τοῦ κακοῦ φθείρεσθαι, ἢ ἀεί λυπεῖσθαι καὶ κακοῦσθαι, ὅπερ οὐ τοῦ ἀγαθοῦ γνώρισμα. Μία τοίνυν ἀρχὴ ἀγαθὴ πάσης κακίας ἀπηλλαγμένη. Ἀλλ ̓ εἰ τοῦτο, φασί, πόθεν τὸ κακόν; Ἀμήχανον γὰρ ἐκ τοῦ ἀγαθοῦ τὸ κακὸν ἔχειν τὴν γένεσιν. Φαμὲν οὖν, ὅτι τὸ κακὸν οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ τοῦ ἀγαθοῦ στέρησις καὶ ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν παρατροπή· οὐδὲν γὰρ κακὸν κατὰ φύσιν. Πάντα γάρ, ὅσα ἐποίησεν ὁ Θεός, καλὰ λίαν, καθὸ γέγονεν. Οὕτω τοίνυν μένοντα, καθὼς ἔκτισται, «καλὰ λίαν εἰσίν», ἑκουσίως δὲ ἀνεκφοιτῶντα ἐκ τοῦ κατὰ φύσιν καὶ εἰς τὸ παρὰ φύσιν ἐρχόμενα, ἐν τῷ κακῷ γίνονται. Κατὰ φύσιν μὲν οὖν πάντα δοῦλα καὶ ὑπήκοα τοῦ Δημιουργοῦ. Ὅταν οὖν ἑκουσίως τι τῶν κτισμάτων ἀφηνιάσῃ καὶ παρήκοον τοῦ ποιήσαντος αὐτὸ γένηται, ἐν ἑαυτῷ συνεστήσατο τὴν κακίαν· κακία γὰρ οὐκ οὐσία τίς ἐστιν, οὐδὲ οὐσίας ἰδίωμα, ἀλλὰ συμβεβηκὸς, ἤτοι ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν ἑκούσιος παρατροπή, ὅπερ ἐστὶν ἡ ἁμαρτία. Πόθεν οὖν ἡ ἁμαρτία; Τῆς αὐτεξουσίου γνώμης τοῦ Διαβόλου εὕρημα. Κακὸς οὖν ὁ Διάβολος; Καθὸ μὲν γέγονεν, οὐ κακός, ἀλλ ̓ ἀγαθός· ἄγγελος γὰρ λαμπρὸς καὶ φωτεινὸς ὑπὸ τοῦ Δημιουργοῦ ἔκτισται, αὐτεξούσιος ὡς λογικός, ἑκουσίως τε τῆς κατὰ φύσιν ἀρετῆς ἀπεφοίτησε καὶ ἐν τῷ ζόφῳ τῆς κακίας γέγονε, Θεοῦ μακρυνθεὶς τοῦ μόνου ἀγαθοῦ καὶ φωτοποιοῦ· ἐξ αὐτοῦ γὰρ πᾶν ἀγαθὸν ἀγαθύνεται, καὶ καθόσον ἐξ αὐτοῦ μακρύνεται γνώμῃ (οὐ γὰρ τόπῳ), ἐν τῷ κακῷ γέγονεν.

ΚΕΦΑΛΑΙΟN 94. Τίνος ἕνεκεν προγινώσκων ὁ Θεὸς τοὺς ἁμαρτάνειν καὶ μὴ μετανοεῖν μέλλοντας ἔκτισεν

Ὁ Θεὸς δι ̓ ἀγαθότητα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει τὰ γινόμενα καὶ τῶν ἐσομένων προγνώστης ἐστίν. Εἰ μὲν οὖν μὴ ἔμελλον ἔσεσθαι, οὐδ ̓ ἂν κακοὶ ἔμελλον ἔσεσθαι, οὐδ ̓ ἂν προεγινώσκοντο. Τῶν γὰρ ὄντων αἱ γνώσεις, καὶ τῶν πάντως ἐσομένων αἱ προγνώσεις· πρῶτον γὰρ τὸ εἶναι, καὶ τότε τὸ καλὸν ἢ κακὸν εἶναι. Εἰ δὲ μέλλοντας ἔσεσθαι διὰ τὴν τοῦ Θεοῦ ἀγαθότητα τὸ κακοὺς ἐξ οἰκείας προαιρέσεως μέλλειν ἔσεσθαι ἐκώλυσεν αὐτοὺς γενέσθαι, τὸ κακὸν ἐνίκα ἂν τὴν τοῦ Θεοῦ ἀγαθότητα. Ποιεῖ τοιγαροῦν ὁ Θεὸς ἀγαθὰ ἅπαντα, ἃ ποιεῖ· ἕκαστος δὲ ἐξ οἰκείας προαιρέσεως καλός τε καὶ κακὸς γίνεται. Εἰ καὶ τοίνυν ἔφη ὁ Κύριος· «Συνέφερε τῷ ἀνθρώπῳ ἐκείνῳ, εἰ οὐκ ἐγεννήθη», οὐ τὴν οἰκείαν κτίσιν κακίζων ἔλεγεν, ἀλλὰ τὴν ἐξ οἰκείας προαιρέσεως καὶ ῥαθυμίας ἐπιγενομένην τῷ κτίσματι αὐτοῦ κακίαν. Ἡ γὰρ τῆς οἰκείας γνώμης ῥαθυμία ἄχρηστον αὐτῷ τὴν τοῦ Δημιουργοῦ εὐεργεσίαν ἐποίησεν, ὥσπερ ἄν, εἴ τις πλοῦτον καὶ ἀρχὴν παρὰ βασιλέως ἐγχειρισθεὶς τυραννήσει τὸν εὐεργέτην, ὃν ἀξίως χειρωσάμενος τιμωρήσεται, εἰ μέχρι τέλους τῇ τυραννίδι κατίδοι τοῦτον ἐναπομένοντα.

ΚΕΦΑΛΑΙΟN 95. Περὶ νόμου Θεοῦ καὶ νόμου ἁμαρτίας

Ἀγαθὸν τὸ θεῖον καὶ ὑπεράγαθον, καὶ τὸ τούτου θέλημα· τοῦτο γὰρ ἀγαθόν, ὅπερ ὁ Θεὸς βούλεται. Νόμος δέ ἐστιν ἡ τοῦτο διδάσκουσα ἐντολή, ἵν ̓ ἐν αὐτῷ μένοντες ἐν φωτὶ ὦμεν. Ἧς ἐντολῆς ἡ παράβασις ἁμαρτία ἐστίν. Αὕτη δὲ διὰ τῆς τοῦ Διαβόλου προσβολῆς καὶ τῆς ἡμετέρας ἀβιάστου καὶ ἑκουσίου παραδοχῆς συνίσταται· λέγεται δὲ καὶ αὕτη νόμος. Ἐπιβαίνων οὖν ὁ τοῦ Θεοῦ νόμος τῷ νῷ ἡμῶν ἐφέλκεται πρὸς ἑαυτὸν καὶ νύττει τὴν ἡμετέραν συνείδησιν. Λέγεται δὲ καὶ ἡ ἡμετέρα συνείδησις νόμος τοῦ νοὸς ἡμῶν. Καὶ ἡ προσβολὴ δὲ τοῦ πονηροῦ, τουτέστιν ὁ νόμος τῆς ἁμαρτίας, ἐπιβαίνων τοῖς μέλεσι τῆς σαρκὸς ἡμῶν δι ̓ αὐτῆς ἡμῖν προσβάλλει. Ἅπαξ γὰρ παραβάντες ἑκουσίως τὸν νόμον τοῦ Θεοῦ καὶ τὴν προσβολὴν τοῦ πονηροῦ παραδεξάμενοι ἐδώκαμεν αὐτῇ εἴσοδον, πραθέντες ὑφ ̓ ἑαυτῶν τῇ ἁμαρτίᾳ. Ὅθεν ἑτοίμως ἄγεται τὸ σῶμα ἡμῶν πρὸς αὐτήν. Λέγεται οὖν καὶ ἡ ἐναποκειμένη τῷ σώματι ἡμῶν ὀσμὴ καὶ αἴσθησις τῆς ἁμαρτίας, ἤτοι ἐπιθυμία καὶ ἡδονὴ τοῦ σώματος, νόμος ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἡμῶν. Ὁ μὲν οὖν νόμος τοῦ νοός μου, ἤτοι ἡ συνείδησις, συνήδεται τῷ νόμῳ τοῦ Θεοῦ, ἤτοι τῇ ἐντολῇ καὶ ταύτην θέλει. Ὁ δὲ νόμος τῆς ἁμαρτίας, ἤτοι ἡ προσβολὴ, διὰ τοῦ νόμου τοῦ ἐν τοῖς μέλεσιν, ἤτοι τῆς τοῦ σώματος ἐπιθυμίας καὶ ῥοπῆς καὶ κινήσεως καὶ τοῦ ἀλόγου μέρους τῆς ψυχῆς, ἀντιστρατεύεται τῷ νόμῳ τοῦ νοός μου, τουτέστι τῇ συνειδήσει, καὶ αἰχμαλωτίζει με καὶ θέλοντα τὸν τοῦ Θεοῦ νόμον καὶ ἀγαπῶντα καὶ μὴ θέλοντα τὴν ἁμαρτίαν κατὰ ἀνάκρασιν διὰ τε τοῦ λείου τῆς ἡδονῆς καὶ τῆς τοῦ σώματος ἐπιθυμίας καὶ τοῦ ἀλόγου μέρους τῆς ψυχῆς, ὡς ἔφην, πλανᾷ καὶ πείθει δουλεῦσαι τῇ ἁμαρτίᾳ· ἀλλ ̓ «ὁ Θεὸς τὸ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει ὁ νόμος διὰ τῆς σαρκός, πέμψας τὸν Υἱὸν αὐτοῦ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας» –σάρκα μὲν γὰρ ἀνέλαβεν, ἁμαρτίαν δὲ οὐδαμῶς–, «κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ Πνεῦμα. Τὸ γὰρ Πνεῦμα συναντιλαμβάνεται τῇ ἀσθενείᾳ ἡμῶν» καὶ παρέχει δύναμιν τῷ νόμῳ τοῦ νοὸς ἡμῶν κατὰ τοῦ νόμου τοῦ ἐν τοῖς μέλεσιν ἡμῶν. Τὸ γὰρ «τί προσευξώμεθα, καθὸ δεῖ, οὐκ οἴδαμεν, ἀλλ ̓ αὐτὸ τὸ Πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις», τουτέστι διδάσκει ἡμᾶς, τί προσευξόμεθα. Ὥστε ἀδύνατον, εἰ μὴ δι ̓ ὑπομονῆς καὶ προσευχῆς, τὰς ἐντολὰς τοῦ Κυρίου κατεργάσασθαι.

ΚΕΦΑΛΑΙΟN 96. Κατὰ Ἰουδαίων περὶ τοῦ Σαββάτου

Σάββατον ἡ ἑβδόμη ἡμέρα κέκληται, δηλοῖ δὲ τὴν κατάπαυσιν· ἐν αὐτῇ γὰρ «κατέπαυσεν ὁ Θεὸς ἀπὸ τῶν ἔργων αὐτοῦ», ὥς φησιν ἡ Γραφή. Διὸ καὶ μέχρις ἑπτὰ ὁ τῶν ἡμερῶν ἀριθμὸς προβαίνων πάλιν ἀνακυκλοῦται καὶ ἀπὸ τῆς πρώτης ἄρχεται. Οὗτος ὁ ἀριθμὸς τίμιος παρὰ Ἰουδαίοις τοῦ Θεοῦ προστάξαντος τιμᾶσθαι αὐτὸν –οὐχ ὡς ἔτυχεν, ἀλλὰ καὶ μετὰ βαρυτάτων τῶν ἐπὶ τῇ παραβάσει ἐπιτιμίων. Οὐχ ἁπλῶς δὲ τοῦτο προσέταξεν, ἀλλὰ διά τινας μυστικῶς τοῖς πνευματικοῖς τε καὶ διορατικοῖς κατανοουμένας αἰτίας. Ὡς ἐμὲ γοῦν γνῶναι τὸν ἀμαθῆ, ἵν ̓ ἐκ τῶν κατωτέρων καὶ παχυτέρων ἄρξωμαι· Εἰδὼς ὁ Θεὸς τὸ παχύ τε καὶ φιλόσαρκον καὶ πρὸς τὴν ὕλην ὅλως ἐπιρρεπὲς τοῦ Ἰσραηλίτου λαοῦ, ἅμα δὲ καὶ τὸ ἀδιάκριτον· πρῶτον μέν, «ἵνα ὁ δοῦλος καὶ τὸ ὑποζύγιον ἀναπαύσηται», ὡς γέγραπται· ἐπειδὴ ἀνὴρ «δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ», ἅμα δὲ ἵνα καὶ σχολὴν ἄγοντες ἐκ τοῦ περὶ τὴν ὕλην περισπασμοῦ πρὸς Θεὸν συνάγωνται «ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς» καὶ μελέτῃ τῶν θείων Γραφῶν ἅπασαν τὴν ἑβδόμην ἀναλίσκοντες καὶ ἐν τῷ Θεῷ καταπαύοντες. Ὅτε μὲν γὰρ οὐκ ἦν νόμος, οὐ Γραφὴ θεόπνευστος, οὐδὲ τὸ Σάββατον Θεῷ ἀφιέρωτο. Ὅτε δὲ ἡ θεόπνευστος Γραφὴ διὰ Μωσέως ἐδόθη, ἀφιερώθη τῷ Θεῷ τὸ Σάββατον, ὡς ἂν περὶ τὴν ταύτης μελέτην ἐν αὐτῷ ἀδολεσχήσωσιν οἱ μὴ πάντα τὸν βίον τῷ Θεῷ ἀφιεροῦντες, οἱ μὴ πόθῳ τῷ Δεσπότῃ ὡς Πατρὶ δουλεύοντες, ἀλλ ̓ ὡς δοῦλοι ἀγνώμονες, κἂν μικρὸν καὶ ἐλάχιστον μέρος τῆς ἑαυτῶν ζωῆς τῷ Θεῷ ἀποτέμωνται, καὶ τοῦτο φόβῳ τῶν ἐπὶ τῇ παραβάσει εὐθυνῶν καὶ ἐπιτιμήσεων· «δικαίῳ γὰρ νόμος οὐ κεῖται», ἀλλ ̓ ἀδίκοις. Ἐπεὶ πρῶτος Μωσῆς τεσσαράκοντα ἡμερῶν καὶ αὖθις ἑτέρων τεσσαράκοντα νηστείᾳ προσεδρεύσας τῷ Θεῷ, πάντως καὶ τοῖς Σάββασι διὰ τῆς νηστείας ἐκάκου ἑαυτόν, τοῦ νόμου μὴ κακοῦν ἑαυτοὺς ἐν τῇ τοῦ Σαββάτου ἡμέρᾳ προστάσσοντος. Εἰ δὲ φαῖεν, ὅτι πρὸ τοῦ νόμου τοῦτο, τί φήσουσι περὶ τοῦ Θεσβίτου Ἡλιοῦ τεσσαράκοντα ἡμερῶν ὁδὸν ἀνύσαντος ἐν βρώσει μιᾷ; Οὗτος γὰρ οὐ μόνον διὰ τῆς νηστείας, ἀλλὰ καὶ διὰ τῆς ὁδοιπορίας ἐν τοῖς Σάββασι τῶν τεσσαράκοντα ἡμερῶν ἑαυτὸν κακώσας ἔλυσε τὸ Σάββατον· καὶ οὐκ ὠργίσθη τούτῳ ὁ τὸν νόμον δεδωκώς, ἀλλὰ καὶ ὡς ἀρετῆς ἔπαθλον ἐν Χωρὴβ ἑαυτὸν ἐνεφάνισε. Τί δὲ περὶ Δανιὴλ φήσουσιν; Οὐχὶ τρεῖς ἑβδομάδας διετέλεσεν ἄσιτος; Τί δὲ πᾶς Ἰσραήλ; Οὐ περιτέμνει τὸ παιδίον ἐν Σαββάτῳ, εἰ τύχοι, ὀκταήμερον; Οὐχὶ δὲ καὶ τὴν μεγάλην νηστείαν, ἣν νενομοθέτηνται, εἰ ἐν Σαββάτῳ καταντήσοι, νηστεύουσι; Οὐχὶ δὲ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἐν τοῖς τῆς σκηνῆς ἔργοις βεβηλοῦσι τὸ Σάββατον καὶ ἀναίτιοί εἰσιν; Ἀλλὰ καὶ κτῆνος, ἂν εἰς βόθρον ἐμπέσοι ἐν Σαββάτῳ, ὁ μὲν ἀνασπάσας ἀναίτιος, ὁ δὲ παριδὼν κατάκριτος. Τί δὲ πᾶς Ἰσραήλ; Οὐχὶ ἑπτὰ ἡμέρας τὴν τοῦ Θεοῦ κιβωτὸν περιφέροντες τὰ Ἱεριχούντια τείχη περιῄεσαν, ἐν αἷς πάντως ἦν καὶ τὸ σάββατον; Ὡς οὖν ἔφην, σχολῆς ἕνεκα τῆς πρὸς Θεόν, ἵνα κἂν σμικροτάτην ἀπόμοιραν αὐτῷ ἀπονέμωσι καὶ ἀναπαύσωνται ὅ τε δοῦλος καὶ τὸ ὑποζύγιον, ἡ τοῦ Σαββάτου τήρησις ἐπινενόητο τοῖς νηπίοις ἔτι καὶ ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου δεδουλωμένοις, τοῖς σαρκικοῖς καὶ μηδὲν ὑπὲρ τὸ σῶμα καὶ τὸ γράμμα ἐννοῆσαι δυναμένοις. «Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ, γενόμενον ἐκ γυναικὸς ἄνθρωπον, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν». Ὅσοι γὰρ ἐλάβομεν αὐτόν, ἔδωκεν ἡμῖν ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς αὐτόν. Ὥστε οὐκέτι ἐσμὲν δοῦλοι ἀλλ ̓ υἱοί, οὐκέτι ὑπὸ νόμον ἀλλ ̓ ὑπὸ χάριν· οὐκέτι μερικῶς τῷ Κυρίῳ δουλεύοντες ἐκ φόβου, ἀλλὰ πάντα τὸν τῆς ζωῆς χρόνον αὐτῷ ἀνατιθέναι ὀφείλοντες καὶ ἀεὶ τὸν δοῦλον, τὸν θυμὸν λέγω καὶ τὴν ἐπιθυμίαν, ἀπὸ τῆς ἁμαρτίας καταπαύοντες καὶ τῷ Θεῷ σχολάζειν ἐπιτρέποντες· τὴν μὲν ἐπιθυμίαν ἅπασαν ἀεὶ πρὸς Θεὸν ἀνατείνοντες, τὸν δὲ θυμὸν κατὰ τῶν τοῦ Θεοῦ δυσμενῶν καθοπλίζοντες· καὶ τὸ ὑποζύγιον, ἤτοι τὸ σῶμα, ὁμοίως τῆς μὲν δουλείας τῆς ἁμαρτίας ἀναπαύοντες, ταῖς δὲ θείαις ἐντολαῖς ἐξυπηρετεῖσθαι προτρέποντες. Ταῦτα ὁ πνευματικὸς ἡμῖν ἐντέλλεται τοῦ Κυρίου νόμος, καὶ οἱ τοῦτον φυλάσσοντες ὑπέρτεροι τοῦ Μωσαϊκοῦ νόμου γεγόνασιν· ἐλθόντος γὰρ τοῦ τελείου τὸ ἐκ μέρους κατήργηται, καὶ τοῦ καλύμματος τοῦ νόμου, ἤτοι τοῦ καταπετάσματος, διὰ τῆς τοῦ Σωτῆρος διαρραγέντος σταυρώσεως καὶ τοῦ Πνεύματος πυρίναις γλώσσαις ἐκλάμψαντος τὸ γράμμα κατήργηται, τὰ σωματικὰ πέπαυται καὶ ὁ τῆς δουλείας νόμος πεπλήρωται καὶ νόμος ἐλευθερίας ἡμῖν δεδώρηται. Καὶ ἑορτάζομεν τὴν τελείαν τῆς ἀνθρωπίνης φύσεως κατάπαυσιν, φημὶ δὴ τὴν τῆς ἀναστάσεως ἡμέραν, ἐν ᾗ ἡμᾶς ὁ Κύριος Ἰησοῦς, ὁ τῆς ζωῆς ἀρχηγὸς καὶ Σωτήρ, εἰς τὴν ἐπηγγελμένην τοῖς πνευματικῶς τῷ Θεῷ λατρεύουσι κληρουχίαν εἰσήγαγεν, εἰς ἣν αὐτὸς πρόδρομος ἡμῶν εἰσῆλθεν, ἀναστὰς ἐκ νεκρῶν καὶ ἀνοιγέντων αὐτῷ τῶν οὐρανίων πυλῶν ἐν δεξιᾷ τοῦ Πατρὸς κεκάθικε σωματικῶς, ἔνθα καὶ οἱ τὸν πνευματικὸν τηροῦντες νόμον εἰσελεύσονται. Ἡμῖν τοίνυν τοῖς τῷ πνεύματι στοιχοῦσι καὶ οὐ τῷ γράμματι πᾶσα ἡ τῶν σαρκικῶν ἐστιν ἀπόθεσις καὶ ἡ πνευματικὴ λατρεία καὶ πρὸς Θεὸν συνάφεια. Περιτομὴ μὲν γάρ ἐστιν ἡ τῆς σωματικῆς ἡδονῆς καὶ τῶν περιττῶν καὶ οὐκ ἀναγκαίων ἀπόθεσις· ἀκροβυστία γὰρ οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ δέρμα, ἡδονικοῦ μορίου περίττωμα. Πᾶσα δὲ ἡδονὴ μὴ ἐκ Θεοῦ καὶ ἐν Θεῷ γινομένη περίττωμα ἡδονῆς ἐστιν· ἧς τύπος ἡ ἀκροβυστία. Σάββατον δὲ ἡ ἐκ τῆς ἁμαρτίας κατάπαυσις. Ὥστε ἀμφότερα ἓν τυγχάνουσι καὶ οὕτως ἀμφότερα ἅμα ὑπὸ τῶν πνευματικῶν τελούμενα, οὐδὲ τὴν τυχοῦσαν παρανομίαν ἐργάζονται. Ἔτι δὲ ἰστέον, ὅτι ὁ ἑπτὰ ἀριθμὸς πάντα τὸν παρόντα χρόνον δηλοῖ, ὥς φησιν ὁ σοφώτατος Σολομῶν· «Δοῦναι μερίδα τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ». Καὶ ὁ θεηγόρος Δαυὶδ περὶ τῆς ὀγδόης ψάλλων περὶ τῆς μελλούσης μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν καταστάσεως ἔψαλλε. Τὴν ἑβδόμην οὖν ἡμέραν ἀργίαν ἄγειν ἐκ τῶν σωματικῶν, τοῖς δὲ πνευματικοῖς ἐνασχολεῖσθαι προστάσσων ὁ νόμος μυστικῶς πάντα τὸν χρόνον τῷ ἀληθινῷ Ἰσραὴλ καὶ νοῦν ὁρῶντα Θεὸν ἔχοντι ὑπέφηνε, τῷ Θεῷ ἑαυτὸν προσάγειν καὶ ὑπεράνω τῶν σωματικῶν γίνεσθαι.

ΚΕΦΑΛΑΙΟN 97. Περὶ παρθενίας

Κακίζουσιν οἱ σαρκικοὶ τὴν παρθενίαν, καὶ εἰς μαρτυρίαν προβάλλονται οἱ φιλήδονοι τὸ «ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐγείρει σπέρμα ἐν τῷ Ἰσραήλ». Ἡμεῖς δέ φαμεν τῷ ἐκ Παρθένου σαρκωθέντι Θεῷ Λόγῳ θαρρήσαντες, ὡς ἡ παρθενία ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐφυτεύθη τῇ φύσει τῶν ἀνθρώπων· ἐκ παρθένου γὰρ γῆς ὁ ἄνθρωπος πεπλαστούργηται, ἐκ μόνου Ἀδὰμ ἡ Εὔα ἔκτισται, ἐν παραδείσῳ παρθενία ἐπολιτεύετο. Φησὶ γοῦν ἡ θεία Γραφή, ὅτι «γυμνοὶ ἦσαν, ὅ τε Ἀδὰμ καὶ ἡ Εὔα, καὶ οὐκ ᾐσχύνοντο». Ἡνίκα δὲ παρέβησαν, «ἔγνωσαν, ὅτι γυμνοὶ ἦσαν», καὶ αἰσχυνθέντες ἔρραψαν ἑαυτοῖς περιζώματα. Καὶ μετὰ τὴν παράβασιν, ὅτε ἤκουσε «ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ», ὅτε διὰ τῆς παραβάσεως θάνατος εἰς τὸν κόσμον εἰσῆλθε, τότε «ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συνέλαβε καὶ ἐγέννησεν». Ὥστε διὰ τὸ μὴ ἐκτριβῆναι καὶ ἀναλωθῆναι τὸ γένος ὑπὸ τοῦ θανάτου ὁ γάμος ἐπινενόηται, ὡς ἂν διὰ τῆς παιδοποιίας τὸ γένος τῶν ἀνθρώπων διασῴζηται. Ἀλλ ̓ ἐροῦσι τυχόν· Τί οὖν τὸ «ἄρρεν καὶ θῆλυ» βούλεται καὶ τὸ «αὐξάνεσθε καὶ πληθύνεσθε»; Πρὸς ὃ λέξομεν, ὅτι τὸ μὲν «αὐξάνεσθε καὶ πληθύνεσθε» οὐ πάντως τὸν διὰ γαμικῆς συναφείας πληθυσμὸν δηλοῖ. Ἐδύνατο γὰρ ὁ Θεὸς καὶ ἑτέρῳ τρόπῳ τὸ γένος πληθῦναι, εἰ τὴν ἐντολὴν μέχρι τέλους ἐτήρησαν ἀπαραχάρακτον. Ἀλλ ̓ εἰδὼς ὁ Θεὸς τῇ προγνώσει αὐτοῦ, «ὁ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν», ὡς μέλλουσιν ἐν παραβάσει γίνεσθαι καὶ θανάτῳ κατακρίνεσθαι, προλαβὼν ἐποίησε τὸ ἄρρεν καὶ θῆλυ καὶ αὐξάνεσθαι καὶ πληθύνεσθαι προσέταξεν. Ὁδῷ τοίνυν κατέλθωμεν καὶ ἴδωμεν τὰ τῆς παρθενίας αὐχήματα· ταὐτὸν δὲ καὶ ἁγνείας εἰπεῖν. Νῶε εἰς τὴν κιβωτὸν εἰσελθεῖν προστασσόμενος καὶ κόσμου σπέρμα φυλάττειν ἐγχειριζόμενος οὕτω προστάττεται· «Εἴσελθε σύ», φησί, «καὶ οἱ υἱοί σου καὶ ἡ γυνή σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου». Διεῖλεν αὐτοὺς ἐκ τῶν γυναικῶν, ὡς ἂν μετὰ τῆς ἁγνείας τὸ πέλαγος καὶ τὸ παγκόσμιον ἐκεῖνο ναυάγιον διαδράσαιεν. Μετὰ μέντοι τὴν τοῦ κατακλυσμοῦ κατάπαυσιν· «Ἔξελθε σύ», φησί, «καὶ ἡ γυνή σου καὶ οἱ υἱοί σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου». Ἰδοὺ πάλιν διὰ τὸν πληθυσμὸν ὁ γάμος συγκεχώρηται. Εἶτα Ἡλίας, ὁ πυρίπνους ἁμαρτηλάτης καὶ οὐρανοφοίτης, οὐκ ἀγαμίαν ἠσπάζετο καὶ τῷ ὑπὲρ ἀνθρώπους ἐμαρτυρήθη μετεωρίσματι; Τίς οὐρανοὺς ἔκλεισε; Τίς νεκροὺς ἤγειρε; Τίς Ἰορδάνην ἔτεμεν; Οὐχ ὁ παρθένος Ἡλίας; Ἐλισσαῖος δέ, ὁ τούτου φοιτητής, οὐ τὴν ἴσην ἀρετὴν ἐπιδειξάμενος ἐν διπλασίῳ τὴν χάριν τοῦ Πνεύματος αἰτήσας ἐκληρονόμησε; Τί δὲ οἱ τρεῖς παῖδες; Οὐ παρθενίαν ἀσκήσαντες πυρὸς κρείττους γεγόνασι διὰ τῆς παρθενίας τῶν σωμάτων ἀναλώτων τῷ πυρὶ γεγονότων; Οὐ Δανιήλ, οὗ τῷ σώματι παρθενίᾳ στομωθέντι θηρῶν ὀδόντες ἐμπαρεῖναι οὐκ ἴσχυσαν; Οὐ μέλλων τοῖς Ἰσραηλίταις ὁ Θεὸς ὀπτάνεσθαι ἁγνίζειν τὸ σῶμα προσέταττεν; Οὐχὶ οἱ ἱερεῖς ἑαυτοὺς ἁγνίζοντες οὕτω τῶν ἀδύτων ἐπέβαινον καὶ τὰς θυσίας προσῆγον; Οὐχ ὁ νόμος μεγάλην εὐχὴν τὴν ἁγνείαν ἀνηγόρευσε; Χρὴ τοιγαροῦν ἐπὶ τὸ πνευματικώτερον λαμβάνειν τὸ νομικὸν πρόσταγμα. Ἔστι γὰρ σπέρμα πνευματικὸν δι ̓ ἀγάπης καὶ φόβου Θεοῦ συλλαμβανόμενον ἐν τῇ ψυχικῇ γαστρὶ ὠδινούσῃ καὶ τικτούσῃ πνεῦμα σωτηρίας. Οὕτω δὲ ἐκληπτέον καὶ τὸ «μακάριος, ὃς ἔχει σπέρμα ἐν Σιὼν καὶ οἰκείους ἐν Ἱερουσαλήμ». Τί γάρ, κἂν πόρνος ᾖ, κἂν μέθυσος καὶ εἰδωλολάτρης, μακάριός ἐστιν, εἰ μόνον ἔχει σπέρμα ἐν Σιὼν καὶ οἰκείους ἐν Ἱερουσαλήμ; Οὐδεὶς εὖ φρονῶν τοῦτο ἐρεῖ. Παρθενία τὸ τῶν ἀγγέλων πολίτευμα, τὸ πάσης ἀσωμάτου φύσεως ἰδίωμα. Ταῦτα λέγομεν οὐ τὸν γάμον κακίζοντες –μὴ γένοιτο– οἴδαμεν γὰρ τὸν Κύριον ἐν τῇ παρουσίᾳ αὐτοῦ τὸν γάμον εὐλογήσαντα καὶ τὸν εἰπόντα· «Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος»· ἀλλὰ καλοῦ κρείττονα τὴν παρθενίαν γινώσκοντες. Ἔν τε γὰρ ταῖς ἀρεταῖς εἰσιν ἐπιτάσεις καὶ ὑφέσεις, ὁμοίως καὶ ἐν ταῖς κακίαις. Γινώσκομεν, ὅτι γάμου ἔκγονοι πάντες βροτοὶ μετὰ τοὺς τοῦ γένους ἀρχηγέτας. Ἐκεῖνοι γὰρ παρθενίας εἰσὶ καὶ οὐ γάμου πλαστούργημα· ἀλλ ̓ ἡ ἀγαμία ἀγγέλων ἐστιν, ὡς ἔφημεν, μίμημα. Ὅσῳ τοιγαροῦν ἄγγελος ἀνθρώπου ὑπέρτερος, τοσούτῳ παρθενία γάμου τιμιωτέρα. Τί δὲ λέγω ἄγγελος; Αὐτὸς ὁ Χριστὸς τῆς παρθενίας τὸ κλέος, οὐ μόνον ἐκ Πατρὸς ἀνάρχως, ἀρρεύστως καὶ ἀσυνδυάστως γεγεννημένος, ἀλλ ̓ ὅτι καὶ ἄνθρωπος καθ ̓ ἡμᾶς γενόμενος ὑπὲρ ἡμᾶς ἐκ Παρθένου συναφείας ἄνευ σεσαρκωμένος καὶ αὐτὸς παρθενίαν τὴν ἀληθῆ καὶ παντελῆ δεικνὺς ἐν ἑαυτῷ. Ὅθεν καὶ ταύτην ἡμῖν οὐκ ἐνομοθέτησε μέν· «οὐ γὰρ πάντες χωροῦσι τὸν λόγον», ὡς αὐτὸς ἔφησεν· ἔργῳ δὲ ἡμᾶς ἐξεπαίδευσεν καὶ πρὸς ταύτην ἡμᾶς ἐνεδυνάμωσε. Τίνι γὰρ οὐκ ἔστι σαφές, ὅτι παρθενία ἐν ἀνθρώποις νῦν πολιτεύεται; Καλὴ μὲν ἡ τεκνογονία, ἣν ὁ γάμος συνέστησε, καὶ καλὸς ὁ γάμος διὰ τὰς πορνείας, ταύτας περικόπτων καὶ τὸ λυσσῶδες τῆς ἐπιθυμίας διὰ τῆς ἐννόμου μίξεως οὐκ ἐῶν πρὸς ἀνόμους ἐκμαίνεσθαι πράξεις. Καλὸς ὁ γάμος, οἷς οὐ πάρεστιν ἐγκράτεια· κρείττων δὲ ἡ παρθενία, ψυχῆς τεκνογονίαν αὔξουσα καὶ Θεῷ καρπὸν ὥριμον, τὴν προσευχήν, προσάγουσα. «Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός».

ΚΕΦΑΛΑΙΟN 98. Περὶ τῆς περιτομῆς

Ἡ περιτομὴ πρὸ νόμου ἐδόθη τῷ Ἀβραὰμ μετὰ τὰς εὐλογίας, μετὰ τὴν ἐπαγγελίαν, σημεῖον ἀποδιαστέλλον αὐτὸν καὶ τοὺς αὐτοῦ οἰκογενεῖς ἐκ τῶν ἐθνῶν, μεθ ̓ ὧν συνανεστρέφετο. Καὶ δῆλον· ὅτε γὰρ ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη ὁ Ἰσραὴλ μόνος καθ ̓ ἑαυτὸν διέτριψεν οὐ συναναμεμιγμένος ἑτέρῳ ἔθνει, ὅσοι ἐν τῇ ἐρήμῳ ἐγεννήθησαν, οὐ περιετμήθησαν· ἡνίκα δὲ Ἰησοῦς διεβίβαζεν αὐτοὺς τὸν Ἰορδάνην, περιετμήθησαν, καὶ γέγονε δεύτερος νόμος περιτομῆς. Ἐπὶ Ἀβραὰμ γὰρ ἐδόθη νόμος περιτομῆς, εἶτα ἐπαύσατο ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη. Καὶ πάλιν ἐκ δευτέρου ἔδωκεν ὁ Θεὸς τῷ Ἰησοῦ νόμον περιτομῆς μετὰ τὸ διαβῆναι τὸν Ἰορδάνην, καθὼς ἐν τῇ βίβλῳ Ἰησοῦ τοῦ Ναυῆ γέγραπται· «Ὑπὸ δὲ τοῦτον τὸν καιρὸν εἶπεν Κύριος τῷ Ἰησοῦ· Ποίησον σεαυτῷ μαχαίρας πετρίνας ἐκ πέτρας ἀκροτόμου καὶ καθίσας περίτεμε τοὺς υἱοὺς Ἰσραὴλ ἐκ δευτέρου», καὶ μετ ̓ ὀλίγα· «Ἐπὶ τεσσαράκοντα γὰρ καὶ δύο ἔτη ἀνέστραπται Ἰσραὴλ ἐν τῇ ἐρήμῳ τῇ Βατταρίτιδι, καὶ διὰ τοῦτο ἀπερίτμητοι αὐτῶν ἦσαν οἱ πλεῖστοι τῶν μαχίμων, τῶν ἐξεληλυθότων ἐκ γῆς Αἰγύπτου, οἱ ἀπειθήσαντες ταῖς ἐντολαῖς τοῦ Θεοῦ, οἷς καὶ διώρισε μὴ ἰδεῖν αὐτοὺς τὴν γῆν τὴν ἀγαθήν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι αὐτοῖς, γῆν ῥέουσαν γάλα καὶ μέλι. Ἀντὶ δὲ τούτων ἀντικατέστησε τοὺς υἱοὺς αὐτῶν, οὓς Ἰησοῦς περιέτεμε, διὰ τὸ γεγενῆσθαι αὐτοὺς ἀπεριτμήτους κατὰ τὴν ὁδόν». Ὥστε σημεῖον ἦν ἡ περιτομὴ ἀφορίζον τὸν Ἰσραὴλ ἐκ τῶν ἐθνῶν, οἷς συνανεστρέφετο. Τύπος δὲ ἦν τοῦ βαπτίσματος. Καθάπερ γὰρ ἡ περιτομὴ οὐ χρειῶδες μέλος ἀποτέμνει τοῦ σώματος, ἀλλὰ περίττωμα ἄχρηστον, οὕτω διὰ τοῦ ἁγίου βαπτίσματος τὴν ἁμαρτίαν περιτεμνόμεθα· ἡ δὲ ἁμαρτία δῆλον ὡς περίττωμα ἐπιθυμίας ἐστὶ καὶ οὐ χρειώδης ἐπιθυμία· ἀδύνατον γάρ τινα μηδ ̓ ὅλως ἐπιθυμεῖν ἢ τέλεον ἄγευστον ἡδονῆς εἶναι, ἀλλὰ τὸ ἄχρηστον τῆς ἡδονῆς ἤτοι ἡ ἄχρηστος ἐπιθυμία τε καὶ ἡδονή, τουτέστιν ἡ ἁμαρτία, ἣν περιτέμνει τὸ ἅγιον βάπτισμα παρέχον ἡμῖν σημεῖον τὸν τίμιον σταυρὸν ἐπὶ τοῦ μετώπου, οὐκ ἐξ ἐθνῶν ἀφορίζον ἡμᾶς –πάντα γὰρ τὰ ἔθνη τοῦ βαπτίσματος ἔτυχον καὶ τῷ σημείῳ τοῦ σταυροῦ ἐσφραγίσθησαν–, ἀλλ ̓ ἐν ἑκάστῳ ἔθνει τὸν πιστὸν ἀποδιαστέλλον τοῦ ἀπίστου. Τῆς τοίνυν ἀληθείας ἐμφανισθείσης ἀνόνητος ὁ τύπος καὶ ἡ σκιά. Ὥστε περιττὸν νῦν τὸ περιτέμνεσθαι καὶ ἐναντίον τοῦ ἁγίου βαπτίσματος. «Ὁ γὰρ περιτεμνόμενος χρεωστεῖ ὅλον τὸν νόμον τηρῆσαι»· ὁ δὲ Κύριος, ἵνα πληρώσῃ τὸν νόμον, περιετμήθη· καὶ πάντα δὲ τὸν νόμον καὶ τὸ Σάββατον ἐτήρησεν, ἵνα πληρώσῃ καὶ στήσῃ τὸν νόμον. Ἀφ ̓ οὗ δὲ ἐβαπτίσθη καὶ τὸ Ἅγιον Πνεῦμα τοῖς ἀνθρώποις ἐνεφανίσθη ἐν εἴδει περιστερᾶς καταβαῖνον ἐπ ̓ αὐτόν, ἔκτοτε ἡ πνευματικὴ λατρεία καὶ πολιτεία καὶ ἡ τῶν οὐρανῶν βασιλεία κεκήρυκται.

ΚΕΦΑΛΑΙΟN 99. Περὶ τοῦ ἀντιχρίστου

Χρὴ γινώσκειν, ὅτι δεῖ τὸν ἀντίχριστον ἐλθεῖν. Πᾶς μὲν οὖν ὁ μὴ ὁμολογῶν τὸν Υἱὸν τοῦ Θεοῦ καὶ Θεὸν ἐν σαρκὶ ἐληλυθέναι καὶ εἶναι Θεὸν τέλειον καὶ γενέσθαι ἄνθρωπον τέλειον μετὰ τοῦ μεῖναι Θεὸν ἀντίχριστός ἐστιν. Ὅμως ἰδιοτρόπως καὶ ἐξαιρέτως Ἀντίχριστος λέγεται ὁ ἐπὶ τῇ συντελείᾳ τοῦ αἰῶνος ἐρχόμενος. Χρὴ τοιγαροῦν πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον ἐν πᾶσι τοῖς ἔθνεσι, καθὼς ἔφη ὁ Κύριος, καὶ τότε ἐλεύσεται εἰς ἔλεγχον τῶν ἀντιθέων Ἰουδαίων. Ἔφη γὰρ αὐτοῖς ὁ Κύριος· «Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἔρχεται ἄλλος ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, κἀκεῖνον λήψεσθε». Καὶ ὁ ἀπόστολος· «Ἀνθ ̓ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς, καὶ διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ ̓ εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ». Οἱ οὖν Ἰουδαῖοι Υἱὸν Θεοῦ ὄντα τὸν Κύριον Ἰησοῦν Χριστὸν καὶ Θεὸν οὐκ ἐδέξαντο, τὸν δὲ πλάνον Θεὸν ἑαυτὸν λέγοντα δέξονται. Ὅτι γὰρ Θεὸν ἑαυτὸν ἀποκαλέσει, ὁ ἄγγελος τῷ Δανιὴλ διδάσκων οὕτω φησίν· «Ἐπὶ θεοὺς τῶν πατέρων αὐτοῦ οὐ συνήσει». Καὶ ὁ ἀπόστολος· «Μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον, ὅτι, ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἀνομίας, ὁ υἱὸς τῆς ἀπωλείας ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ ὡς θεὸν καθίσαι ἀποδεικνύντα ἑαυτόν, ὅτι ἔστι θεός». Εἰς τὸν ναὸν δὲ τοῦ Θεοῦ οὐ τὸν ἡμέτερον, ἀλλὰ τὸν παλαιόν, τὸν Ἰουδαϊκόν. Οὐ γὰρ ἡμῖν, ἀλλὰ τοῖς Ἰουδαίοις εἰσελεύσεται· οὐχ ὑπὲρ Χριστοῦ ἀλλὰ κατὰ Χριστοῦ καὶ τῶν τοῦ Χριστοῦ, διὸ καὶ Ἀντίχριστος λέγεται. Δεῖ τοίνυν πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον ἐν πᾶσι τοῖς ἔθνεσι. «Καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, οὗ ἐστιν ἡ παρουσία κατ ̓ ἐνέργειαν τοῦ σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους καὶ ἐν πάσῃ ἀπάτῃ τῆς ἀδικίας ἐν τοῖς ἀπολλυμένοις, ὃν ὁ Κύριος ἀνελεῖ τῷ ῥήματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ παρουσίᾳ τῆς ἐπιφανείας αὐτοῦ». Οὐκ αὐτὸς τοίνυν ὁ Διάβολος γίνεται ἄνθρωπος κατὰ τὴν τοῦ Κυρίου ἐνανθρώπησιν –μὴ γένοιτο–, ἀλλ ̓ ἄνθρωπος ἐκ πορνείας τίκτεται καὶ ὑποδέχεται πᾶσαν τὴν ἐνέργειαν τοῦ Σατανᾶ. Προειδὼς γὰρ ὁ Θεὸς τὸ ἄτοπον τῆς μελλούσης αὐτοῦ προαιρέσεως παραχωρεῖ ἐνοικῆσαι ἐν αὐτῷ τὸν Διάβολον. Τίκτεται τοίνυν ἐκ πορνείας, ὡς ἔφημεν, καὶ ἀνατρέφεται λεληθότως καὶ αἰφνίδιον ἐπανίσταται καὶ ἀνταίρει καὶ βασιλεύει. Καὶ ἐν τοῖς προοιμίοις μὲν τῆς βασιλείας αὐτοῦ, μᾶλλον δὲ τυραννίδος, ὑποκρίνεται ἁγιοσύνην· ἡνίκα δὲ ἐπικρατὴς γένηται, διώκει τὴν Ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐκφαίνει πᾶσαν τὴν πονηρίαν αὐτοῦ. Ἐλεύσεται δὲ «ἐν σημείοις καὶ τέρασι ψεύδους» πεπλασμένοις καὶ οὐκ ἀληθέσι καὶ τοὺς σαθρὰν καὶ ἀστήρικτον τὴν βάσιν τῆς διανοίας ἔχοντας ἀπατήσει καὶ ἀποστήσει ἀπὸ Θεοῦ ζῶντος, ὥστε σκανδαλισθῆναι, «εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς». Ἀποσταλήσεται δὲ Ἑνὼχ καὶ Ἡλίας ὁ Θεσβίτης καὶ ἐπιστρέψουσι καρδίας πατέρων ἐπὶ τέκνα, τουτέστι τὴν συναγωγὴν ἐπὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ τὸ τῶν ἀποστόλων κήρυγμα, καὶ ὑπ ̓ αὐτοῦ ἀναιρεθήσονται. Καὶ ἐλεύσεται ὁ Κύριος ἐξ οὐρανοῦ, ὃν τρόπον οἱ ἅγιοι ἀπόστολοι ἐθεάσαντο αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν, Θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, μετὰ δόξης καὶ δυνάμεως καὶ ἀνελεῖ τὸν ἄνθρωπον τῆς ἀνομίας, τὸν υἱὸν τῆς ἀπωλείας, τῷ πνεύματι τοῦ στόματος αὐτοῦ. Μηδεὶς τοίνυν ἀπὸ γῆς ἐκδεχέσθω τὸν Κύριον, ἀλλ ̓ ἐξ οὐρανοῦ, ὡς αὐτὸς ἡμᾶς ἠσφαλίσατο.

ΚΕΦΑΛΑΙΟN 100. Περὶ ἀναστάσεως

Πιστεύομεν δὲ καὶ εἰς ἀνάστασιν νεκρῶν. Ἔσται γάρ, ὄντως ἔσται νεκρῶν ἀνάστασις. Ἀνάστασιν δὲ λέγοντες σωμάτων φαμὲν ἀνάστασιν. Ἀνάστασις γάρ ἐστι δευτέρα τοῦ πεπτωκότος στάσις· αἱ γὰρ ψυχαὶ ἀθάνατοι οὖσαι πῶς ἀναστήσονται; Εἰ γὰρ θάνατον ὁρίζονται χωρισμὸν ψυχῆς ἀπὸ σώματος, ἀνάστασίς ἐστι πάντως συνάφεια πάλιν ψυχῆς καὶ σώματος καὶ δευτέρα τοῦ διαλυθέντος καὶ πεσόντος ζῴου στάσις. Αὐτὸ οὖν τὸ σῶμα τὸ φθειρόμενον καὶ διαλυόμενον, αὐτὸ ἀναστήσεται ἄφθαρτον· οὐκ ἀδυνατεῖ γὰρ ὁ ἐν ἀρχῇ ἐκ τοῦ χοὸς τῆς γῆς αὐτὸ συστησάμενος πάλιν ἀναλυθὲν καὶ ἀποστραφὲν εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθη κατὰ τὴν τοῦ Δημιουργοῦ ἀπόφασιν, πάλιν ἀναστῆσαι αὐτό. Εἰ γὰρ μὴ ἔστιν ἀνάστασις, «φάγωμεν καὶ πίωμεν», τὸν ἐνήδονον καὶ ἀπολαυστικὸν βίον μετέλθωμεν. Εἰ οὐκ ἔστιν ἀνάστασις, ἐν τίνι τῶν ἀλόγων διαφέρομεν; Εἰ οὐκ ἔστιν ἀνάστασις, μακαρίσωμεν τὰ θηρία τοῦ ἀγροῦ τὸν ἄλυπον ἔχοντα βίον. Εἰ οὐκ ἔστιν ἀνάστασις, οὐδὲ Θεός ἐστιν οὐδὲ πρόνοια, αὐτομάτως δὲ πάντα ἄγονταί τε καὶ φέρονται. Ἰδοὺ γὰρ ὁρῶμεν πλείστους δικαίους μὲν πενομένους καὶ ἀδικουμένους καὶ μηδεμιᾶς ἐν τῷ παρόντι βίῳ τυγχάνοντας ἀντιλήψεως, ἁμαρτωλοὺς δὲ καὶ ἀδίκους ἐν πλούτῳ καὶ πάσῃ τρυφῇ εὐθηνοῦντας. Καὶ τίς ἂν τοῦτο δικαιοκρισίας ἢ σοφῆς προνοίας ἔργον εὖ φρονῶν ὑπολάβοι; Ἔσται οὖν, ἔσται ἀνάστασις. Δίκαιος γὰρ ὁ Θεὸς καὶ τοῖς ὑπομένουσιν αὐτὸν μισθαποδότης γίνεται. Εἰ μὲν οὖν ἡ ψυχὴ μόνη τοῖς τῆς ἀρετῆς ἀγῶσιν ἐνήθλησε, μόνη καὶ στεφανωθήσεται. Καὶ εἰ μόνη ταῖς ἡδοναῖς ἐνεκυλίσθη, μόνη δικαίως ἂν ἐκολάζετο· ἀλλ ̓ ἐπεὶ μήτε τὴν ὕπαρξιν κεχωρισμένην ἔσχον μήτε τὴν ἀρετὴν μήτε τὴν κακίαν ἡ ψυχὴ μετῆλθε δίχα τοῦ σώματος, δικαίως ἄμφω ἅμα καὶ τῶν ἀμοιβῶν τεύξονται. Μαρτυρεῖ δὲ καὶ ἡ θεία Γραφή, ὅτι ἔσται σωμάτων ἀνάστασις. Φησὶ γοῦν ὁ Θεὸς πρὸς Νῶε μετὰ τὸν κατακλυσμόν· «Ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα. Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε· καὶ γὰρ τὸ ὑμέτερον αἷμα τῶν ψυχῶν ὑμῶν ἐκζητήσω, ἐκ χειρὸς πάντων τῶν θηρίων ἐκζητήσω αὐτὸ καὶ ἐκ χειρὸς παντὸς ἀνθρώπου ἀδελφοῦ αὐτοῦ ἐκζητήσω τὴν ψυχὴν αὐτοῦ. Ὁ ἐκχέων αἷμα ἀνθρώπου, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον». Πῶς ἐκζητήσει τὸ αἷμα τοῦ ἀνθρώπου ἐκ χειρὸς πάντων τῶν θηρίων, ἢ ὅτι ἀναστήσει τὰ σώματα τῶν ἀνθρώπων τῶν ἀποθνῃσκόντων; Οὐ γὰρ ἀντὶ τοῦ ἀνθρώπου ἀποθανεῖται τὰ θηρία. Καὶ πάλιν τῷ Μωσεῖ· «Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ Θεὸς Ἰσαὰκ καὶ Θεὸς Ἰακώβ. Οὐκ ἔστιν ὁ Θεὸς νεκρῶν Θεὸς» τῶν ἀποθανόντων καὶ οὐκέτι ἐσομένων, ἀλλὰ ζώντων, ὧν αἱ ψυχαὶ μὲν ἐν χειρὶ αὐτοῦ ζῶσι, τὰ δὲ σώματα πάλιν διὰ τῆς ἀναστάσεως ζήσεται. Καὶ ὁ θεοπάτωρ Δαυίδ φησι πρὸς τὸν Θεόν· «Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν». Ἰδοὺ περὶ τῶν σωμάτων ὁ λόγος. Εἶτα ἐπάγει· «Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς». Καὶ Ἡσαΐας δέ· «Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις». Δῆλον δέ, ὡς οὐχ αἱ ψυχαὶ ἐν τοῖς μνημείοις τίθενται, ἀλλὰ τὰ σώματα. Καὶ ὁ μακάριος δὲ Ἰεζεκιήλ· «Καὶ ἐγένετο», φησίν, «ἐν τῷ με προφητεῦσαι, καὶ ἰδοὺ σεισμός, καὶ προσήγαγε τὰ ὀστᾶ, ὀστέον πρὸς ὀστέον, ἕκαστον πρὸς τὴν ἁρμονίαν αὐτοῦ. Καὶ εἶδον, καὶ ἰδοὺ ἐπεγένετο αὐτοῖς νεῦρα, καὶ σάρκες ἀνεφύοντο, καὶ ἀνέβαινεν ἐπ ̓ αὐτὰ καὶ περιετάθη αὐτοῖς δέρματα ἐπάνωθεν». Εἶτα διδάσκει, πῶς κελευσθέντα ἐπανῆλθε τὰ πνεύματα. Καὶ ὁ θεῖος Δανιήλ φησι· «Καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἀναστήσεται Μιχαὴλ ὁ ἄρχων ὁ μέγας, ὁ ἑστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ σου· καὶ ἔσται καιρὸς θλίψεως, θλῖψις, οἵα οὐ γέγονεν, ἀφ ̓ οὗ γεγένηται ἔθνος ἐπὶ τῆς γῆς, ἕως τοῦ καιροῦ ἐκείνου. Καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται ὁ λαός σου, πᾶς ὁ εὑρεθεὶς γεγραμμένος ἐν τῷ βιβλίῳ. Καὶ πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἐγερθήσονται, οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον. Καὶ οἱ συνιόντες ἐκλάμψουσιν ὡς ἡ λαμπρότης τοῦ στερεώματος, καὶ ἀπὸ τῶν δικαίων τῶν πολλῶν, ὡς οἱ ἀστέρες εἰς τοὺς αἰῶνας καὶ ἔτι ἐκλάμψουσι». «Πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι», λέγων, «ἐξεγερθήσονται», δῆλον, ὡς ἀνάστασιν ἐμφαίνει σωμάτων· οὐ γὰρ δήπου τις φήσειε τὰς ψυχὰς ἐν γῆς χώματι καθεύδειν. Ἀλλὰ μὴν καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις τὴν τῶν σωμάτων ἀριδήλως ἀνάστασιν παραδέδωκεν. «Ἀκούσονται» γάρ, φησίν, «οἱ ἐν τοῖς μνημείοις τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως». Ἐν τοῖς μνημείοις δὲ τὰς ψυχάς ποτε τῶν εὖ φρονούντων εἴποι τις οὐκ ἄν; Οὐ λόγῳ δὲ μόνον, ἀλλὰ καὶ ἔργῳ τὴν τῶν σωμάτων ὁ Κύριος ἀνάστασιν ἐφανέρωσε. Πρῶτον μὲν τεταρταῖον καὶ ἤδη φθαρέντα καὶ ὀδωδότα ἐγείρας τὸν Λάζαρον· οὐ ψυχὴν γὰρ ἐστερημένην σώματος, ἀλλὰ καὶ σῶμα σὺν τῇ ψυχῇ, καὶ οὐχ ἕτερον, ἀλλ ̓ αὐτὸ τὸ φθαρὲν ἤγειρε. Πῶς γὰρ ἂν ἐγινώσκετο ἢ ἐπιστεύετο ἡ τοῦ τεθνεῶτος ἀνάστασις μὴ τῶν χαρακτηριστικῶν τῆς ὑποστάσεως ἰδιωμάτων ταύτην συνιστώντων; Ἀλλὰ Λάζαρον μὲν πρὸς ἔνδειξιν τῆς οἰκείας θεότητος καὶ πίστωσιν τῆς αὐτοῦ τε καὶ ἡμῶν ἀναστάσεως ἤγειρε, πάλιν ὑποστρέφειν μέλλοντα εἰς θάνατον. Αὐτὸς δὲ ὁ Κύριος ἀπαρχὴ τῆς τελείας καὶ μηκέτι θανάτῳ ὑποπιπτούσης ἀναστάσεως γέγονε. Διὸ δὴ καὶ ὁ θεῖος ἀπόστολος Παῦλος ἔλεγεν· «Εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται. Ἄρα οὖν ματαία ἡ πίστις ἡμῶν· ἄρα ἔτι ἐσμὲν ἐν ταῖς ἁμαρτίαις ἡμῶν». Καὶ ὅτι «Χριστὸς ἐγήγερται, ἀπαρχὴ τῶν κεκοιμημένων». Καί· «Πρωτότοκος ἐκ νεκρῶν». Καὶ πάλιν· «Εἰ γὰρ πιστεύομεν, ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καί ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ». «Οὕτως» ἔφη, ὡς ὁ Κύριος ἀνέστη. Ὅτι δὲ ἡ τοῦ Κυρίου ἀνάστασις σώματος ἀφθαρτισθέντος καὶ ψυχῆς ἕνωσις ἦν (ταῦτα γὰρ τὰ διαιρεθέντα), δῆλον· ἔφη γάρ· «Λύσατε τὸν ναόν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομήσω αὐτόν». Μάρτυς δὲ ἀξιόπιστος τὸ ἱερὸν Εὐαγγέλιον, ὡς περὶ τοῦ ἰδίου ἔλεγε σώματος. «Ψηλαφήσατέ με καὶ ἴδετε», φησὶ, τοῖς οἰκείοις μαθηταῖς ὁ Κύριος πνεῦμα δοκοῦσιν ὁρᾶν, «ὅτι ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι· ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα». «Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν» καὶ τῷ Θωμᾷ προτείνει πρὸς ψηλάφησιν. Ἆρα οὐχ ἱκανὰ ταῦτα τὴν τῶν σωμάτων πιστώσασθαι ἀνάστασιν; Πάλιν φησὶν ὁ θεῖος ἀπόστολος· «Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν». Καὶ πάλιν· «Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται σῶμα ψυχικὸν», ἤτοι παχύ τε καὶ θνητόν, «ἐγείρεται σῶμα πνευματικόν», ἄτρεπτον, ἀπαθές, λεπτόν· τοῦτο γὰρ σημαίνει τὸ «πνευματικόν», οἷον τὸ τοῦ Κυρίου σῶμα μετὰ τὴν ἀνάστασιν κεκλεισμένων τῶν θυρῶν διερχόμενον, ἀκοπίατον, τροφῆς, ὕπνου καὶ πόσεως ἀνενδεές. «Ἔσονται γάρ», φησὶν ὁ Κύριος, «ὡς οἱ ἄγγελοι τοῦ Θεοῦ»· οὐ γάμος ἔτι, οὐ τεκνογονία. Φησὶ γοῦν ὁ θεῖος ἀπόστολος· «Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν, ὃς καὶ μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ»· οὐ τὴν εἰς ἑτέραν μορφὴν μεταποίησιν λέγων –ἄπαγε–, τὴν ἐκ φθορᾶς δὲ μᾶλλον εἰς ἀφθαρσίαν ἐναλλαγήν. «Ἀλλ ̓ ἐρεῖ τις· Πῶς ἐγείρονται οἱ νεκροί;» Ὢ τῆς ἀπιστίας! Ὢ τῆς ἀφροσύνης! Ὁ χοῦν εἰς σῶμα βουλήσει μόνῃ μεταβαλών, ὁ μικρὰν ὕλης ῥανίδα τοῦ σπέρματος ἐν μήτρᾳ αὔξειν προστάξας καὶ τὸ πολυειδὲς τοῦτο καὶ πολύμορφον ἀποτελεῖν τοῦ σώματος ὄργανον, οὐχὶ μᾶλλον τὸ γεγονὸς καὶ διαρρυὲν ἀναστήσει πάλιν βουληθείς; «Ποίῳ δὲ σώματι ἔρχονται; Ἄφρον»· εἰ τοῖς τοῦ Θεοῦ λόγοις οὐ πιστεύειν ἡ πώρωσις συγχωρεῖ, κἂν τοῖς ἔργοις πίστευε. «Σὺ γάρ, ὃ σπείρεις, οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ· καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι, σίτου ἤ τινος τῶν λοιπῶν. Ὁ δὲ Θεὸς αὐτῷ δίδωσι σῶμα, καθὼς ἠθέλησε, καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα». Θέασαι τοίνυν ὡς ἐν τάφοις ταῖς αὔλαξι τὰ σπέρματα καταχωννύμενα. Τίς ὁ τούτοις ῥίζας ἐντιθείς, καλάμην καὶ φύλλα, καὶ ἀστάχυας καὶ τοὺς λεπτοτάτους ἀνθέρικας; Οὐχ ὁ τῶν ὅλων Δημιουργός; Οὐ τοῦ τὰ πάντα τεκτηναμένου τὸ πρόσταγμα; Οὕτω τοίνυν πίστευε καὶ τῶν νεκρῶν τὴν ἀνάστασιν ἔσεσθαι θείᾳ βουλήσει καὶ νεύματι· σύνδρομον γὰρ ἔχει τῇ βουλήσει τὴν δύναμιν. Ἀναστησόμεθα τοιγαροῦν τῶν ψυχῶν πάλιν ἑνουμένων τοῖς σώμασιν ἀφθαρτιζομένοις καὶ ἀποδυομένοις τὴν φθορὰν καὶ παραστησόμεθα τῷ φοβερῷ τοῦ Χριστοῦ βήματι· καὶ παραδοθήσεται ὁ Διάβολος καὶ οἱ δαίμονες αὐτοῦ καὶ ὁ ἄνθρωπος αὐτοῦ, ἤγουν ὁ Ἀντίχριστος, καὶ οἱ ἀσεβεῖς καὶ οἱ ἁμαρτωλοὶ εἰς τὸ πῦρ τὸ αἰώνιον, οὐχ ὑλικόν, οἷον τὸ παρ ̓ ἡμῖν, ἀλλ ̓ οἷον εἰδείη Θεός. Οἱ δὲ τὰ ἀγαθὰ πράξαντες ἐκλάμψουσιν ὡς ὁ ἥλιος σὺν ἀγγέλοις εἰς ζωὴν αἰώνιον σὺν τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, ὁρῶντες αὐτὸν ἀεί, καὶ ὁρώμενοι καὶ ἄληκτον τὴν ἀπ ̓ αὐτοῦ εὐφροσύνην καρπούμενοι, αἰνοῦντες αὐτόν σύν τῷ Πατρί καί Ἁγίῳ Πνεύματι, εἰς τοὺς ἀπείρους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Телеграм канал
с цитатами святых

С определенной периодичностью выдает цитату святого отца

Перейти в телеграм канал

Телеграм бот
с цитатами святых

Выдает случайную цитату святого отца по запросу

Перейти в телеграм бот

©АНО «Доброе дело»

Яндекс.Метрика